Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Προκόπιο

Ποίημα Γ. Μηλίτση

†Εορτάζεται στις 8 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἀγαπήσαντα θερμῶς τὸν Δεσπότην, καὶ μαρτυρίου ἐνδυθέντα τὴν χλαῖναν, δεῦτε πιστοὶ βοήσωμεν ἐκ βάθους ψυχῆς· φύλαττε Προκόπιε, στρατηλάτα Κυρίου, πάντας τοὺς προστρέχοντας, ἐκ καρκίνου καὶ πλάνης, καὶ ἐκ κινδύνων ῥῦσαι θαυμαστέ, καὶ ἐξ ὀδόντων, τοῦ δράκοντος πάντιμε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Προστάτευσον πάντας θαυματουργέ, ἐκ νόσων ποικίλων, καὶ κινδύνων παντοειδῶν, ὑγίειαν παράσχου θεηγόρε, καὶ προκοπὴν βίου μάρτυς Προκόπιε.

Εἰρήνευσον Μάρτυς θαυματουργέ, ψυχὴν τὴν ἀθλίαν, ἣν ἐμόλυνα περισσῶς· διὸ καταφεύγω σοὶ τρισμάκαρ, καὶ ἐξαιτοῦμαι βοήθειαν, Ἅγιε.

Νοσήσας ἐκ πάντων ὀδυνηρῶς, πρὸς σὲ καταφεύγω, τὸν ἀλάνθαστον ἰατρὸν, καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι· μάρτυς Κυρίου καὶ θεῖε Προκόπιε.

Θεοτοκίον.
Νοσοῦντά το σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ Ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω σε Μάρτυς, καὶ θεῖε Προκόπιε, παράσχου ἡμῖν θεοφόρε, πᾶσαν βοήθειαν, τοῖς εὐφημοῦσι φωστὴρ, καὶ καταφεύγουσι πόθῳ, πειρασμῶν ἀπάλλαξον, τῇ μεσιτείᾳ σου.

Ἀπὸ πάσης ἀνάγκης, καὶ τῶν δεινῶν λύτρωσαι, τοὺς πρὸς σὲ προσπίπτοντας πίστει, μάκαρ Προκόπιε· παράσχου πᾶσι σοφέ, ἁμαρτημάτων τὴν γνῶσιν, καὶ ἐκ πλάνης δαιμόνων, τάχος ἐξάρπασον.

Προστασίαν καὶ σκέπην, ψυχῆς τε καὶ σώματος, αἰτοῦμαι παμμάκαρ καὶ θεῖε, ὄντως Προκόπιε· ἐκκάθαρόν με σοφέ, καὶ τῶν παθῶν ταῖς λιταῖς σου, καὶ παντοίων θλίψεων, σῶσον ἱκέτην σου.

Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ σε γινώσκω, θησαυρὸν Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου θεοφόρε, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πλεόντων σωτήρ, ὁδοιπορούντων σύμμαχος, πενθούντων χαρά, νοσούντων ἰατήριον, ἐδείχθης Προκόπιε· διό σοι προσπίπτομεν Ἅγιε, αἰτοῦντες χάριν τὴν σὴν δαψιλὴν, ἐν πάσαις τοῦ βίου περιστάσεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μολυσμῶν ἀποκάθαρον, τὴν ψυχήν μου μάρτυς, σεμνέ Προκόπιε, καὶ παντοίας νόσου καὶ βλάβης ῥῦσαι θαυμαστὲ, ἡμᾶς τοὺς δούλους σου.

Τῆς κολάσεως ἄξιος, ἀληθῶς ὁ τάλας θεόφρον γέγονα, διὸ τρέμω ὁ ἀνάξιος, καὶ προστρέχω θαυμαστὲ τῇ σκέπῃ σου.

Ἰατρὸς ὁ ἀλάνθαστος, ἀνεδείχθης μάρτυς Χριστοῦ Προκόπιε, σὺ τοὺς πόνους καταπράυνον, καὶ ὑγίειαν δώρησαί μοι Ἅγιε.

Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐλκυτρούμεθα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φρούρησον ἡμᾶς, ταῖς πρεσβείαις σου μακάριε, καὶ τοὺς σοὺς δούλους σκέπε Μάρτυς σεμνέ, καὶ ἐξ ὀδόντων ἐχθροῦ, σὺ σοφὲ ἐξάρπασον.

Νόσων ἰατρός, ἀνεδείχθης μέγας Ἅγιε, καὶ πάντων τῶν Χριστιανῶν, σὺ φρουρός, ἀσπὶς καὶ τεῖχος ἀπόρθητον, σεμνὲ Προκόπιε.

Ῥῦσαί με δεινῶν, καὶ στενώσεως Προκόπιε, ἐκ νόσων καὶ θλίψεων καὶ συμφορῶν, τῇ μεσιτείᾳ σου μάκαρ, κλεινὲ ἀπάλλαξον.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγίειαν τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Καρκίνου, καὶ αἰφνιδίου θανάτου, διαφύλαξόν με σὺ Στρατηλάτα, καὶ ἐκ παθῶν καὶ δεινῶν ἀλγηδόνων, ῥῦσαι τὸν δοῦλόν σου μάκαρ Προκόπιε, καὶ σῶσον τοὺς Χριστιανοὺς, ἐκ παγίδων τοῦ ὄφεως, Ἅγιε.

Σωμάτων, θεραπευτὴν καλοῦμέν σε, Ὀρθοδόξων ἡ πληθὺς θεοφόρε, καὶ τῶν ψυχῶν ἰατρὸν καὶ προστάτην, καὶ τῶν ἐν θλίψει καὶ ζάλαις προπύργιον, Προκόπιε θαυματουργέ, τῶν πιστῶν σὺ στεῤῥὸν καταφύγιον.

Ἐν κλίνῃ νῦν, ἀσθενῶν κατάκειμαι, ὁ πανάθλιος ἱκέτης σου Μάρτυς, καὶ τὴν σὴν βοήθειαν μάκαρ αἰτοῦμαι, ἣν δώρισαί μοι ταχέως Προκόπιε, καὶ πᾶσαν λύπην τῆς ψυχῆς, ἀπ᾿ ἐμοῦ ἀποδίωξον Ἅγιε.

Θεοτοκίον.
Ἐν κλίνῃ νῦν, ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ᾿ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς Ἀγαθῆς· ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου θεοφόρε, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Προστάτης πτωχῶν ἀνεδείχθης μακάριε, καὶ νοσούντων ἰατρὸς ἀλάνθαστος Ἅγιε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ φύλαξον θαυματουργὲ ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, ἡμᾶς τοὺς σοὶ προστρέχοντας· τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν ὁ ἑτοιμότατος φρουρός, παναοίδιμε Προκόπιε.

Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὀρθοδόξων καύχημα, καὶ ὀρφανῶν ὁ προστάτης, τῶν πλεόντων στήριγμα, καὶ τῶν ἐν στρατεύματι, ὁ παρήγορος, σὲ ἱκετεύομεν, καὶ χεῖρας αἴρομεν οἱ ἀνάξιοι, Προκόπιε, ῥῦσαι ἐκ θλίψεων, κινδύνων τε καὶ λοίμης καὶ νόσων πάραυτα ἀπάλλαξον πάντας τοὺς προσφεύγοντας τῇ σῇ σκέπῃ, καὶ ὀργὴν δικαίαν, Κυρίου Παντοκράτορος σεμνέ, τάχος κατεύνασον Ἅγιε, τῶν πιστῶν τὸ σέμνωμα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὴς ἀνεδεὶχθης, καὶ κατέλυσας Μάρτυς πάντα τὰ εἴδωλα, διὸ σὲ ἱκετεύω, καὶ δέομαι Ἅγιε, τὴν νεότητα φύλαξον, καὶ ἐκ τῶν παρεκτροπῶν, διάσωσον εὐχαῖς σου.

Ἰσχυρὸς ἀνεδείχθης, τοῦ Σταυροῦ τῇ δυνάμει, σεμνὲ Προκόπιε, καὶ πᾶσι τοῖς νοσοῦσι, ὑγίειαν σὺ παρέχεις, διὸ ἅπαντες ᾄδομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τοῦ Σταυροῦ τῇ δυνάμει, τῶν εἰδώλων τὰ ξόανα ἐθρυμμάτισας, καὶ νίκην ἐδωρίσω, ἡμῖν τοῖς Ὀρθοδόξοις, διὸ ᾄδοντας λέγομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτήρα Χριστὸν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐν τῇ κλὶνῃ, τοῦ πόνου πάντας κειμένους, σὺ παράσχου τὴν  ὑγίειαν τρισμάκαρ, ἵνα σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς προσελθόντας, ἐν τῷ σεπτῷ σου τεμένει, μὴ παρίδῃς θεόφρον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν ἰαμάτων, κρουνὸς σοφὲ ἀνεδείχθης, καὶ πτωχοὺς μὴ παρίδῃς θεόφρον, ἵνα σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν συ, τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον παμμάκαρ, τοὺς ἐξαιτοῦντας ἐν πίστει τὴν σὴν ἀῤῥωγήν, καὶ τοὺς ἐν θλίψεσιν ὄντας, τάχος ἐπίσκεψαι.

Προκόπιε θεόφρον, φύλαττε τρισμάκαρ, ἐκ πάσης νόσου, ἀνάγκης καὶ θλίψεως, τοὺς εὐσεβῶς Στρατηλάτα, σὲ μεγαλύνοντας.

Ὦ μέγα Στρατηλάτα, φάλαγγος Κυρίου, τοὺς στρατευομένους καλῶς διαφύλαξον, καὶ ἁμαρτάδων μου λύσιν, εὐχαῖς σου δώρησαι.

Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστιας εἰς ῥῶσιν μετασκευάζουσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ὀρθοδόξων ἡ καλλονή· χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν· χαίροις τῶν ἐν θλίψει, καὶ τῶν ἐν ἐξορίᾳ, Προκόπιε θεόφρον, τὸ παραμύθιον.

Μάρτυς τοῦ Κυρίου θαυματουργέ, φύλαττε σοὺς δούλους, ἀπὸ βλάβης τε καὶ φθορᾶς, ἐκ νόσων παντοίων καὶ θλίψεων ποικίλων, καὶ τοῖς ἐν μετανοίᾳ, δάκρυα δώρησαι.

Σκέπαζε Προκόπιε θαυμαστέ, πάντας τοὺς συζύγους, καὶ τὰ τέκνα αὐτῶν σοφέ, φύλαττε ἐκ νόσων, σατανικῶν παγίδων, καὶ ὀλιγοπιστίας πάντας τοὺς δούλους σου.

Ἔχοντες προστάτην θαυματουργὲ, σὲ τὸν Στρατηλάτην, Ἐκκλησίας τὴν κορυφήν, χαίρομεν ἀσμένως, κηρύττομεν δεόντως, Χριστοῦ τὰ μεγαλεῖα, μάρτυς Προκόπιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας θερμῶς, τῇ σῇ κραταιᾷ προστασίᾳ, καὶ ἀντιλήψει σοφέ, φύλαττε πρεσβείαις σου καὶ σῶσον Ἅγιε, τὰς αἰτήσεις ἐκπλήρωσον, καὶ ἐκ ὁλεθρίων, πειρασμῶν τοῦ ὄφεως, ῥῦσαι θεόφρον ἀεί, λύχνε τοῦ Χριστοῦ φωτοφόρε, εὔχου ὦ Προκόπιε ἔτι, καὶ ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.