Παρακλητικός Κανών εις τον Άγιο Σεραφείμ της Βίριτσα

Ποίημα ερασιτέχνου λαϊκού υμνογράφου

†Εορτάζεται στις 21 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τό τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῶν διδασκάλων καὶ Γερόντων ὁ μέγας, ὁ ἀσκητὴς καὶ ἀθλητὴς ἐν διώξει, καὶ τῶν συζύγων καύχημα καὶ τέκνων πατήρ, Σεραφείμ τῆς Βίριτσα, σε τιμῶμεν οἱ φίλοι, καὶ τὴν σὴν αἰτούμεθα στοργικὴν συντροφίαν, ἶνα ὀδὸν πετρώδη τῆς ζωῆς, ταῖς σαῖς πλουσίαις εὐχαῖς διανύσωμεν.

Δόξα.
Ῥωσίας ἅγιοι, ἰσάγγελοι πάντες, ὑποδεξάμενοι ἐν κήποις ἀστέρων ἔλαφον θεοφίλητον ἐσχάτων καιρῶν, τοῦτον ἑωρτάσατε σταυρικώς ἀσπασθέντες, καὶ Θεὸν δοξάζοντες εἰς ἡλίου λειμῶνα, ὡς ὑψηλοὶ τῶν πάντων συγγενεῖς, ὑμῶν πρεσβείαις, λαοὺς προστατεύετε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γεννηθήτω φῶς ἐν τῇ καρδιᾷ τοῦ λαοῦ σου, Κύριε.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην φαραώ.
Γεροντικὸν στέμμα φωτὸς απέκτησας, πάτερ ἡμῶν Σεραφείμ, προφητειῶν χάριν, δωρεὰν ὁράσεων καὶ ἰαμάτων χάρισμα· ἀλλ’ ὁ φάρος τοῦ νοῦ μου, ὁ πυρπολῶν τὴν καρδίαν μου, δέξαι τὴν ἀθλίαν μου δέησιν.

Ἐγωισμοῦ τὴν φωλεὰν ἀνέθρεψα εἰς τὸν βυθὸν τῆς ψυχῆς· καὶ νεαροὶ ὄφεις τὴν ἐμὴν ἐτύλιξαν καρδίαν κατατρώγοντες· ἀνορθῶ μου τὸ βλέμμα, δειλώς τὰς χεῖρας ἐκτείνων σοι, ἐξ ἀπελπισμοῦ προσευχόμενος!

Ναρκισσιστής, ἐγωπαθὴς καὶ ἄσωτος, πατῶ ἀνόμως τὴν γῆν, καὶ πὼς τολμῶ, πάτερ, τὴν παροῦσαν δέησιν εὐκόλως ἀναμέλπειν σοι; Ὁ Πυρσὸς τῆς Ῥωσίας, ὁ ἀγαπήσας τὸν ἄνθρωπον, τοὺς ἐμοὺς ψιθύρους ἐπάκουσον.

Θεοτοκίον.
Νεοφανῆ ἅγιον, φίλε, τίμησον διὰ ψαλμῶν ευλαβών× καὶ κρουνοῖς ἀγάπης τῶν παθὼν τὸν βόρβορον οἱ πάντες καθαρίσωμεν. Θεοτόκον υμνούμε καὶ βοηθείας δεόμεθα, ἶνα, Σεραφείμ, σε τιμήσωμεν!

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ καρδία μου τρέμει ὡς νεοσσὸς πέρδικος, τρίζω τοὺς ὀδόντας ἐν κλίνη, νόσων κατάφορτος! Δέομαι, ἅγιε, τῶν ἰαμάτων ἡ βρύση, ἐκ θανάτου σῶσον με, νόσους μου δίωξον!

Θανατοῦμαι τὸ σῶμα καὶ τῇ ψυχὴ φλέγομαι, ἐκ τῆς ἐπαράτου πληγῆς μου, ἅγιε Στάρετς μου! Ἐξ ᾖς με ἴασαι, ὁ ἰατρὸς τῶν σωμάτων, ὁ πολλοὺς ἰώμενος τῇ μεσιτεία σου!

Ἡ νεφρῶν καὶ καρδίας ἐμὴ φρικτὴ πάθησις ἐν κολάσει δέσμιον ἔχει, πάτερ, τὸ σῶμα μου! Νόσον μετάστρεψε εἰς ποταμὸν τῆς ὑγείας, λούων με εἰς νάματα θείας ἰσχύος σου.

Τῆς ζωῆς μου αἱ πλάκες λίθοι βαρεῖς γίνονται, καὶ σταδιακώς παραλύω, πάτερ μου, πρόφθασον! Ἀπελευθέρωσον τὸ δυστυχέστατον σῶμα τῆς φρικωδεστάτης μου ταύτης παθήσεως!

Θεοτοκίον.
Ὠκεάνιον βάθος, ἐν ὦ πεσὼν πνίγομαι, ἄνευ τῆς ἀνθρώπων ἀγάπης, βίος ἀνάπηρος· δὸς μοι τὴν δύναμιν, Μῆτερ Θεοῦ καὶ Ἀνθρώπου, σὺν τῷ σεβασμίῳ μου Στάρετς τῆς Βίριτσα.

Διάσωσον ἀπὸ κριμάτων τοὺς δούλους σου, Θεοτόκε, σὺν τῷ Σεραφείμ, τῷ φλογίνῳ Στάρετς τῆς Βίριτσα, καὶ φώτισον εἰς συγχώρησιν πάντας.

Ἐπίβλεψον, ἐκ τῶν στεγῶν, ὡς νεφέλη τὴν οἰκουμένην, σκέπασον αὑτήν, θεῖε πάτερ, διὰ πτερύγων σου, καὶ στήριξον τοὺς πτωχοὺς καὶ ἀθῴους.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἕστία φωτὸς καὶ θαλπωρῆς καὶ χάριτος, ἐσχάτοις καιροῖς, ὅπου τὴν γῆν μετέβαλον, δι’ ἀπλήστων τίγρεων, εἰς πεδίον μάχης οἱ ἄνομοι, ὁ Σεραφείμ ἀνέτειλεν ἡμῖν. Ὦ φίλοι πάντες, τιμῶμεν τὴν χάριν τοῦ!

ᾨδὴ δ΄. Σὺ μου ἰσχύς, Κύριε.
Φρίκη τὸν νοῦν καὶ ἐφιάλτης τὸν ὕπνον μου, καὶ τῶν νεύρων συσσεισμὸς κλονίζει με· τῶν ἰατρῶν γνώμη με πονεῖ, σκοτεινὴ σφραγῖδι ἡ κοινωνία με σφράγισεν· ὦ Γέρον παντὸς κόσμου, Σεραφείμ τῆς Ῥωσίας, τὴν γαλήνην τοῦ νοῦ σου μοὶ δώρισε!

Ὣς ἀσθενής, τοῦ νοῦ τὴν βλάβην ὑφίσταμαι καὶ οἱ φίλοι πάντες με απώθησαν· τῶν ἀδελφῶν έχασα στοργήν, δέξαι με σύ, πάτερ, ὁ Σεραφείμ ἐκ τῆς Βίριτσα, εἰς φίλων σου παρεᾶν, τὴν θλῖψιν ἀφαιρῶν μου καὶ τὴν Θεοῦ χαρὰν παρέχων μοι.

Σὺ ὁ πατήρ, ὁ θεῖος Στάρετς ὁ πύρινος, τὴν ψυχὴν μου ἐκ τῶν νόσων ἴασαι, καὶ ὡς αὐγὴ φώτισον αὑτήν, δίωξον τὸ σκότος καὶ τοὺς ἀνέμους εἰρήνευσον· ὡς ἥλιον καλῶ σε, θερμάναι μου τὸν βίον, ἐκ τοῦ χειμῶνος θέρος ποίησον.

Θεοτοκίον.
Ἐκ τῆς δεινῆς τοῦ νοῦ θυέλλης με λύτρωσαι, Θεοτόκε, ἄνοιξις τοῦ βίου μου· καὶ εἰς γλυκὺν κῆπον τῆς στοργῆς, Μῆτερ τῆς ζωῆς μου, ἐκ τῆς χειρὸς με εἰσάγαγε· ὑγείαν χάρισέ μοι, τὸ ὕψιστον σου δῶρον, σὺν τῷ ἁγνῷ πατρὶ τῆς Βίριτσα.

ᾨδὴ ε΄. Ἶνα τί με ἀπώσω.
Νικητὴς ἐν τῷ κόσμῳ, ἄθλιος σπουργίτης ἐν τῇ καρδία μου, ἔμπλεως κακίας, ἀπορρίπτων ἐλπίδος παράδεισον· ἔμπνευσον με, πάτερ, ὁ μέγας φίλος τῆς ψυχῆς μου, πρὸς ἀγάπην κινεῖν τὴν διάθεσιν.

Τῆς ἀγάπης τὸν κῆπον ἐκ τῆς διανοίας πικρῶς εξερίζωσα, ἐν ἀθλία μέθη, βασανίζων οἰκτρῶς τοὺς οἰκείους μου! Σύναξον, ὦ πάτερ, ἐσκορπισμένους λογισμοὺς μου, πρὸς ἀγάπης τῶν φίλων ἀνάκτησιν.

Ἡ ψυχὴ συῤῥικνούται, ὅλον με λυποῦμαι τὸ ἄνθος τὸ ἄοσμον, καὶ τοῦ παραδείσου τὴν ἐλπίδα πολλάκις ἀπώλεσα· στήριξόν με, πάτερ, ἐγωιστὴν βουβόν ὡς πεῖσμα, καὶ πετρίνην καρδίαν μου όργωσε.

Κατερράκωσα κόσμου τὴν ἀθῴαν σκέψιν καὶ τίμιον αἴσθημα, καὶ εἰς ἀδικίαν ἑαυτὸν καὶ πλησίους ἐβύθισα! Φρένον θέσε, πάτερ, εἰς τὴν οἰκτρὰν ὀλίσθησιν μου, πρὸς Θεὸν ἀνυψῶν μου τὸ φρόνημα!

Θεοτοκίον.
Ἁγιότητος ἄστρον ὑπὸ τῆς κακίας τὴν θάλασσαν ἔδυσε· ταύτᾳ φαντασία μοὶ βοᾶ καὶ ὡς γάλα ταράσσει με! Σὺ ανάκτησόν με, ἡ κραταία μου προστασία, σὺν τῷ θείω ἡλίῳ τῆς Βίριτσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥωσίας ἄνθος λευκόν, μυρίπνοον, ἐν τῷ μέσῳ τοῦ λαμπροῦ παραδείσου, τοὺς ἐν πυρὶ καὶ κολάσει βληθέντας ἐκ τῶν δικαίων βασάνων διάσωσον, πρεσβείαις σου πρὸς τὸν Θεόν, τὴν Πηγὴν τῆς πολλῆς ἀγαθότητος.

Δυνάμει τῆς κραταιὰς πρεσβείας σου πρὸς τὸν μέγαν Λυτρωτὴν τῶν ἀθῴων, πάντας νεκρούς, καὶ αὐτόχειρας ὄντας, ἐν τῇ νυκτὶ τοῦ θανάτου ἐπίσκεψαι, καὶ φώτισον ἐν σκοτεινοῖς, διαλύων τοῦ ζόφου τὰ πνεύματα!

Ἰκμάδα θείου φωτὸς ανάτειλε καὶ καταύγασε τοῦ ἂδου τὰ σκότη, καὶ τοὺς κακοὺς καὶ μεγάλους ἐνόχους ἐκ τῆς κακίας αὑτῶν ἀνακούφισον, πηγὴν δροσίζουσαν ψυχάς, Σεραφείμ, ἀναβλύζων εἰς κόλασιν!

Θεοτοκίον.
Ἁπάντων τὰ τῶν κακούργων βάσανα, τῶν φρικτὰ διαπραξάντων ἐν βίῳ, ὁ ποταμὸς τοῦ ἀπείρου ἐλέους, ὦ Θεοτόκε Παρθένε, κατάσβεσον, πρεσβείαις σου καὶ τοῦ σοφοῦ καὶ λαμπροῦ μαθητοῦ σου ἐν Βίριτσα.

Διασῷζον, ἅγιε Στάρετς, τοὺς φίλους σου ἐκ κινδύνων, καὶ ἐκ σειρήνων εἰς τοῦ βίου τὸ ναρκοπέδιον, καὶ φώτισον πρὸς ψυχῶν ἀνατάσεις!

Ἐπίβλεψον τὴν ἄμπελον σου, πανύμνητε Θεομήτωρ, ἶνα σταφυλὴν ἐκ σμαράγδων φέρει πολύτιμον, σταλάζουσα τὸν ἀθάνατον οἶνον!

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὸν σεπτὸν προστάτην σου, τὸν Σεραφείμ τὸν τοῦ Σάρωφ, ἐμιμήθης, Γέροντα, ἐν βιωτὴ σου τιμία, ἅγιος ἀναδειχθεὶς διὰ τῆς ἀγάπης, χάριτι θαυματουργίας κεκοσμημένος! Διὰ τοῦτο σε τιμῶσι Ῥωσίας πλήθη, καὶ διασῴζεις αὑτά.

Ἐκ νεότητος μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ Αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτὴρ μου (δίς).
Οἳ μισοῦντες Σίων αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε απεξηραμένοι (δίς).
Δόξα.
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωούται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικὴ Μονάδι ιεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενο.
Δίκαιος ὡς φοῖνιξ ανθίσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὑτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ι΄ 1-9 καὶ 17-20).

Τῷ καιρῶ ἐκείνῳ, ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὑτοὺς ἀνὰ δύο πρὸ προσώπου αὑτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν καὶ αὐτὸς ἔρχεσθαι. Ἔλεγεν οὖν πρὸς αὑτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δε ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὑτοῦ. Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὀδὸν ἀσπάσησθε. Εἰς ἢν ‘δ’ ἂν οἰκίαν εισέσχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν ἢ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσετε ἐπ’ αὑτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δε μή, ἐφ’ ὑμᾶς ἐπανακάμψει. Ἐν αὑτῇ δε τῇ οἰκία μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ’ αὑτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ ἐστί· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. Καὶ εἰς ἢν ἂν πόλιν εισέρχησθε καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὑτῇ ἀσθενεῖς, καὶ λέγετε αὑτοῖς· ἤγγικεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τῶν οὐρανῶν. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετὰ χαρὰς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὑτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σπορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.

Δόξα.
Ταῖς τοῦ σου Ἁγίου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Λέων ἑξαπτέρυγε καὶ μιμητὰ τῶν ἀγγέλων, Σεραφείμ φερώνυμε, ἔλαμψας εἰς Βίριτσαν καὶ Πετρούπολιν! Παῖδας εὐλόγησον, ἄφρονας οίκτηρον, τοὺς ἀθλίως ἀπολέσαντας τὴν ἀθῳότητα, ἑαυτοὺς εἰς λάσπην βυθίζοντες. Ἐκεῖθεν, πάτερ, ἅπλωσον χεῖρας καὶ ἀνάσυρον ἅπαντας. Δέομαι στενάζων, ἐν γῆ γονυπετῶν νυχθημερὸν καὶ τὴν νηπίαν καρδίαν μου, πάτερ, ἀποθέτω σοι.

Ὅμοιο.
Ἅγιος ὑπέροχος εἰς εἰκοστὸν τὸν αἰῶνα, ἐν Ῥωσία ἔλαμψεν, ἄγγελος ἐπίγειος, νοῦς οὐράνιος· διωχθεὶς ἤθλησεν, ἀγαπῶν τοὺς πάντας, τὴν ἐλπίδα παρεχόμενος καὶ τὴν βοήθειαν πᾶσι τοῖς ἐν πόνοις καὶ θλίψεσι. Αὑτῷ καὶ νῦν προσβλέψωμεν καὶ σεμνῶς τὴν δέησιν ἀναπέμψωμεν. Δεῦτε, φίλοι, πάντες, τιμήσωμεν τὸν μέγαν Σεραφείμ, καὶ προσελθόντες εἰς Βίριτσαν τοῦτον ἑορτάσωμεν.

Μεταβολὴ τῶν θλιβομένων.
Ὁ ταπεινὸς ὀλίγος γέρων, ἑξαπτερύγων φλεγομένων ὡς ἔνθεος μιμητὴς ἐδοξάσθη· δι’ ἀσκήσεως πολλῆς, θεία χάριτι σφοδρῶς ἐλούσθη, καὶ θαυματουργίαν ἠξιώθη, πρὸς στήριξιν ἀνθρώπων ἐν τῇ γῆ.

Σῶσον ὁ Θεὸς τὸν λαό σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Τοὺς ἀδελφοὺς μου τοὺς ἐν κόσμῳ, ἐκ τῶν θλίψεων προστάτευε καὶ πόνων, Σεραφείμ, φωτεινὴ καὶ σμαραγδίνη πόλις, τῶν μοναστῶν τὸ καύχημα καὶ ἡ δόξα τῶν Γερόντων!

Ὁ τοῦ αἰῶνος μου προστάτης, περιτείχισμα διπλοῦν τῆς οἰκουμένης, τοὺς ἐν πέτρα καὶ γῆ, θαλάσσῃ καὶ ἀέρι ἐργαζομένους δίκαια, καθοδήγησον ὡς φάρος.

Ὗψος ἀγάπης ὣς ἀγγέλων καὶ ταπείνωσιν τοῖς φίλοις μου παράσχου· τοῦ ὑψώσαι αὑτὰς ὡς λάβαρον ἐν πύργῳ, χρυσάετε τῆς Βίριτσα, θησαυρὲ τῶν σε τιμώντων!

Λίμνη τοῦ νέκταρος ἡδείᾳ, υπεράσπισον μητέρας ἀνυπάνδρους, ὀρφανὰ ἐκ παιδὸς ἀνάτρεφε καὶ φρούρει, εἰς τῆς πολλῆς ἀγάπης σου τὴν ἀχείμαστον καλύβην.

Θεοτοκίον.
Ἄρατε πύλας τῆς κακίας καὶ εισέλθωσαν ἀγάπης αἱ δυνάμεις! Καὶ ἐν μέσῳ αὑτῶν, ἐν θρόνῳ κρυσταλλίνῳ, ἡ Θεοτόκος ἔνθρονος τὴν πραότητα Δωρίζει.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Οὐρανόθεν ἐπίσκεψαι τὸν κόσμον καὶ τοὺς δούλους ἀφάρπασαι κυρίων, καὶ τὰς ἀλύσεις θραῦσον, λέων ἅγιε, καὶ τοὺς αἰχμαλώτους βοήθει, ὑπ’ ἀνόμων δεινῶς τυραννουμένους!

Ὗακίνθων καὶ κρίνων περιβόλι ανεφύη ἐν μέσῳ τραγῳδίας, ὁ Σεραφείμ, ὁ Στάρετς τοῦ αἰῶνος μου, ἐν χερσὶ φλογίνοις ἁρπάζων ἐξ ἀδίκων χειρῶν τοὺς δεομένους!

Σῷζε, πάτερ, τὸν κόσμον ἐκ πολέμου, πρὸς εἰρήνην φωτίζων τοὺς ἀνθρώπους, καὶ ἰσχυρούς, ἀθλίους τε καὶ πένητας· φέρε εἰς τοὺς οἴκους γαλήνην καὶ συζύγους εἰς πίστιν ἀμοιβαίαν.

Ὁ Ῥωσίας ἀτίμητος ἀδάμας, ὁ ἐσχάτως ἀστράψας ἐν τῷ κόσμῳ, εἰς ποταμοὺς τοῦ γάλακτος ὁδήγησον, παῖδας καὶ πτωχοὺς ἀστέγους, καὶ ὀνείρων τὰς πτέρυγας παράσχου!

Θεοτοκίον.
Ὗαἰνῶν ἡ φρικώδης θρηνῳδία τοὺς ἀνθρώπους ἐβύθισεν ἐν τρόμῳ· φόβου σκιὰς ἀπέλασον, Θεόνυμφε, λῦσον ἐκ δουλείας λαοὺς σου καὶ ὀβίδας μετάβαλε εἰς ἄρτους.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Κατῆλθε μέγας ἄγγελος ἐπὶ γῆς, καὶ ἐν μέσῳ κινδύνων εχαλύβδωσε τοὺς πιστούς· νύκτα τῆς Ῥωσίας τὴν σκοτεινὴν εἰς χαραυγήν μετέβαλεν, ἀνατείλας Γέροντα φωτεινόν, ἀθῴους κραταιοῦντα, ἐνόχους συγχωροῦντα, ἂν εἰς μετάνοιαν συνέλθωσιν.

Ὗψῶ, Θεὲ μου, δέησιν φοβεράν, ταῖς πρεσβείαις ἁγίου καὶ ἱέρακος πτερωτοῦ, τοὺς ἐχθροὺς μου πάντας τοὺς ἰσχυροὺς εἰς φωτισμὸν οδήγησε, ἶνα μεταβάλωσιν ἑαυτούς· κακίαν απορρίψουν, προσλάβωσιν ἀγάπην, ἶνα συγγνώμην Σου κερδίσωσιν.

Ῥαβδίζουσα συνείδησις ἰσχυρά, τιμωρεῖ τοὺς ἀδίκους ἐν τῇ κλίνη πάσῃ νυκτί· πλήν, πολλοὶ παράφρονες νοσηροί, αὑτῶν ψυχὴν ἠλλοίωσαν καὶ απεκτηνώθησαν φρικωδῶς! Ὦ εὔσπλαγχνε μου πάτερ, φονεῖς ἐξημερώσας, εἰς σωτηρίαν ανακάλεσε.

Ίσχύς μου, πάτερ ἅγιε Σεραφείμ, ἡ πρὸς πάντας ἀγάπη καὶ ἡ χάρις τῶν οὐρανῶν· λάμψον, περιπάτησον σὺν ἐμοί, ὅταν, εἰς δάση ἄγρια, τρέμων ἐν κινδύνοις ὁδοιπορῶ, καὶ πάντες μαστιγοῦσιν ασπλάγχνως τὴν ψυχὴν μου, ὢν τὰς ψυχὰς εἰς φῶς μετάβαλε!

Θεοτοκίον.
Ἕπίσκεψε, Κυρία τῶν οὐρανῶν, φιλοσόφους ἀθέους, ἐπιστήμονας ἰσχυρούς, δὸς αὑτοῖς ταπείνωσιν τῇ ψυχή, ἐκ τῆς κακίας ἴασαι, δίωξον τοὺς ὄφεις ἐγωισμοῦ, καὶ φύτευσον ἀγάπην, σὺν Σεραφείμ τῷ θείω, τῷ τοὺς ἀνθρώπους ἀγαπήσαντι!

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄξιον ἐστὶν σε ὑμνολογεῖν, κορυφαῖε Στάρετς καὶ τῆς Βίριτσας ὁδηγέ, πάτερ δύο τέκνων, διδάσκαλε δεκάδων, καὶ κηπουρὲ ἀνθρώπων ἐχόντων σύνεσιν!

Βἀλτός με κατέπιε τῶν παθών, ἐν βυθῶ κριμάτων ἀπὸ χρόνων ασφυκτιώ· πορφυρᾶ καρδία τοῦ εἰκοστοῦ αἰῶνος, παλμοὺς σου δώρισέ μοι ζωῆς πρὸς λύτρωσιν!

Γῆ θα με καλύψει τινὰ στιγμήν, καὶ νεκρὸς θα γείρω ὡς ὁ στάχυς ἐν θερισμῷ· τὴν ψυχὴν μου, πάτερ, λαβεῖν σε ἱκετεύω, καὶ φέρειν σὺν ἀγγέλοις εἰς φῶς οὐράνιον.

Δέομαι σου, τίμιε καὶ σοφέ, λαβὲ τὴν ψυχὴν μου εἰς τὴν γέφυρα τῶν ψυχῶν, καὶ κρατῶν ὡς βρέφος εἰς τὴν σεπτὴν σου χεῖρα, ἐκφεύγων τελωνίων, εἰς φῶς ὁδήγησον.

Ἕἴς τοῦ παραδείσου τὸν ποταμὸν σύναξον τὰ ἔθνη τὰ διψῶντα τὸν οὐρανόν· καὶ πολλοὺς ἀνύδρους ὡς ἔρημον πετρώδη, ποτίζων, θεῖε πάτερ, ὀάσεις ποίησον.

Ζείδωρε, πολύκρουνε ποταμέ, καὶ βροχὴ γλυκεία εἰς Ἀπρίλιον τῆς ζωῆς, Σεραφείμ παμμάκαρ, αὐθέντα τῆς ἀγάπης, ἐφήβους καὶ παρθένους ἀγάπη δρόσισε!

Ἡ τῆς ἀναστάσεως χαραυγή, ὄνειρον καὶ πόθος τῶν ἀνθρώπων τῶν ἐν τῇ γῆ, ἐν χερσὶν ἁγίων κρατεῖται ὡσεὶ δῶρον, ἐν οἷς ὁ κορυφαῖος πατὴρ τῆς Βίριτσας!

Θησαυρὸν μου, Γέροντα Σεραφείμ, τὸν ἀσκήσει μέγαν καὶ ἀνθρώποις θαυματουργόν, κίνησον, ψυχὴ μου, τὴν ὅλην πρόθεσιν σου, πρὸς μίμησιν ἀγάπης αὑτοῦ καὶ πίστεως.

Ἱκανὸν τὸν ἄνθρωπον θεωρῶ ἶνα τῆς εἰρήνης ἀναθρέψει περιστεράν· πλήν, ἐνδόξου Στάρετς ζητῶ τὴν μεσιτείαν, ἶνα Θεὸς δωρίση πᾶσι τὴν πρόθεσιν.

Κυνηγοί, τοξόται καὶ ἁλιεῖς στόχον ἔχουν θέσει τὴν καρδίαν τοῦ δυστυχοῦς· θεῖε πάτερ, σώσε τὰ ἔμψυχα στρουθία ἐκ τῶν δεινῶν παγίδων τοῦ πολεμήτορος!

Λάμπει ἐν τῷ βλέμματι τῷ σοφῶ, ὥσπερ φῶς ἡλίου, ἡ γαλήνη σου τῆς ψυχῆς· ἀετὸν σε λέγω καὶ ἔλαφον τοῦ δάσους καὶ θείαν ἀηδόνα, φρουρὲ τῆς Βίριτσας!

Μέσον τοῦ Πολέμου καὶ Κατοχῆς, εἰς χιλίας νύκτας προσηυχήθης ὑπὲρ λαοῦ· ὅθεν, φίλε πάντων, ἁγίου σου προστάτου, τοῦ Σεραφείμ τοῦ Σάρωφ, κόπον ἐξίσωσας.

Νικητὴς ἐδείχθης ἐν τῇ ζωή, δίωξιν ὑπέστης καὶ ὀδύνην ἀσθενειῶν, πλήν, οὐδὲν στενάξας, Θεὸν ἐνεπιστεύθης, τὴν προσευχὴν ὑψώσας ὡς μέγα λάβαρον.

Ξένος ἐν τῷ κόσμῳ περιπατῶ, ἄγνωστος εἰς πάντας ἐπλανήθην ἐν τῇ ζωή· σύναξόν με, πάτερ, εἰς πτέρυγας στοργῆς σου, καὶ δὸς μοι τὴν ἀγάπην καὶ καλοσύνην σου.

Οὐρανὸν ἐκ βάθους ἐπιζητῶ, πλὴν εἰς τῆς ἀπάτης λεωφόρον περιπατῶ· καὶ φρικτῶς τρεκλίζω εἰς νάρκωσιν ὀδύνης· σῶσον με, καρδιογνῶστα, ἐκ τῶν κακώσεων!

Πέπηγμαι ὡς μόλυνσις ἐν πληγή, δέομαι φαρμάκων, θεραπείαν ἐπιζητῶ· ἰατρὲ μου, σπεῦσον, φορείῳ τῆς ἀγάπης, ὑπομονῆς βοτάνη, πληγὰς μου ἴασαι.

Ῥέει τῶν αἱμάτων ὁ ποταμός, καὶ χρυσὸν σωρεύει τῶν ἀπλήστων ὁ συρφετός! Λέων τῆς Ῥωσίας, σταυραετὲ Γερόντων, εντόπισον ἀθῴους καὶ υπεράσπισον!

Στέφος ἀφθαρσίας τὸ θαλερὸν ἐκ Θεοῦ ἐτέθη εἰς τιμίαν σου κεφαλήν· καὶ λευκὴ σου κώμη, ὡς βασιλέως στέμμα, ἐδέχθη τῶν ἁγίων τὸ φωτοστέφανον!

Ταραχώδης θάλασσα τῆς ζωῆς καταπονουμένους πνίγει πάντας καὶ δυστυχεῖς! Δέησιν ἐκπέμπω, ναυαγοσῶστα, σύρε τοὺς ναυαγοὺς τοῦ βίου εἰς ἐπιφάνειαν.

Ὗψίκορμοι δρύες τῶν ἀρετῶν, ἐν ὑμῖν γνωρίζω τὸν πολύκλωνον Σεραφείμ, ὅστις ἐν ἀγκάλαις πλουσίων φυλλωμάτων, φιλοξενεῖ στρουθία καὶ ζῷα ἔμψυχα!

Φέρων τὰς ἀκάνθας ἐν ταῖς χερσί, χεῖρας ἀνατείνω μέσῳ θρήνων πρὸς οὐρανόν! Καὶ ζητῶ μεσίτην, ὁ ἄπελπις καὶ τάλας, θαυματουργὲ μου Στάρετς, διψῶν ἀνάστασιν!

Χαίρων ἀνεκάλυψα θησαυρόν, μέλαν μαργαρίτην τὸν πολύτιμον Σεραφείμ· καὶ φυλάξαι σπεύδω μικρὰν αὑτοῦ εἰκόνα εἰς βάθος τῆς καρδίας, ὡς ὅπλον ἄριστον.

Ψεύδη παρατάσσω πρὸς ἐμαυτόν, ὡς ψευδῆ καθρέπτην, προσωπεῖον ἠθοποιοῦ, κρύπτω τὴν κακίαν καταπακταῖς καρδίας· ἐλθών, ὡς πῦρ ἡλίου, ὅλον με φώτισον!

Ὥσπερ γέρων γλάρος τραυματισθεὶς ἐκ παιδὸς σφενδόνης προσγειούμαι εἰς τὴν ἀκτήν, ἐκ πολλῶν κριμάτων αἱμορραγῶν καὶ κλαίων, καὶ δέομαι σου, πάτερ, ταύτᾳ συγχώρει μοι!

Στίφη ἀοράτων γαλαξιών, ἀγγέλων δυνάμεις, ἀποστόλων ἀστερισμοί, τῶν ἁγίων φῶτα, λαμπρὰ Ἡλίου Μῆτερ καὶ Σεραφείμ φωστὴρ μου, πᾶσιν ἀστράψατε!

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Απολυτίκιον.Τον Συνάναρχον Λόγον.
Τὸν ἐν Βίριτσα μέγαν, ἀγγέλοις ὅμοιον, ἄνθος ἁγίας Ῥωσίας, τὸν ἱερὸν Σεραφείμ, συνελθόντες εἰς ναούς, πανηγυρίσωμεν! Ὅτι ἐκ θλίψεων πολλῶν καὶ μεγάλης ἀρετῆς ἐτρύγησε θεῖον βότρυν· καὶ εἰς θρόνον ἐν παραδείσῳ, γλυκὺς καὶ πρᾶος, τοὺς λαοὺς προσκαλεῖ.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.

 

Πηγή

Βίος του Αγίου Σεραφείμ της Βίριτσα