Παρακλητικός Κανών εις τον Άγιο Ένδοξο Μεγαλομάρτυρα Θαλλέλαιου του Ιαματικού και Αναργύρου

Ποίημα Αγίου Νικοδήμου του Ναξίου

†Εορτάζεται στις 20 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ παρόν Τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τοῦ Θαλλελαίου τῷ ναῷ νῦν προσδράμωμεν, οἱ ἀσϑενοῦντες καὶ εἰκόνι, προσπέσωμεν, αὐτοῦ ἐκ κατανῦξεως κραυγάζοντες ψυχῆς, ὦ Μάρτυς σπλαχνίσθητι, ἐφ᾽ ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης ἀνάγκης, μὴ παραβλέψας δέησιν οἰκτρὰν, τῶν προσφυγόντων τῇ σκέπη σου Ἅγιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βρύεις ἔλαιον θαυμάτων.
Ἐν δὲ τοῖς Θεοτοκίοις. Γεωργίου.

ᾨδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Βαβεῖσαν πορφύρον ἀθλητικοῖς, αἰμασί σου Μάρτυς, Ἔκκλησία ἡ τοῦ Χριστοῦ, περιβεβλημένη ἐγκαυχᾶται, καὶ εἰς πρεσβείαν καλεῖσαι Θαλλέλαιε.

Ῥώμην ἀπροσμάχητον ἐκ Θεοῦ, λαβὼν ἀθλοφόρε, μυριὰσι ταῖς τῶν ἐχθρῶν, ἐπάλαισας μόνος ἐν ἀγῶνι, τῷ τὴς ἀθλήσεως Θαλλέλαιε.

Ὑλὴν ἀποθέμενος σαρκικὴν, καὶ τὴν τῶν ἀύλων, πολιτεῖαν ἐπὶ τῆς γῆς, ἀνύων Ἀγγέλων, καὶ ταῖς τούτων χοροστασίαις συνηρίθμησαι.

Θεοτοκίον.
Γἡγενεῖς τῷ τόκῳ σου ἀπὸ γῆς, πρὸς οὐρανοῦ ὕψος, ἐπανήχθημεν ἀληθῶς, Ἂγνὴ Θεοτόκε καὶ Αγγέλων, χοροστασίαις ἡριθμήθημε.

ᾨδή γ΄. Σὺ εἴ τὸ στερέωμα.
Ἒλαίον ἐλίπανε τὴν κεφαλὴν τὴν σὴν ἔνδοξε, τὸ τοῦ Χριστοῦ, διατοῦτο πλάνης, οὐ προσήκω τὸ ἔλαιον.

Ἴασιν τὰ αἴματα πᾶσι βροτοῖς τὰ σὰ ἔβλυσε, καὶ ἐκ τῇς γῆς λύθρα ἀσεβείας ἀπεκάθηρε ἔνδοξε.

Σάρκα καθηπέταξας, τῷ διὰ σὲ ὁμιλήσαντι, Μάρτυς σταυρῷ, καὶ ζωῆς ἀφθάρτου, ἠξιώθης μακάριε.

Θεοτοκίον.
Ἐλυσεν ὁ τόκος σου, ἁμαρτιῶν ἡμῶν ἄχραντε, τὰς ἐνοχὰς, καὶ δικαιοσύνη πιστοὺς πάντας συνέδησε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστοι σοι προσιόντος, ὂτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος ὦ Ἀθλοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδή δ΄. Εἰσακήκοα, Κύριε.
Λαμπρυνθέντα σε πρότερον, ἀρετῶν τῇ αἴγλη Χριστὸς ἐδέξατο, ἐν σταδίῳ τῆς ἀθλήσεως, ὥσπερ ἐν νυμφῶνι καὶ ἐδόξασεν.

Ἰατρεῖον σὲ δέδοκεν, ὁ δεσπότης πᾶσι πιστοῖς Θαλλέλαιε, καὶ ταῖς σαῖς θείαις ἐντεύξεσι, θεραπεύει πάθη τῶν ψυχῶν ἡμῶν.

Οἱ κρουνοὶ τῶν αἱμάτων σου, μύρα ἰαμάτων πᾶσι πηγάζουσι, καὶ ἐλαύνουσι Θαλλέλαιε, ἀηδίαν νόσων καὶ θλίψεων.

Θεοτοκίον.
Ὠς ἀκένωτον Δέσποινα, σὲ τῶν χαρισμάτων ταμεῖον ἔχοντες, τῶν θαυμάτων ποριζόμεθα, δωρεὰς ἀφθόνοὺς ἐκ σοῦ Πάναγνε.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Νέφη ἀλγεινῶν, καὶ βασάνων οὐκ ἐκάλυψαν, τὸ φαεινὸν τῆς καρτερίας σου, ἐξέλαμψας, γὰρ ἀθλοφόρε ὑπὲρ Ἥλιον.

Θέλλων νοητῶς, ἐν λιβάνῳ τῷ τῆς πίστεως, εὐωδίαν πᾶσαν ἔπνευσας, τοῦ μαρτυρίου, παναοίδιμε Θαλλέλαιε.

Ἀρματι σοφέ κεχριμένος τῆς ἀθλήσεως, ἀεροπόρος ἀναβεβέκας, προς θεῖον ὖψος, τὸ τῆς χάριτος Θαλλέλαιε.

Θεοτοκίον.
Ῥὕπον ἐμπαϑῶν, λογισμῶν ἀποκαθάρασα, τὴν ψυχὴν μου θεονύμφευτε, ταῖς πρεσβεῖαι, ἄγνόν με Θεῷ παράστησον.

ᾨδή στ΄. Ἰλάσθητί μοι σωτήρ.
Λατρεύων ζῷντι Θεῷ, καὶ ποιητῇ πάσης κτίσεως, σεβᾶσματα βδέλυκτα, ἀπώσω Θαλλέλαιε, διὸ σὲ ἐδόξασεν ὁ ἀγωνοθέτης, καὶ ἐν ἄλλοις καὶ ἐν θαύμασιν.

Ἐξέτεινας τοὺς βλαστοὺς, ὥσπερ ἐλαία κατάκαῤπος, τῆς καρτερίας σοφέ, εἰς ὕψος νοούμενον· διὸ καὶ ἀνέβλυσας ἔλαιον θαυμάτων, τοῖς πιστοῖς Μάρτυς Θαλλέλαιε.

Λαμπάδα τὴν ψυχήν, ἐλαίῳ μάρτυς Θαλλέλαιε, τῶν ἀρετῶν νοητῶς, κοσμηθεῖσα ἔνδοξε, πυρὶ τῆς ἀθλήσεως διανῆψας ὅθεν, εἰς παστάξαν θείαν ἔφθασας.

Θεοτοκίον.
Γεγόναμεν οἱ θνητοὶ, ἀθάνατοι θείᾳ χάριτι, τῷ τόκῳ σου καὶ φθορᾶς, τῆς πρῴην ἐῤῥύσθημεν, Θεοτόκε ἄχραντε, καὶ τῆς ἀφϑαρσίας, τῇ στολῇ κατεκοσμήθημεν.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος ᾧ ἀθλοφόρε.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τῆν σῆν ὡς ὄπλο ἀπροσμάχητον πλουτοῦντες ἀεί, οἰ πιστοί σοι προσφεύγοντες, ἐκτενῶς βοῶμέν σοι· ἀθλοφόρε Κυρίου πρόφθασον, καὶ ἐκ’ κινδύνων λύτρωσαι ἡμᾶς, τὸν πάντων δεσπότην ἱλεούμενος.

Προκείμενον.
Θαυμαστὸς ὁ θεός…
Στίχος. Τοῖς Ἂγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ…

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄. 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μἠ παρίδης δέησιν ὦ Ἀθλοφόρε Κυρίου, τοῦ πιστοῦ ἰκέτου σου, ἄλλα πλήρου τὰ αἰτήματα· θλίψις γὰρ πάντοθεν, συμφορῶν ἕνεκεν, ἀμετρήτων περιέχει με, μὴ οὺν ἐάσης με, τῷ τῆς ἀθυμίας βαπτίζεσθαι, κλύδωνι και συνέχεσθαι, ἐν δυναῖς ἀεὶ περιστὰσεσιν, ἀλλὰ σπεῦσον σῶσοὺς, ἐκ πάσης τρικυμίας κακῶν, σαῖς εὐπροσδέκτοις δεήσεσιν, ὅπως μακαρίζω σε.

Σῶσον ὁ Θεός τὸν λαό σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀναβας εἰς τὸ ὕψος, τῆς Χριστοῦ ἐκκλησίας μάρτυς Θαλέλαιε, εἰδώλων ἐβδελύξω, τὴν χαμαίζηλον πλάνην, καὶ ἀπαύστως ἐκραύγαζες, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογὴτρς εἶ.

Ἐξ ἀφθόνων ναμάτων, τῶν τοῦ πνεύματος χάριν ἀπαρυσάμενος, θαυμάτων τοῖς αἰτοῦσιν, ἀφθόνως ταῦτα πᾶσι, διανέμοις Θαλλέλαιε, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Θαυμαστὸς ὡς ὑπάρχων, ἐν ἁγίοις σου πᾶσι μόνε φιλάνθρωπε, θαυμάστωσον οἰκτίρμων, πρεσβείαις Θαλλελαίου, τὸ σὸν πλούσιον ἔλεος, ἐν τοῖς ὑμνοῦσι Χριστὲ τὴν σὴν οἰκονομίαν.

Θεοτοκίον.
Ἵνα πάντας ἑλκύση, πρὸς οὐράνιον δόξαν ὁ ποιητὴς τοῦ παντὸς, ἐκ σοῦ Θεογενῆτορ, ηὐδόκησε τεχθῆναι, καὶ ἡμῖν ὡς φιλάνθρωπος, καὶ εὐεργέτης Θεός, σαρκὶ ἀναστραφῆναι.

ᾨδή η΄. Ἑπταπλασίως κάμινον.
Ἀποβαλὼν τὴν ἄστατον σοφίαν Μάρτυς ἔνξοξε, τῶν ἐγκαυχομένων, Ἐλλήνων ἐν πλάσμασι, τὴν γνῶσιν τὴν ἄπταιστο, καὶ λόγον τὸν ἀσάλευτον, τοῦ Δεσπότου πάντων καὶ Θεοῦ ἐπεσπάσω, βοῶν αὐτῷ ἀπαύστως, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὑπεραρθεὶς Θαλλέλαιε, τῶν γηΐνων τῷ πνεύματι, καὶ τον ποιητὴν καὶ λυτρωτὴν θεώμενος͵ νοὸς καθαρότητι, τὰ ἀλγεινὰ ὑπέμεινας, ἐναθλῶν γενναίᾳ, τῇ ψυχῆ ὑπὲρ τούτου, καὶ κράζων εὐλογεῖτε, ἱερεῖς τὸν Δεσπότην, λαὸς ὐπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Μἀρτυρικοῖς τοῖς αἴμασι, στολὴν βάψας Θαλλέλαιε, τάυτῇν περιέϑου, νοητῶς βασίλειον, ὡς κόσμον και ἅπασι, τοῖς ἀθληταῖς καὶ μάρτυσιν, ἐν ἐπουρανίοις, ταῖς σκηναῖς συγχορεύεις, βοῶν ἀκαταπαύστως, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ο ἐκ μὴ ὄντων ἅπαντα, συστησάμενος ῥήμασι, σάρκα ἀνθρωπίνην, ἀπὸ σοῦ ἀνέλαβε, ὁ μόνος ἀθάνατος, δι᾽ εὐσπλαχνίαν ἄχραντε, ἵνα ἀναπλάσῃ, ὦ Θεὸς εὐεργέτης, αὐτὴν ἀναβοῶσαν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς, πάντας εἰς τοὺς αἰῶνας.

ᾨδή θ΄. Ἔφριξε πᾶσα ἀκοὴ.
Ἅνθεσι τοῖς τῶν ἀρετῶν, ἀθλοφόρε νοητὸν πλέξας στέφανον, τοῖς τῆς σῆς ἀθλήσεως, καϑάπερ λίθοις τοῦτον ἐκόσμησας, καὶ ἐκαλώπισας τερπνοῖς, Θαλλέλαιε στίγμασιν, ὅν περικείμενος, εἰς οὐράνιον παστάδα ἐχώρησας.

Τἔτρωται βέλει νοητῷ, καρτερίας ὁ τετρώσκων τὸ σῶμα σου, ἐχϑρὸς ἀρχέκακος, καὶ ἀσθενείς εἰς γῆν κατέπεσε, σὺ δὲ ῥωννύμενος ψυχὴν πρὸς ὔψος Θαλλέλαιε ἤρθης οὐῥάνιον, ἀνυμνῶν τὸν δυναμοῦντά σε Κύριον.

Νὅησιν πᾶσαν γηγενῶν, αἰτῶν ἄθλων ἀμοιβαῖ τοῦ Θαλλέλαιε, ὑπερανέχουσαι ὐπερ ἐλπίδας χάριτας βρύουσιν, αἵς καὶ ἡμᾶς τοὺς εὐσεβῶς, καὶ πιστῶς γεραίροντας, τὰ σὰ παλαίσματα, ἐκ καρδίας αἰτουμένους ἐπίσκεψιν.

Θεοτοκίον.
Ὑψωσον Δέσποινα ἁγνὴ, τῆς ψυχῆς μου τὸ χαμαίζηλον φρόνημα, πρὸς τὸν ὑπέρτατον, καὶ θεῖον πάϑον τοῦ σοῦ ὑιοῦ καὶ Θεοῦ ἵνα τῷ ἔρωτι αὐτοῦ, ἀεὶ πυρπολούμενος, καὶ ἀλλοιούμενος, πρὸς αὐτὸν δι᾿ ἀρετῆς ἀναφερώμαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἀναργύρων εὖχος περικαλλὲς, καὶ μαρτύρων μέγα, ἐγκαλλώπισμα τῶν πιστῶν, ἁπάντων προστάτα, Θαλλέλαιε τρισμάκαρ, τοὺς σὲ ὑμνολογοῦντας, κινδῦνων λύτρωσαι.

Δἰδου τὰς ἰάσεις πᾶσιν ὑμῖν, τῶν παθῶν καὶ νόσων, σαρκικῶν τε καὶ ψυχικῶν, Θαλλέλαιε μάρτυς, ὡς τῶν σῶν ἰαμάτων, παρὰ χειρὸς Κυρίου, χάριν δεξάμενος.

Ἕτερα συνταχθέντα παρὰ τοῦ Δήμ. Διακοπούλου.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοὶ, τὸν τοῦ Θεοδώρου τὸ θράσος, καθελόντα, καὶ τοῦ Χριστοῦ τὸ παθός ἐκμιμησάμενον, Θαλλέλαιον τὸν μέγαν, πάντες δοξάσομεν.

Λύτρωσαι σοὺς δούλους ἐκ τῶν δεινῶν, Μάρτυς ἀθλοφόρε, τῶν τοῦ σώματος καὶ ψυχῆς, καὶ ῥῦσαι κινδύνων, ταῖς σαῖς πρεσβείαις μάκαρ, τοὺς πόθῳ σε καὶ πίστει ἀεὶ γεραίροντας.

Φύλαττε καὶ σκέπε τοὺς δούλους σοῦ ἀθλητὰ, Μάρτυς ᾧ ἀθλοφόρε, τοὺς τιμῶντὰς σε εὐλαβῶς, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, Θαλλέλαιε τρισμάκαρ τῇ μεσιτείᾳ σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς θείαν καὶ σεπτήν, σοῦ ασπαζομένους εικόνα, μάρτυς Θαλλέλαιε, πᾶσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, ἀλλοφύλων ἐφόδους τε, λοιμοῦ τε λιμοῦ τε σεισμοῦ καταπτώσεως, καὶ παντός ἂλλου κακοῦ, ὅπως εὐχαρίστοις ἐν ὔμνοις ὠς κοινόν ἡμῶν εὐεργέτην, σὲ ἀκαταπαύστως μεγαλύνωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

 

Πηγή

Και η Ακολουθία του Αγίου