Παρακλητικός Κανών εις στον Άγιο Θεόδωρο τον Τήρωνα

Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ

†Εορτάζεται στις 17 Φεβρουαρίου
και η Ανάμνηση Θαύματος των κολλύβων εορτάζεται το Σαββάτο (Ψυχοσάββατο) της πρώτης εβδομάδας της Μεγάλης Τεσσαρακοστής

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ Τροπάριo·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν γενναιότατον Χριστοῦ στρατιώτην, καὶ εὐσεβῶν Χριστιανῶν τὸν προστάτην, ὑμνολογοῦντες κράζωμεν ἐκ βάθους ψυχῆς ἅγιε Θεόδωρε, ταῖς ἐνθέρμοις λιταῖς σου, δαιμονικοῦ τεχνάσματος, καὶ αἱρέσεως πάσης, τοὺς σοὺς οἰκέτας λύτρωσαι, Σεπτέ, καὶ νόσου πάσης ταχέως ἀπάλλαξον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανῶν, ἔχων ἀκροστιχίδα·
Θεοῦ σε μέλπω δωρεῶν ἐπώνυμε.
Ἐν τοῖς Θεοτοκίοις· Σεραφείμ.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα καὶ Νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεόδωρε Μάρτυς ἐν Οὐρανοῖς, σὺν Ἀγγέλοις χαίρων, τοὺς τιμῶντας σὲ εὐλαβῶς, καὶ προσκαλουμένους σε κινδύνων, καὶ περιστάσεων καὶ νόσων διάσωσον.

Εἰς ἄθεον δόγμα Μάρτυς Χριστοῦ, σωτὴρ ἀνεφάνης καὶ ὑπέρμαχος κραταιός, πᾶσιν εὐσεβέσιν ἐκ βρωμάτων, θεοστυγῶν αὐτοὺς κολλύβοις ῥυσάμενος.

Ὁ στέφος ἀμάραντον ἐκ Θεοῦ, λαβῶν Χριστοῦ Μάρτυς, καὶ τοῖς Μάρτυσι συσκηνῶν, φύλαττε λιταῖς σου τοὺς ἐν πίστει, καὶ εὐλαβείᾳ σὴν Μνήμην γεραίροντας.

Θεοτοκίον.
Σοφίαν καὶ Λόγον τόν τοῦ Πατρός, ἀφράστως τεκοῦσα, τῆς ψυχῆς μου τὰ χαλεπά, θεράπευσον πάθη, ὢ Παρθένε, καὶ αἰωνίου χαρᾶς μὲ ἀξίωσον.

ᾨδὴ γ΄. Σὺ εἰ τὸ στερέωμα.
Ὕμνους, ὢ Θεόδωρε, νῦν ἐτησίους προσάγω σοι, καὶ ἐκ ψυχῆς δέομαι σου, Μάκαρ, ἐκ κινδύνων με λύτρωσαι.

Στήριγμα, Θεόδωρε, τῷ σῷ οἰκέτῃ γενήθητι, καί τὴν ὀρθὴν καὶ ἁγίαν πίστιν, ταῖς πρεσβείαις σου κράτυνον.

Ἔχω τὴν καρδίαν μου, προσηλωμένην, Θεόδωρε, ἐπὶ σοὶ νῦν, τῆς σῆς προστασίας, καὶ τῆς σκέπης δεόμενος.

Θεοτοκίον.
Ἔχων σὲ βοήθειαν, οὐκ αἰσχυνθήσομαι, πάναγνε, Μῆτερ Θεοῦ· ἔχων σὲ προστάτιν, οὐ πτοοῦμαι τὴν κόλασιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μυσαρῶν ὡς διέσωσας, τῶν τοῦ παραβάτου βρωμάτων, Ἅγιε, τοὺς πιστοὺς οὕτω τοὺς δούλους σου, τῆς αἱρετιζόντων λώβης φύλαξον.

Ἐκ κινδύνων καὶ θλίψεων, πάντας ἀδοκήτων, μάρτυς Θεόδωρε, διαφύλαττε ἀπήμαντον, τὸν πιστῶς τῇ σκέπη σου προστρέχοντα.

Λυτρωτής, ὧ Θεόδωρε, ὄντως εὐσεβούντων σὺ ἀναδέδειξαι, διαλύσας διατάγματα, Ἰουλιανοῦ τῇ ἐπινοίᾳ σου.

Θεοτοκίον.
Ῥῶσιν δίδου μοι, Πάναγνε, καὶ τὴν ζοφερὰν ψυχήν μου καταύγασον, αἴγλη θεία· σὺ γὰρ ἔτεκες, Φῶς τὸ ἐνυπόστατον, Παναμώμητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πόθῳ καὶ χαρά, ὑμνῳδίας σοὶ προσάγοντας, ἐκ τῶν τεχνασμάτων τοῦ πονηροῦ, ἀβλαβεῖς τηρεῖσθαι δεόμεθα, Θεόδωρε.

Ὡς τις ἀριστεύς, τὰς πλεκτάνας οὖν συνέτριψας, τοῦ ἀποστάτου καὶ τοὺς εὐσεβεῖς, μάρτυς Θεόδωρε, πανσόφως σὺ διέσωσας.

Δέου τοῦ Θεοῦ, ὧ Θεόδωρε πανεύφημε, ἐκ παντὸς κινδύνου καὶ χαλεπῶν, νόσων ῥυσθῆναι, καὶ αἱρέσεων τοὺς δούλους σου.

Θεοτοκίον.
Ἄχραντον Ἀμνόν, συλλαβοῦσα, Παναμώμητε, αἴροντα βροτῶν ἁμαρτήματα, λύσιν δυσώπει αὐτῶν, δοῦναι μοι τῷ δούλῳ σου.

ᾨδὴ στ΄. Ἱλάσθητι μοὶ Σωτήρ.
Ὡς μάταιον καὶ σαθρόν, τοῦ ἀποστάτου τὸ πρόσταγμα, Θεόδωρε θαυμαστέ, ποτὲ σὺ κατῄσχυνας, οὕτω νῦν ματαίωσον, δρακοντείους δόλους, καὶ ἡμᾶς ἀτρώτους φύλαξον.

Ῥωσθεὶς δυνάμει Θεοῦ, τῆς εὐσεβείας ὑπέρμαχος, Θεόδωρε πεφυκώς, τὴν πλάνην ἐμείωσας· καὶ νῦν ἱκετεύω σε, τῶν παθῶν εἰκόνας, τῆς ψυχῆς μου ἐξαφάνισον.

Ἐνθεῶ καὶ εὐσεβεῖ, ζήλῳ ὡς πάλαι διέσωσας, τοὺς Ὀρθοδόξους σοφέ, βουλῆς τοῦ ἀλάστορος· οὕτω διαφύλαξον, ἡμᾶς ἀσαλεύτους, ἐν τῇ πίστει σου δεόμεθα.

Θεοτοκίον.
Φωτὸς νεφέλη σὺ εἰ, καί τοῦ Θεοῦ θρόνος ἔνδοξος, Παρθενομῆτορ Ἁγνή· ψυχῆς οὖν τὰ ὄμματα, τῆς ἐμῆς νῦν φώτισον, καὶ παθῶν ἀχλύος, τὴν καρδίαν μου καθάρισον.

Διάσωσον, ἐρεσχελείας ἁπάσης ἐχθρῶν ἐχθίστων, Θεόδωρε ἀθλητά, ἡμᾶς τοὺς πόθῳ τιμῶντας σέ, ὡς ἕτοιμος βοηθὸς Ὀρθοδόξων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Προστάτα τῶν πιστῶν ἀκαταίσχυντε, καὶ μεσῖτα τῶν δεομένων ἑτοιμότατε, μὴ παρίδῃς ἡμῶν τῶν δεομένων σου, τὰς οἰκτρᾶς φωνάς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, καὶ ἀπάλλαξον ἡμᾶς, τῶν Μαρτύρων μέγιστε Θεόδωρε, πάσης κακουχίας καὶ περιστάσεως, καὶ σῶσον ἡμᾶς ταῖς ἐνθέρμοις σου, πρός τὸν Κύριον δεήσεσι.

Καὶ εὐθύς τὸ Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.
Στίχος. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κά΄. 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματος μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατά τὸ μέγα ἔλεός Σου καὶ κατά τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημα μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Λαμπρὰ καὶ χαρμόσυνος, ἡ παναγία σου μνήμη, Θεόδωρε ἔνδοξε, ἐφέστηκε σήμερον ἡμῖν ἅπασι, Σὺ γὰρ θαυμάσιε, τὸν λαὸν ἄχραντον, τοῦ Κυρίου ποτὲ ἔσωσας, ἐν ἑνὶ θαύματι, κολλύβοις κορέσας Πανάγιε· καὶ νῦν σὲ ἱκετεύομεν, ῥῦσαι φυλευσπλάγχνως ἐκ θλίψεως, καὶ λύμης παντοίας, αἱρέσεως καὶ πάσης ἀπειλῆς, ἐχθρῶν ἀπίστων πρεσβείαις σου, ἐνθέοις τοὺς δούλους σου.

Σῶσον ὁ Θεός τὸν λαὸν σου…..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὧ Θεόδωρε Μάρτυς, σὲ συλλήπτορα ἔχων τῆς σωτηρίας μου, καὶ πίστεως τῆς θείας, προστάτην καὶ ζωῆς μου, ἀκαταίσχυντον φύλακα, οὐ πτοοῦμαι πότε, δαιμόνων ἐπηρείας.

Νηστείαν τὴν ἁγίαν, ὡς ἐτήρησας πάλαι, Μάρτυς, ἀμόλυντον, καὶ νῦν οὕτω σοὺς δούλους, αὐτὴν ταὐτὴν λιταῖς σου, διανύσαι ἀξίωσον, περιχαρῶς καὶ ἁγνῶς, Θεόδωρε παμμάκαρ.

Ἐπινοίᾳ ἐνθεῶ, ὡς διέλυσας Μάκαρ, τυράννου σόφισμα, καὶ νῦν οὕτω πρεσβείαις, ταῖς σαῖς τῆς ἐπινοίας, τοῦ ἐχθροῦ περισῴζεσθαι, παρακαλοῦμεν θερμῶς, οἱ δοῦλοί σου Τρισμάκαρ.

Θεοτοκίον.
Ἐκ γαστρός σου προῆλθε, σαρκωθείς ὁ τῶν ὅλων, Παρθένε Κύριος, αὐτὸν οὖν ἐκδυσώπει, ῥυσθῆναι με πταισμάτων, καὶ κινδύνων καὶ θλίψεων, Σὺ γάρ τῶν εὐσεβῶν,  πέφυκας ἡ προστάτις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Παρανομήσαντα, ἀποστάτην ὡς πάλαι, σὺ κατῄσχυνας σοφὴ ἐπινοίᾳ, καὶ ἡμᾶς ἀσέμνων, φύλαξον μιασμάτων.

Ὡς νουνεχής, ὢ Θεόδωρε Μάρτυς, σὺ κατέβαλες δεινὸν ἀποστάτην, καί τοὺς Ὀρθοδόξους, σοφία σου ἐρρύσω.

Νόμῳ τῷ θείῷ, πεφραγμένος, θεόφρον, ἀνομώτατον διήλεγξας νόμον, φυλάξας ἐκ τούτου, τοὺς εὐσεβεῖς ἀτρώτους.

Θεοτοκίον.
Ἶνα ὑμνῶ σέ, μετὰ πόθου, Παρθένε, νοητῆς αἰχμαλωσίας με ῥῦσαι, λύτρον ἀντιδοῦσα, τὸ Πάθος τοῦ Σοῦ τόκου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑμνῶν σε ἐκ καρδίας, Θεόδωρε Μάρτυς, δώρων τῶν θείων ἐμὲ καταπλούτισον, ὡς δώρου θείου, φερώνυμος, Πανακήρατε.

Μαρτυρική τῇ αἴγλη, Θεόδωρε μάκαρ, καταλαμπόμενος πάντας τοὺς σὲ γεραίροντας, φωτὶ ἀΰλῳ πρεσβείαις σοῦ καταλάμπρυνον.

Ἐκ τοῦ πυρός, ὧ Μάρτυς, σθένει ὡς ἐῤῥώσθης, τῷ θεϊκῷ παρανόμου οὕτως ἡμᾶς βουλῆς, τῶν τυραννούντων, Θεόδωρε, σὺ διάσωσον.

Θεοτοκίον.
Μαρία Θεὸν Λόγον, ὃν ἔτεκες δυσώπει, ὑπέρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε, τοῦ λυτρωθῆναι κινδύνων, καὶ περιστάσεων.

Ἄξιον ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σέ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῶν καμνόντων πέφυκας ἰατρός, αἰχμαλώτων ῥύστης, καὶ μεσίτης ἁμαρτωλῶν, εὐσεβῶν προστάτης, παράκλησις πενθούντων, καὶ κεραυνὸς τυράννων, σοφὲ Θεόδωρε.

Τὸν ἀπὸ βρωμάτων τῶν μυσαρῶν, τῶν τοῦ παραβάτου, λυτρωσάμενον τοὺς πιστοὺς καὶ θρέψαντα τούτους, τροφή τῇ τῶν κολλύβων, Θεόδωρον τὸν θεῖον, πάντες ὑμνήσωμεν.

Σήμερον μετέστρεψεν εἰς χαράν, πιστῶν τὰς καρδίας, τεθλιμμένας πάλαι δεινῶς, καί τὴν παραβάτου, κατέστρεψεν ἀπάτην, Θεόδωρος ὁ Μάρτυς, ὃν εὐφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καί τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν  ὡς  εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τὸ  ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν…
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ τροπάριον. Ἦχος β΄.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! Ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο πυρὶ γὰρ ὁλοκαυτωθεῖς, ὡς ἄρτος ἡδύς τῇ Τριάδι προσήνεκται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄.Ὄτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Πάντων εὐσεβῶν σὺ ἀληθῶς, ἔνθερμος προστάτης ἐδείχθης, μάρτυς Θεόδωρε· πάντες οὖν προσάγομεν σοὶ χαριστήρια, καὶ σωτῆρα γινώσκοντες, ἐν πίστει βοῶμεν, ῥῦσαι ταῖς πρεσβείαις σου, τῆς προσβολῆς τῶν ἐχθρῶν, πάσης ἀπειλῆς, πάσης λύπης, καὶ αἱρετικῶν τυραννίας, τοὺς πιστῶς γεραίροντας τὴν Μνήμην σου.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.