Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυς Θεοδώρου του Βυζαντίου Πολιούχου Μυτιλήνης
Η ακολουθία του Παρακλητικού Κανόνος αντεγράφη εκ χειρογράφου της εν Αγίω Όρει Ιεράς Ιβιρητικῆς σκήτης του Τιμίου Προδρόμου
†Eορτάζεται στις 17 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ ἀθλοφόρῳ τοῦ Χριστοῦ τῷ γενναίῳ, νῦν προσδραμόντες οἱ πιστοί, ὁμοφώνως, ἐν μετανοίᾳ, κράξωμεν αὑτῷ ἀληθεῖ, ἅγιε Θεόδωρε, νεομάρτυς Κυρίου, σπεῦσον ἐξελοῦ ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης, καὶ ἐπηρείας, μάκαρ, τοῦ ἐχθροῦ, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, ἔνδοξε.
Δόξα.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ πάντιμον λείψανον τοῦ Θεοδώρου, πιστοί, ἐνδόξως τιμήσωμεν ὡς θησαυρὸν τιμαλφῇ, καὶ πάντες βοήσωμεν, σῶσον ἐκ τῶν κινδύνων, τοὺς πιστῶς σε τιμῶντας, ὡς πότε σὺ ἐρρύσω, ἐκ πανώλους τὴν πόλιν, καὶ πάντας περιφρούρησον ταῖς ἱκεσίαις σου.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών.
Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἁρματηλάτην Φαραὼ ἐβύθισε.
Πρός τὴν σὴν ὄντως κραταιὰν ἀντίληψιν, οἱ ἐν κινδύνοις πολλοῖς, συσχεθέντες Μάρτυς, πεφευγότες κράζομεν, σπεῦσον Χριστοῦ Θεόδωρε, ῥῦσαι θλίψεως πάσης, τοὺς σε ἀεὶ μακαρίζοντας, καὶ τὰ σᾶ δοξάζοντας τρόπαια.
Πάσαις ἰδέαις λυπηρῶν κυκλούμενοι, καὶ ἀντιπνοίαις ἀεί, τῶν σκανδάλων βίου, ὑπὲρ νοῦν βαλλόμενοι, πρός τὴν σήν, Θεόδωρε, ταχινὴν προστασίαν προσπεφευγότες, δεόμεθα, τούτων λυτρωθῆναι, πανεύφημε.
Τοὺς καθ΄ἠμών ἐγειρομένους κλύδωνας ἓξ ἀοράτων ἐχθρῶν, καί τῶν ὁρωμένων, καὶ δεινὴν κατάλυσιν, ἐπαπειλοῦντας, Ἅγιε, τῇ ῥοπὴ πρεσβειῶν σου, εἰς νηνεμίαν μετάτρεψον, καὶ φαιδρὰν γαλήνην, Θεόδωρε.
Θεοτοκίον.
Γῆν εὔφορον Θεοτόκε Δέσποινα, σε δυσωπῶ ἐκτενῶς, τὴν ἀκανθοφόρον ποίησον, γεωργίᾳ ἐνθεῶ, τῶν πρεσβειῶν σου Πανάχραντε, ὅπως κατὰ χρέος δοξάζω σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πρὸς Θεοῦ σὺ ἐδόθης, δῶρον πιστοῖς ἔνδοξε, σε προσκαλουμένοις ἐκ πόθου, μάρτυς Θεόδωρε, ἐκ τῶν κινδύνων ἀεί, πάντας λυτρούμενος μάκαρ, ταῖς πρός τὸν φιλάνθρωπον, θείαις πρεσβείαις σοῦ.
Τὶς ἰσχύσειεν ὄντως, σου ἐξειπεῖν Ἅγιε, τὰς τερατουργίας ἐν κόσμῳ, Μάρτυς, καί τὴν βοήθειαν προσπεφευγότες πιστῶς, μετὰ δακρύων αἰτοῦμεν, νεῦσον ἐλευθέρωσον ἡμᾶς Θεόδωρε.
Συνεχόμενοι θλίψει, νῦν πρός τὴν σὴν Ἅγιε, κραταιὰν ἀντίληψιν Μάρτυς, καί τὴν βοήθειαν προσπεφευγότες πιστῶς, μετὰ δακρύων αἰτοῦμεν, νεῦσον ἐλευθέρωσον ἡμᾶς Θεόδωρε.
Θεοτοκίον.
Ἐπὶ σοι τὰς ἐλπίδας, μόνη Ἁγνὴ Δέσποινα, τάς τῆς σωτηρίας μου πάσας, νῦν ἀνατίθημι, ἐν σοὶ θαρρῶν ἐκ πολλῶν, νῦν ἀναγκῶν ἐκλυτροῦμαι, ὅθεν καὶ μελλούσης με ῥῦσαι κολάσεως.
Διάσωσον, ἀπὸ κινδύνων ἡμᾶς τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σε καταφεύγομεν, ὣς μέγιστον Θεόδωρον ἡμῶν πρέσβυν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Μαρτύρων Χριστοῦ, τοῖς δήμοις ἀριθμούμενος στεφάνῳ λαμπρῷ, ἀθλήσεως κοσμούμενος, Νεομάρτυς ἔνδοξε, ἀθλητὰ Θεόδωρε μέγιστε, μὴ παύσῃ πρεσβεύων Θεῷ λυτρώσασθαι ἡμᾶς, ἐκ παντοίων δεινῶν.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Καὶ που λοιπόν, ἕτερον, εὕρω ὑπέρμαχον; Εἶ μὴ ὄντως σε ἀξιάγαστον τόν τοῦ Χριστοῦ νέον ἀθλητήν; Ὅθεν σου τῇ σκέπη, τῇ κραταιᾷ, νῦν Θεόδωρε, προσέδραμον ὁ τάλας, ἐν κατανύξει, κραυγάζων σοί, ἐκ παντοίων με ῥῦσαι κακώσεων.
Ἱκετικῶς μάρτυς, ἅγιε Θεόδωρε, Βυζαντίου θεῖον μάκαρ βλάστημα, καὶ Μυτιλήνης κλέος, ἤδη σοι προσπίπτω, ἐν ταπεινώσει αἰτούμενος, τὴν σὴν παναλκεστάτην, ἀῤῥωγήν ἐν κινδύνοις, συνεχόμενος νῦν παναοίδιμε.
Θεοτοκίον.
Νῦν ἐφ΄ἡμάς, ἔπνευσαν θλίψειν, Ἅγιε, καταιγίδες, καὶ καταστρωννύειν τε, ἐπαπειλοῦσιν ἄρδην βυθῶ, τῆς ἀπελπισίας, ἅσπερ ταῖς αὔραις δεήσεων τῶν σῶν πρός τὸν Δεσπότην, σταθερὰν εἰς γαλήνην διαμείψαι αἰτοῦμεν Θεονύμφευτε.
ᾨδὴ ε΄. Τὴν δέησιν μου ἐκχεῶ.
Ἐν κινδύνοις σε ῥύστην, ἐν συμφοραῖς τὲ παρήγορον εὕροιμι καὶ ποικίλαις νόσοις, δοκιμώτατον ὄντως ἀκέστωρα, ἀθλητὰ Κυρίου, Νεομαρτύρων ὡραιότης, ἀξιάγαστε μάκαρ Θεόδωρε.
Λύπης ἄμετρος σάλος, καὶ ἀμέτρων θλίψεων ἄπειρα κύματα, τῆς ψυχῆς τὸ σκάφος, τῆς ἐμῆς κατακλύζουσιν, Ἅγιε, καὶ μηκέτι φέρων, τὴν βίαν τούτων καταφεύγω, πρὸς τὴν σὴν προστασίαν Θεόδωρε.
Νεομάρτυς Κυρίου, ἀξιομακάριστε σοφὲ Θεόδωρε, ὁ ἀγχόνην ὄντως ὑποστὰς ὑπὲρ Χριστοῦ τῆς πίστεως, τοὺς ἡμῖν ἐχθίους, διακειμένους πρὸς Χριστὸν σαῖς λιταῖς κατασίγασον.
Θεοτοκίον.
Ἀειπάρθενε κόρη, χαῖρε Θεοτόκε Μαρίᾳ Θεόνυμφε, χαῖρε Θεοῦ ζῶντος, ὄντως ἔμψυχε πόλις πανθαύμαστε, χαῖρε κλῖμαξ θείᾳ, βροτοὺς ἀννάγουσα πρὸς ὕψος οὐρανοῦ ἀπὸ γῆς τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐκύκλωσαν, ὡσεὶ κύνες ἄγριοι, οἱ ψυχώλεθροι ἐχθροί τὴν σὴν ποίμνην, καθυλακτοῦντες ἀτιθάσως, καὶ εἴς τὸν ἄδην ὠθοῦντες καὶ ἕλκοντες, σπεῦσον οὖν μάκαρ ἀθλητά, καί τῆς τούτων μανίας ἐξάρπασον.
Οἱ μώλωπες, τῆς ἔμής προσώζεσαν, παναθλίας τε ψυχῆς καὶ δυστήνου, παραχωρήσει διόπερ Κυρίου, κατεδικάσθην εἰς θλίψεις καὶ κάκωσιν, δυνάμει τῶν σῶν πρεσβειῶν, ἀθλητά με Θεόδωρε ἴασαι.
Ὡς ἄγριοι, μονιοί τὴν ἄμπελον, ἐνεδήσαντο ψυχῆς μου ἀθλίας, τῶν δυσμενῶν ἐπελθοῦσαι κακώσεις, καὶ παντελῆ ἀπειλοῦσιν ἐρήμωσιν, ταῖς σαῖς πρεσβείαις πρὸς Χριστόν, Ἀθλοφόρε, διάσωσον δέομαι.
Θεοτοκίον.
Στενώσεως, πάσης ῥῦσαι Δέσποινα, καὶ κινδύνων με, Παρθένε, ναυτίας, ὥσπερ γὰρ κύματα πάντοθεν, θλίψεις, τό τῆς ψυχῆς μου σκάφος κυκλώσασθαι, ἔμετον νῦν, φθοροποιόν, προξενοῦσιν ὢν λύτρωσαι Πάναγνε.
Διάσωσον, ἀπὸ κινδύνων ἡμᾶς Θεόδωρε μάρτυς, τοὺς ἐν πίστει νῦν ἀκλινεῖ πρὸς σε καταφεύγοντας, πρεσβείαις σου πρὸς Χριστὸν εὐπροσδέκτοις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀθλοφόρε Χριστοῦ τοῦ Θεοῦ γενναιότατε, ὀρθοδόξων ἁπάντων προστάτα ὀξύτατε, μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλ’ ἐπάκουσον καὶ νῦν ἡμῶν μάρτυς Θεόδωρε σοφέ, τῶν Λεσβίων τὸ καύχημα, λύτρωσαι ἐκ κινδύνων, καὶ θλίψεων ἐκ παντοίων, τοὺς σε γεραίροντας ἀεί, καὶ τιμῶντας σου τὴν ἄθλησιν.
Προκείμενον.
Θαυμάσιος ὁ Θεὸς ἒν τοῖς Ἁγίοις αυτόῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἔν τῇ γῆ αυτόῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. κα’ . 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς˙ προσέχετε ἀπό τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ΄υμᾶς τὰς χεῖρας αὑτῶν καὶ διώξουσι, παραδιδόντες εἳς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου, ἀποβήσεται δε ὑμῖν εἲς μαρτύριον. Θέσθε οὖν εἲς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἢ οὗ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δε καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὗ μὴ ἀπόληται, ἐν τῇ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατά τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημα μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ῥῦσαι πάντας Ἅγιε, τοὺς νῦν ἐν πίστει καὶ πόθῳ, ἐπικαλουμένους σε, ἐκ παντοίων θλίψεων καὶ κακώσεων, τῶν ἐχθρῶν φάλαγγας τὰς ἐξ ἐναντίας ἱσταμένας ἡμῖν ἔνδοξε, καὶ ἀπειλούσας τε, ῥίψαι ἀπωλείας εἰς βάραθρα, τῷ ξίφει τῶν σῶν σύγκοψον, πρεσβειῶν στερρόφρον Θεόδωρε, ἶνα σεσωσμένοι ὑμνῶμεν εὐχαρίστως ἐν ᾠδαῖς, τὴν πρὸς ἡμᾶς σου ἀντίληψιν Μάρτυς καρτερόψυχε.
Ἕτερον.
Παναγίᾳ Δέσποινα, ἡ προστασίᾳ τοῦ κόσμου, Ἄγγελοι, Ἀρχάγγελοι, Ἀπόστολοι δώδεκα Θεοσύλλεκτοι, τοῦ Χριστοῦ Πρόδρομε, Ἱωᾶννη μάκαρ, Ἀθλοφόροι τεσσαράκοντα, Στέφανε πρῶταθλε, Βίκτωρ καὶ Μῆνα καὶ Βικέντιε, Θεόδωρε Δημήτριε καὶ τροπαιοφόρε Γεώργιε, σὺν Ἀθανασίῳ. Βασίλειε Γρηγόριε Χρυσόστομε σοφὲ σὺν Νικολάῳ πρεσβεύσατε ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὁ Θεός τὸν λαὸν σοῦ…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Κλύδων κακῶν κατέλαβε με, καὶ ἀνύποιστος χειμῶν παντὸς κινδύνου, Νεομάρτυς Χριστοῦ, Θεόδωρε γενναῖε, εἰς ὅρμον με γαλήνιον καθοδήγησον λιταῖς σου.
Μὴ με παρίδῃς τὸν σὸν δοῦλον, σοὶ προσπίπτοντα ψυχῆς ἐν ταπεινώσει, καὶ αἰτοῦντα τὴν σὴν παμάκαρ προστασίαν, Νεομαρτύρων καύχημα, ὧ Θεόδωρε γενναῖε.
Ὅλην αυτoῦ ὁ βροτοκόνος, ἐξεκένωσεν ὣς ὄντως, τὴν φαρέτραν, κατ΄ἐμοῦ ὁ δεινός, καὶ ὅλον τραυματίαν κατέστησεν , αλλ΄ἴασαι, πρὸς Χριστὸν με σαῖς πρεσβείαις.
Θεοτοκίον.
Εἶδον σε πόῤῥωθεν Προφῆτα ἐν τῷ Πνεύματι σε φῶς τῷ Παναγίῳ, τὴν ἐν σπλάχνοις τὸ πῦρ τὸ Θεῖον δεξαμένην, τὸ καταφλέγον πταίσματα τῶν ἀνθρώπων Θεοτόκε.
ᾨδὴ η΄. Τὸν ἒν Ὄρει ἁγίῳ.
Περιστάσεων χείμαρροι παντοίων, ἐξετάραξαν τὸν οἶκον τῆς ψυχῆς μου , διὸ πρὸς σε κατέφυγον κραυγάζων σοι , στήριξόν με Μάρτυς, σαῖς πρός τὸν Δεσπότην πρεσβείαις εὐπροσδέκτοις.
Συνεχόμενος θλίψεσιν ἀμέτροις, ἀπηλπίσθην τοῦ ζῆν ὁ σὸς οἰκτρὸς ἱκέτης, ἀλλὰ θαρρῶν τῇ σῇ Χριστὲ χρηστότητι, σῶσον με βοῷ σοι, ταῖς τοῦ νεοάθλου πρεσβείαις Θεοδώρου.
Συνηθείᾳ ἡττώμενος κακίστη, διαπράττω ἔργα ἐπαξία γεέννης, ἐντεῦθεν οὖν ποικίλαις περιπέπτωκα θλίψεσιν ὁ τάλας, ὢν με Νεομάρτυς Θεόδωρε νῦν ῥῦσαι.
Θεοτοκίον.
Μυστικὸν σε πλουτῶ σαφῶς λιμένα, διαπλέων Ἁγνή τὴν θάλασσαν τοῦ βίου, σὺ γὰρ ἀεὶ προφθάνεις διασῴζουσα πάσης με βλάβης καὶ ἐπηρείας πνευμάτων ἐναντίων.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Μυρίαις νῦν κυκλούμενος συμφοραῖς καὶ ἀνάγκαις δειναῖς πιεζόμενος καὶ πειρασμοῖς πάντοθεν δονούμενος φοβεροῖς, πρός τὴν σὴν Μάρτυς ἔνδοξε ἤδη καταφεύγω ἐπισκοπήν, αἰτούμενος τὴν λύσιν τούτων, Ἀθλοφόρε, Νεομαρτύρων ἀκροθίνιον.
Ζυγὸν πικρὰς δουλείας τὸν χαλεπόν, ὃν οἱ δοῦλοι σου μάκαρ περίκεινται, σαῖς προσευχαῖς σύντριψον, Θεόδωρε ἀθλητά, ὁ τὴν ἐχθρῶν δυσσέβειαν πᾶσαν στηλιτεύσας πρὶν ἀνδρικῶς, καὶ αἴτησαι τελείαν ἡμῖν ἐλευθερίαν δοῦναι θεόφρον τὸν Φιλάνθρωπον.
Χαίροις ὁ ἀήττητος ἀθλητὴς καὶ κῆρυξ γενναῖος τῆς θεότητος Ἰησοῦ, χαίροις Θεοῦ δῶρον ἡμῖν δεδωρημένον ἐν χρόνοις τοῖς ὑστέροις, μάρτυς Θεόδωρε.
Ἤνθησας ὣς ῥόδον κοκκοβαφές, Θεόδωρε μάρτυς, ἐν τοῖς χρόνοις τοῖς καθ΄ἡμᾶς καὶ εὐωδιάζεις ὀσμαῖς τῶν σῶν χαρίτων ἡμῶν τῶν σε ποθούντων, ψυχὰς καὶ σώματα.
Ὡς ἔχων παρρησίαν πρός τὸν Χριστόν, δι΄όν Μάρτυς γενναίως ἐνήθλησας, ὑπὲρ ἡμῶν τοῦτον ἐκδυσώπησον τῶν πιστῶν, τὰ σὰ τιμώντων τρόπαια καὶ ἀσπαζομένων πανευλαβῶς θήκην τῶν λειψάνων, Θεόδωρε τρισμάκαρ, τό τῶν Λεσβίων ἐγκαλλώπισμα.
Θεοτοκίον.
Οὐκ ἔστιν ὅστις πέφευγε πρός τὴν σὴν κραταιὰν προστασίαν Πανάχραντε Μῆτερ Θεοῦ καί τῆς σὴς οὐκ ἔτυχε ταχινῆς Δέσποινα ἀντιλήψεως, ὅθεν σοι βοῶμεν χαρμονικῶς τὸ χαῖρε τοῦ Ἀγγέλου, χαῖρε παντός τοῦ γένους βροτῶν, Παρθένε, ἡ ἀνάκλησις.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ῥῦσαι πάσης νόσου φθοροποιοῦ, καὶ παντὸς κινδύνου, τοὺς ἱκέτας σου ἀθλητά, Θεόδωρε μάκαρ, σαῖς πρὸς Χριστὸν πρεσβείαις, Νεομαρτύρων κλέος καὶ ἐγκαλλώπισμα.
Φύλαττε τοὺς δούλους σου ἀθλητά, ἐκ παντοίας βλάβης καὶ ἐκ πάσης τε ἀπειλῆς, ἐχθρῶν ἀοράτων καὶ ὁρωμένων ἄμα, Θεόδωρε, τῆς Λέσβου κλεινὸν ὡράισμα.
Μάρτυς ἀξιάγαστε τοῦ Χριστοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν οἰκετῶν καὶ ταύτας, θεόφρον, προσάγαγε τῷ μόνῳ Θεῷ τε καὶ Δεσπότῃ ἡμῶν, Θεόδωρε.
Λύτρωσαι κινδύνων παντοδαπῶν, σεισμοῦ βαρυτάτου καὶ βαρβάρων ἐπιδρομῆς, λοιμοῦ λιμοῦ τε τὴν σε τιμῶσαν ποίμνην, Θεόδωρε τρισμάκαρ, Χριστοῦ Νεόαθλε.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ἐν ᾠδαῖς καὶ ὕμνοις, μαργαρίτην τοῦ Ἰησοῦ, τῶν Νεομαρτύρων Χριστοῦ τὸ λαμπρὸν ἄστρον, Θεόδωρον τὸν νέον πιστῶν τὸ καύχημα.
Δεῦτε φιλομᾶρτυρες ἐν χαρά, ὕμνοις ἐγκωμίων στεφανώσωμεν τὸν κλεινὸν καὶ Θεῖον πολιοῦχον τῆς νήσου Μυτιλήνης καὶ κρᾶξωμεν ενθέως, χαίροις πανθαύμαστε.
Χαίροις ὁ ἀήττητος ἀθλητὴς καὶ κῆρυξ γενναῖος, τῆς θεότητος Ἰησοῦ, χαίροις Θεοῦ δῶρον ἡμῖν δεδωρημένον, ἐν χρόνοις τοῖς ὑστέροις, μάρτυς Θεόδωρε.
Ἤνθησας ὣς ῥόδον κοκκοβαφές, Θεόδωρε μάρτυς, ἒν τοῖς χρόνοις τοῖς καθ’ ἡμᾶς καὶ εὐωδιάζεις ὀσμαῖς τῶν σῶν χαρίτων ἡμῶν τῶν σε ποθούντων, ψυχὰς καὶ σώματα.
Τοὺς μετ΄ευλαβείας τὰ ἱερὰ λείψανα σου Μάρτυς προσκυνοῦντας σαῖς πρὸς Θεὸν ἱεραῖς πρεσβείαις φρουρῶν μὴ διαλείπῃς, Νεομαρτύρων κλέος θεῖε Θεόδωρε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Πάντας προστατεύεις Ἀθλητά τῶν καταφευγόντων ἐν πίστει τῇ ἀντιλήψει τῇ σῇ ἅγιε Θεόδωρε, τῶν εὐσεβῶν ἀῤῥωγέ, πρὸς Θεοῦ γὰρ δεδώρησαι ἡμῖν τοὺς ἐν βίῳ ἀεὶ κινδυνεύουσιν, ὣς ἀσφαλὴς βοηθός, πάντας ἐκλυτρούμενος τάχει τοὺς προσκαλουμένους σε Μάρτυς πάσης περιστάσεως πολύαθλε.
Πάσας τῶν ἐχθρῶν τὰς προσβολάς, καὶ τὰς πικροτάτας βασάνους, ἀνθ’ οὐδενὸς ἀθλητά, ἅγιε Θεόδωρε τὸν δι’ἀγχόνην σαφῶς, καθυπήνεκγας θάνατον, ὑπέρ τῆς ἄγίας, τοῦ Κυρίου πίστεως κατεστεμμένος διὸ στέφει ἀκηράτῳ, παρέστης θρόνῳ τῷ ἀστέκτῳ πρεσβείας ὑπὲρ πάντων τῶν πιστῶν ποιούμενος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.