Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Θύρσον

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 23 Ιουλίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ’’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τόν ἀθλητήν Θύρσον πιστῶς εὐφημοῦμεν, ἐμμελετῶντες τήν αὑτοῦ πολιτείαν, τάς ἀρετάς τά θαύματα καί πλῆθος αικισμών˙ γέγονεν ὁ παναοίδιμος, τῶν πιστῶν ἀρετῆς κανών, πρέσβυς καί φρουρός αὑτῶν ἐν ἀνάγκη καί θλίψει˙ Καί γάρ ὡς μάρτυς πέλει πρός Θεόν, πάντων ἀνθρώπων, μεσίτης εὐπρόσδεκτος.

Δόξα. Τό αὑτό. Καί νῦν.
Τῆ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ενέδραις˙ τῆ μητρικῇ σου σκέπασον ἀγάπης ημάς˙ δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τάς φάλαγγας, παῦσον τάς ὁρμάς παθῶν, καί δαιμόνων μανίαν˙ Σύ γάρ ὑπάρχεις Δέσποινα Ἁγνῇ, Μήτηρ καί σκέπη, καί θεία ἀντίληψις.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΤΙΜΩ ΘΥΡΣΟΝ ΑΘΛΗΤΗΝ ΥΜΝΟΙΣ. ΝΙΚΟΔΗΜΟΥ.

ᾨδή ἀ’. Ἦχος πλ. δ’’. Ὑγράν διοδεύσας.
Τιμήσωμεν Θύρσον τόν ἀθλητήν, τόν καταβαλόντα, τοῦ Βελίαρ τάς μηχανάς, ἐν ὁμολογία καί ἐν ἄθλοις, Χριστόν κηρύττοντα πᾶσι τοῖς πέρασιν.

Ἰσχύϊ τοῦ Πνεύματος ὁ κλεινός, ἀπειλῶν τυράννου, κατεφρόνησεν ἐν χαρά, καί πάσχων προσέβλεπεν ὁ Θύρσος, πρός οὐρανοῦ Βασιλείαν αἰώνιον.

Μαρτύρων τό κλέος καί ἀθλητῶν, καί ὁμολογούντων, ἀνεδείχθης υπογραμμός˙ Ὦ Θύρσε ἱκέτευε τόν Κτίστην, ὑπέρ τῶν πίστει τιμώντων τούς ἄθλους σου.

Θεοτοκίον.
Ὡράισμα πέλεις τῶν ἐπί γῆς, καί τῶν οὐρανίων, Θεοτόκε παναληθώς, τῆ σή καθαρότητι Παρθένε, καί τῆ κυήσει τοῦ Λόγου Πανάμωμε.

ᾨδή γ’. Οὐρανίας ἁψῖδος.
Θυμιῶμεν ἐν πόθῳ καί ἐν χαρά μέλπομεν, τοῦ μεγαλομάρτυρος Θύρσου, τά κατορθώματα, ὑπέρ Χριστοῦ τοῦ Θεοῦ ὑφ’ Οὐ ἐστέφθη ἀξίως, εἰς τήν ἐπουράνιον, θείαν κατάπαυσιν.

Ὑπακούων ὁ Θύρσος τοῖς τοῦ Χριστοῦ ῥήμασι, σπεύδει μαρτυρήσαι ἐν πόθῳ, ὑπέρ τῆς πίστεως˙ διό ἐν χώρα ζωῆς, σύν Ἀσωμάτοις χορεύει, κατοπτεύων Χάριτι, φώς τό ἀπρόσιτον.

Ῥητορείας ὁ λόγος ἀδυνατεῖ ἔνδοξε, τά σά ἐξυμνήσαι ὦ Θύρσε, σεπτά ἀθλήματα, καί μαρτυρίων φρικτῶν, ἀπαριθμήσαι τό πλῆθος, καί θαυμάτων πέλαγος, θεοχαρίτωτε.

Θεοτοκίον.
Σωτηρίας ἐγένου τῆς τῶν βροτῶν πρόξενος, τῆ κυοφορία τοῦ Κτίστου, ἐν τῆ νηδύϊ σου, Παρθενομῆτορ Ἁγνή, τῆς Ἐκκλησίας ἡ δόξα, τῶν πιστῶν ἡ πρέσβειρα, καί ἱλαστήριον.

Περίσῳζε, ταῖς σαῖς πρεσβείαις τούς πίστει σε προσκυνοῦντας, ὅτι πέλεις σῶν ὑμνητῶν σεπτόν καταφύγιον, ὡς Μάρτυς Κυρίου ἔνδοξε Θύρσε.

Στερέωσον, τούς ἀνυμνοῦντας τόν Τόκον σου Θεοτόκε, ἐν τῆ πίστει τοῦ Ἰησοῦ καί βίου παλαίσμασιν, ὡς ἔχουσα πρός Χριστόν παρρησίαν.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.
Θεόν ἀληθῆ, ἐκήρυξας σῶ αἵματι, Χριστόν τοῖς λαοῖς, ὦ Θύρσε παναοίδιμε, καί σημείοις καί θαύμασι, τήν τοῦ Λόγου ἔδειξας δύναμιν, διό εἰσῆλθες εἰς ζωήν, πρεσβεύων ἀπαύστως, ὑπέρ πάντων ἡμῶν.

ᾨδή δ’’. Εἰσακήκοα Κύριε.
Ολοψύχως ἐνήθλησας, Θύρσε παντευλόγητε ὑπέρ πίστεως, καί τοῖς θαύμασι κατέπληξας, τῶν ἀπίστων πλήθη ἄθεα.

Νικητήρια ἄσματα, Θύρσε πανσεβάσμιέ σοι προσφέρομεν, καθικέτευε τόν Κύριον, ὑπέρ πάντων τῶν πιστῶς τιμώντων σε.

Ἀριστεύς ἀναδέδειξαι, Θύρσε ἐν τῷ σκάμματι καί ὑπόδειγμα, τῶν ποθούντων τά οὐράνια, καί τῶν Πρωτοτόκων τήν κατάπαυσιν.

Θεοτοκίον.
Θεοτόκε Πανάμωμε, τῆς οἰκονομίας μέγα μυστήριον, διηκόνησας Θεόνυμφε, σάρκα σήν δανείσασα τῷ Κτίστῃ σου.

ᾨδή ἕ’. Φώτισον ἡμᾶς.
Λύτρωσιν ψυχῆς, ἐξαιτοῦμαι ταῖς πρεσβείαις σου, λαβεῖν ὦ Θύρσε παρά τοῦ Ἰησοῦ, καί τήν εἰρήνην, τοῦ πνεύματος τήν θεόσδοτον.

Ἤθλησας κλεινέ, ἐν σημείοις τε καί θαύμασιν, ἀνακηρύττων Θεόν τόν Ἰησοῦν, καί προσελκύων, τῆ πίστει πολλούς πανένδοξε.

Τύραννον Σατάν, ἐταπείνωσας τοῖς ἄθλοις σου, ἐπιστηρίζων ὦ Θύρσε τούς πιστούς, ἐν μαρτυρίοις, καί ζήλῳ ὑπέρ τῆς πίστεως.

Θεοτοκίον.
Ἥλιον Χριστόν, ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοχαρίτωτε Μῆτερ Μαριάμ, πρός Ὀν πρεσβεύεις, απαύστως ὑπέρ τῶν τιμώντων σε.

ᾨδή στ’. Τήν δέησιν.
Νενίκηκας αἰκισμούς καί τύραννον, Θύρσε Χάριτος πλησθείς τοῦ Σωτήρος˙ διό ζωῆς, τῆς ἀγήρω καί θείας, κατατρυφᾷς, ἐς ἀεί παναοίδιμε, πρεσβεύων ὑπέρ τῶν πιστῶς, αἰτουμένων λιτάς σου πρός Κύριον.

Ὑμνήσωμεν ἐν ᾠδαῖς τόν μάρτυρα, καί Χριστόν δοξολογήσωμεν πάντες˙ ὅτι δεινῶς ετασθείς ὁ γενναῖος, τῆ τοῦ Κυρίου δυνάμει κατῄσχυνε, τόν τύραννον καί τόν Σατάν, δοξασθείς αἰωνίως ἐν χάριτι.

Μακάριος ἀνεδείχθης ἔνδοξε, τόν Χριστόν ὁμολογήσας γενναίως˙ ὅτι Αὑτῷ ἐνωθεῖς αἰωνίως, συνεορτάζεις Ἀγγέλοις καί Μάρτυσι, δεόμενος ὑπέρ ἡμῶν, ἶνα τύχωμεν θείας ἀφέσεως.
Θεοτοκίον.
Νεάνιδες καί παρθένοι Ἄχραντε, σύν μητράσι ἐν σοι χαίρουσι πάσαι˙ ὅτι Θεός σαρκωθείς ἐκ σου Κόρη, διαφυλάττει τήν μήτραν σου άφθορον˙ παράδοξον παναληθώς, τό ἐν σοι ὑπέρ φύσιν μυστήριον.

Περίσῳζε, ταῖς σαῖς πρεσβείαις τούς πίστει σε προσκυνοῦντας, ὅτι πέλεις σῶν ὑμνητῶν σεπτόν καταφύγιον, ὡς Μάρτυς Κυρίου ἔνδοξε Θύρσε.

Στερέωσον, τούς ἀνυμνοῦντας τόν Τόκον σου Θεοτόκε, ἐν τῆ πίστει τοῦ Ἰησοῦ καί βίου παλαίσμασιν, ὡς ἔχουσα πρός Χριστόν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν χριστιανῶν.
Πανενδόξων μαρτύρων τό καύχημα πέφυκας, ἀριστεύων τῆ ὁμολογία ἐν Χάριτι, Θύρσε πάντιμε ἀθλητά τῆς πίστεως Χριστού˙ διό ἔλαβες, παρά Θεοῦ, τοῦ ἀθλοφόρου τήν τιμήν, καί θεώσεως στέφανον. Πρέσβευε θεοφόρε, δοθῆναι τοῖς σε τιμῶσιν, τήν τῶν παθών ἀπαλλαγήν, καί ψυχῆς τήν ἀπολύτρωσιν.

Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὑτοῦ.
Στίχ.Τοῖς ἁγίοις τοῖς ἐν τῆ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκάν. (Κέφ. κα’, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταίς˙ Προσέχετε ἀπό τῶν ανθρώπων˙ ἐπιβαλοῦσι γάρ ἐφ’ ὑμᾶς τάς χεῖρας αὑτῶν καί διώξουσι, παραδιδόντες εἰς συναγωγάς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου. Ἀποβήσεται δε ὑμῖν εἰς μαρτύριον. Θέσθε οὑν εἰς τάς καρδίας ὑμῶν μή προμελετᾶν απολογηθήναι˙ ἐγώ γάρ δώσω ὑμῖν στόμα καί σοφίαν, ἡ οὐ δυνήσονται ἀντειπεῖν οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δε καί ὑπό γονέων καί ἀδελφῶν καί συγγενῶν καί φίλων καί θανατώσουσιν ἐξ ὑμῶν, καί ἔσεσθε μισούμενοι ὑπό πάντων δία τό ὄνομα μου˙ καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀπόληται. Ἐν τῆ ὑπομονή ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Στίχ. Ἐλεῆμον, ελέησόν με ὁ Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημα μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Τύραννον παγκάκιστον καταβαλών θεαρέστως, τόν Σταυρόν ἀνέλαβες, μαρτυρίου ἔνδοξε καί ἐν σκάμμασι, ἐν χαρά ἔσπευσας, πρός ὁμολογίαν, αἰκισμούς δε καθυπέμεινας, ποθῶν τά κρείττονα, ευαγγελικώς Θύρσε πάντιμε˙ σημείοις τε καί θαύμασι, πάντας τούς ἐν πλάνη κατέπληξας˙ ὅθεν κατεστέφθης, χειρί τοῦ Ἀθλοθέτου Ἰησοῦ, καί τήν οὐράνιον ἔλαβες, δόξαν καί τερπνότητα.

Σῶσον ὁ Θεός τόν λαόν Σου…

ᾨδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανός σε υδέξω, Θύρσε ἔνδοξε μάρτυς καί τῶν ἁγίων χορός, μεθ’ ὤν συνεορτάζεις, ὑμνῶν τόν ἐν Τριάδι, Ὁμοούσιον Κύριον˙ Ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Ἱκετεύει σε πᾶσα, Θύρσε μεγαλομάρτυς, τῶν γηγενῶν ἡ πληθύς˙ δεήθητι Κυρίου, ὑπέρ τῶν σε τιμώντων καί βοώντων ἐκ πίστεως˙ Ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Σωτηρίας τήν Χάριν, Θύρσε πᾶσι παράσχου, ταῖς σαῖς λιταῖς πρός Χριστόν, ἀξίωσον δε πάντας, ὑμνεῖν τόν Ἀθλοθέτην, καί Σωτῆρα τῆς κτίσεως˙ Ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Νοεραί θεῖαι τάξεις, ἀνυμνοῦσι Παρθένε, τόν σόν Υἱόν καί Θεόν, Ὀν ἔτεκες αφράστως, ἐκ Πνεύματος Ἀγίου, καί Αὑτῷ ἀεί λέγουσιν˙ Ὁ τῶν βροτῶν καί ἡμῶν, Θεός εὐλογητός εἰ.

ᾨδή ἡ’. Τόν Βασιλέα.
Ἰσχύν τῷ Θύρσῳ, ἐν μαρτυρίοις καί πάθει, ὁ τῶν ὅλων Δεσπότης δωρείται˙ Οὐ τήν θείαν Χάριν, ὑμνοῦμεν εἰς αἰῶνας.

Κατανικάται, ὁ Ἀρχηγός τῶν δαιμόνων, ὑπό μάρτυρος Θύρσου ὑμνοῦντος, καί ὑπερυψοῦντος Χριστόν εἰς τούς αἰῶνας.

Ολοκληρώσας, ὁμολογίαν ὁ μάρτυς, ἐν ἁγίοις συγκαταριθμεῖται, καθορῶν τήν δόξαν, Θεοῦ τοῦ ἐν Τριάδι.

Θεοτοκίον.
Διακηρύττεις, ἐν καθαρότητι βίου, τοῦ Υἱοῦ σου Παρθένε τήν Χάριν, Οὐ τήν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδή θ’. Κυρίως Θεοτόκον.
Ἡδέως τάς βασάνους, Θύρσος ὑπομένει, ἐπιστηρίζων σημείοις βροτούς ὁ κλεινός, καί συνεγείρει εἰς ὕμνον, τοῦ Παντοκράτορος.

Μαρτύρων αἱ χορεῖαι, Θύρσου Μαρτυρίαν, ἐπικροτοῦσιν ἐν ὕμνοις καινοῖς καί ᾠδαῖς, καί τόν Σωτῆρα τιμῶσι, τόν τοῦτον στέψαντα.

Ὁρῶμεν ἐν ἁγίοις, Θύρσον στεφανίτην, κατατρυφῶντα τῆς θείας χαράς καί ζωῆς, σύν Πρωτοτόκοις καί πᾶσι τοῖς εναθλήσασιν.

Θεοτοκίον.
Ὑμνοῦμεν σε Παρθένε, καί δοξολογούμεν, τόν γεννηθέντα αφράστως ἐκ σου ὡς βροτόν, πρός σωτηρίαν τοῦ κόσμου καί ἀπολύτρωσιν.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Θύρσον τόν γενναῖον, καί καλλίνικον ἀθλητήν, τόν ἐν μαρτυρίοις κηρύξαντα Σωτῆρα, Χριστόν τόν Ζωοδότην, καί πάντων Κύριον.

Χαίροις Χριστομάρτυς καί ἀθλητά, Θύρσε θεοφόρε, τῶν μαρτύρων ἡ καλλονῇ, χαίροις Ἐκκλησίας τό καύχημα καί κλέος, πιστῶν δε ὁ προστάτης, καί μέγα πρότυπον.

Πάσχων ὑπέρ πίστεως ἀθλητά, ἔχαιρες μεγάλως, καί ἐδίδασκες τούς βροτούς, ποθεῖν βασιλείαν αἰώνιον καί θείαν, καί θέωσιν καί δόξαν, τήν ἀτελεύτητον.

Χάριν ἐξαιτοῦμαι Θύρσε τήν σήν, καί δύναμιν θείαν, ἤν ἐδέξω παρά Χριστοῦ, ὑφ’ Οὐ ἠξιώθης ἰδεῖν τό τῆς Τριάδος, ἀπρόσιτον καί θεῖον, φώς τό ὑπέρλαμπρον.

Πλάνην τῶν εἰδώλων τήν παχυλήν, Θύρσε τῆ δυνάμει, τῆ τοῦ Πνεύματος ἀναιρεῖς, σημείοις δε θείοις καί θαύμασι ποικίλοις, τήν πίστιν τῆς Τριάδος, κηρύττεις ἔνδοξε.

Στήρίξον καρδίας Θύρσε κλεινέ, τῶν ἐπευφημούντων, μαρτυρίαν σου θαυμαστήν, καί φύλαξον ἀτρώτους ἐκ τῶν τοῦ πολεμίου, βελῶν πεπυρωμένων, καί ἐπιθέσεων.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Μέγαν μάρτυρα τῆς ἀληθείας, Θύρσον ἔνδοξον, πιστῶς τιμῶμεν, καρτερώς γάρ αἰκισμούς καθυπέμεινεν, ἐπισφραγίζων ἐκχύσει τοῦ αἵματος, ὁμολογίαν στερράν καί θεόδεκτον. Ὅθεν ἔλαβε, τό στέφος τό ἀμαράντινον, καί δόξαν μαρτυρίου ὁ τρισόλβιος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ἐρασταί τῶν ἀθλητῶν, Θύρσον τόν γενναῖον ὁπλίτην, καί ἀθλοφόρον Χριστοῦ, ὕμνοις καταστέψωμεν, λόγοις προσείπωμεν˙ Τόν ἐχθρόν ἐταπείνωσας, εἰδώλων τήν πλάνην, ῥήμασι τοῖς πίστεως, λαμπρῶς κατέβαλες, πάθει δε ἐκήρυξας πᾶσι, θείαν βασιλείαν, καί δόξαν τῆς Τριαδικῆς μίας Θεότητος.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.