Παρακλητικός Κανών εις τον Άγιο Βασίλειο Μητροπολίτη Όστρογκ Σερβίας
Ποίημα Αρχιμανδρίτη Νικοδήμου Αεράκη
†Εορτάζεται στις 29 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ζαχουμίου τὸν Ἐπίσκοπον ὕμνοις, ἀνευφημήσωμεν πιστοὶ κατὰ χρέος, Μονῆς τοῦ Ὄστρογκ κόσμον καὶ πιστὸν φρυκτωρόν. Πνεύματι κατακοσμούμενος, τοὺς πιστοὺς ὁδηγεῖ Θεῷ, νίκας χορηγῶν αὐτοῖς κατὰ τοῦ διαβόλου· διὰ θαυμάτων πάντας ἐλεεῖ, πέλων τῶν Σέρβων, τὸ κλέος Βασίλειος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βασιλείῳ Σερβίας ἐγκώμιον. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βασίλειον Ὄστρογκ θαυματουργόν, ὑμνήσωμεν πάντες, ὡς Ποιμένα θεοφιλῆ, κηρύττοντες πᾶσι τὰ σημεῖα, ἃ καθ’ ἑκάστην ποιεῖ ὁ τρισόλβιος.
Ἁγίων Πατέρων τὸν μιμητήν, Βασίλειον Ὄστρογκ, ἀνυμνήσωμεν εὐλαβῶς, τὸν ὑφηγητὴν τῆς εὐσεβείας, καὶ προσευχῆς νηπτικῆς τὸν διδάσκαλον.
Σοφίαν ἐδέχθη παρὰ Πατρός, Βασίλειος Ὄστρογκ, τοῦ κηρύττειν ἐπακριβῶς, δογμάτων τὰς θείας ἀληθείας, καὶ καθελεῖν τὴν τῆς πλάνης δυσσέβειαν.
Θεοτοκίον.
Ἰσχὺς καὶ προπύργιον τῶν πιστῶν, Σὺ πέλεις Παρθένε, καὶ μεσίτρια πρὸς Θεόν· δυσώπει σωθῆναι τοὺς τιμῶντας, τοῦ Βασιλείου ζωὴν τὴν πανθαύμαστον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Λειτουργῶν μετὰ δέους, τῷ σῷ λαῷ Ἅγιε, δῶρα τῷ Κυρίῳ προσάγεις, θερμῶς αἰτούμενος, ὅπως ἐν βίῳ σεμνῷ, καὶ ἀληθεῖ θεωρίᾳ, τοῦ Χριστοῦ τηρήσωσι, θεῖα προστάγματα.
Ἐκκλησίαν τῶν Σέρβων, κατακοσμῶν Κύριος, τὸν τοῦ Ζαχουμίου Ποιμένα, ἄφθαρτον ἔδειξε, καὶ ἐν σημείοις πολλοῖς, τὴν ἁγιότητα τούτου, τοῖς πιστοῖς ἐτράνωσεν, ὡς παντοδύναμος.
Ἱκετεύομεν πάντες, τὸν φρυκτωρὸν Ἅγιον, τῆς Ἐρζεγοβίνης Ποιμένα, καὶ Ὄστρογκ φύλακα, ἵνα πρεσβεύῃ ἀεί, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, τοῦ λαβεῖν τὴν ἄφεσιν, καὶ μέγα ἔλεος.
Θεοτοκίον.
Ὦ Παρθένε Μαρία, τῶν μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, τῇ μητρικῇ Σοῦ στοργῇ, τοὺς εὐσεβεῖς περιφρούρει, Σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.
Διάσωσον, τοὺς ὑμνητάς σου Βασίλειε Ζαχουμίου, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτης πρὸς Κύριον, καὶ φύλαξον Πάτερ Μονὴν τοῦ Ὄστρογκ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ ζωῆς, ἀσκήσεως πυρούμενος, ἑαυτὸν καθήγνισας, Ζαχουμίου Πρόεδρε πάντιμε· ἑνωθεὶς γὰρ τῷ Ἰησοῦ, πρεσβεύεις ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σὺ βασίλειον ἔλαβες, ἐν αἰωνιότητι ὦ Βασίλειε, καὶ χαρὰν τὴν ἀνεκλάλητον, καὶ ζωὴν τῆς χάριτος τὴν ἄῤῥητον.
Ἐδωρήσω τὸ σῶμά σου, ἐν Μονῇ τοῦ Ὄστρογκ ἄφθαρτον Ἅγιε, ὃ πηγάζει τοῖς προστρέχουσιν, ἰαμάτων χάριν ὑπεράφθονον.
Ῥιζοτόμος θεόσοφος, ἀνεδείχθης ὄντως Ὄστρογκ Βασίλειε, ὡς ἐκτέμνων θείᾳ χάριτι, τὰ τῆς πλάνης ἄθεα ζιζάνια.
Θεοτοκίον.
Βεβαιῶν ὁ Θεάνθρωπος, τῆς οἰκονομίας Αὐτοῦ μυστήριον, Σὲ ἀνέδειξε Μητράναδρε, ἀειπάρθενον Μητέρα ἄφθορον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῆς ψυχῆς τὰ πάθη Ἅγιε, καὶ τῶν σωμάτων νόσους τὰς χαλεπάς, ταῖς σαῖς πρεσβείαις, πρὸς Κύριον τὸν Φιλάνθρωπον.
Ἆρον ἀφ’ ἡμῶν, πειρασμῶν νυγμοὺς Βασίλειε, καὶ διαβόλου πᾶσαν ἐπιβουλήν, καθικετεύων, ἀπαύστως Χριστὸν Κύριον.
Στήριξον κλεινέ, Ὀρθοδόξων τὰ συστήματα, καὶ Ζαχουμίου ποίμνην τὴν ἱεράν, ἀπὸ κινδύνων, περίσῳζε τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἔσωσας ἡμᾶς, Παναγία τῇ κυήσει Σου, ἐκ τῶν παγίδων πλάνου τῶν φοβερῶν, καὶ ἐκ πικρίας, θανάτου καὶ τῆς κολάσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Γῆν ἔῤῥανας, ὀχετοῖς δακρύων σου, ἐν ἀγρύπνοις ἱκεσίαις θεόφρον· ὅτι Χριστοῦ, ἐπεπόθεις τὴν χάριν, καὶ σωτηρίαν λαοῦ σου Βασίλειε, καὶ πάντων τῶν ἐν συμφοραῖς, ὦ πανένδοξε θείαν ἀντίληψιν.
Κατήσχυνας, Παπικῶν φρυάγματα, καὶ ἀθέων δυσσεβῶν ἐπιθέσεις· ὅτι ἐν σοί, κατεσκήνωσεν ὄντως, τοῦ Παρακλήτου ἡ χάρις Βασίλειε, καὶ ἔσωσας λαὸν Θεοῦ, ἐκ τῆς πλάνης καὶ πάσης αἱρέσεως.
Ὡράϊσμα, Ζαχουμίου πέφηνας, καὶ Μονῆς σου ὦ Βασίλειε Ὄστρογκ, ὅτι λαμπρῶς, ἐνεδύθη σὸν σκῆνος, τῆς ἀφθαρσίας τὴν δόξαν καὶ γέγονε, κρουνὸς θαυμάτων ἀληθῶς, τοῖς προστρέχουσι Πάτερ ἐκ πίστεως.
Θεοτοκίον.
Μεσότοιχον, ἁμαρτίας πέπτωκεν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνης ψυχῆς ἀναφαίρετον.
Διάσωσον, τοὺς ὑμνητάς σου Βασίλειε Ζαχουμίου, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτης πρὸς Κύριον, καὶ φύλαξον Πάτερ Μονὴν τοῦ Ὄστρογκ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ζαχουμίου προστάτα Βασίλειε ἔνδοξε, ἐν ἀσκήσει συντόνῳ Χριστῷ ἠκολούθησας, βιαστῶν τὸν βίον ποθῶν βιῶσαι ἀκριβῶς· διὸ ἔλαβες ὡς ἀμοιβήν, τῆς παῤῥησίας τὴν τιμήν, καὶ θαυμάτων τὴν δύναμιν· πρέσβευε θεοφόρε, λυθῆναι τοὺς σὲ τιμῶντας, ἐκ δυναστείας τῶν παθῶν, καὶ δεσμῶν τοῦ πολεμήτορος.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 1-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχουπρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τὸν Βασίλειον, τοῦ Ζαχουμίου Ποιμένα, ἐν ᾠδαῖς ὑμνήσωμεν, φιλεόρτων σύστημα καὶ τιμήσωμεν· δωρεὰν ἔλαβε, δωρεὰν προχέει, τοῖς προστρέχουσιν ἐκ πίστεως, αὐτοῦ τῇ λάρνακι, εὐαγγελικῶς τὰ ἰάματα, σημείοις τε καὶ θαύμασι, τὸν Χριστὸν κηρύττων ὡς Κύριον· ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε Σερβίας τὸ καύχημα, πιστῶν τε τὸ στήριγμα.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκετεύει σε πόθῳ, ὦ Βασίλειε Ὄστρογκ Ἐρζεγοβίνης λαός· δεήθητι Κυρίου, ὑπὲρ τῶν σὲ τιμώντων, καὶ βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οὐρανῶν αἱ δυνάμεις, καὶ χοροὶ τῶν Ἁγίων συνεορτάζουσιν, ὁρῶντες ἐν Ἁγίοις, Βασίλειον τοῦ Ὄστρογκ, ἀσιγήτως δὲ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νηπτικῶν δωρημάτων, καὶ θαυμάτων τὴν χάριν ὁ Ἱεράρχης λαβών, τὴν πίστιν Ὀρθοδόξων, ἐδίδαξε πανσόφως, τοῖς πιστῶς Θεῷ μέλπουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νυσταγμοῦ τῆς καρδίας, ἐλευθέρωσον πάντας Θεοκυῆτορ ἁγνή, καὶ πύλην μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰχνηλατοῦντες, τοῦ Βασιλείου πορείαν, μιμησώμεθα τούτου τὸν βίον, τὸν Χριστὸν ὑμνοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Κατανικήσας, τῶν Παπικῶν τὰς αἱρέσεις, ὁ Βασίλειος πάντας προτρέπει· τὸν Θεὸν ὑμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁμολογοῦμεν, Τριαδικὴν Μοναρχίαν, καὶ ὁμοῦ Βασιλείῳ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, Αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, Ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ χάρις τῆς σοροῦ σου, Βασίλειε σώζει, ἐξ ἐπηρείας δαιμόνων καὶ νόσων δεινῶν, τοὺς προσιόντας σοι πίστει, Πάτερ πανένδοξε.
Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ βιοτῆς ἐναρέτου πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Ὄστρογκ Βασίλειε.
Ὁμότροπον Ὁσίων, σὲ ὁμολογῦμεν, καὶ ἀσκητῶν συνοδίτην Χριστοῦ μιμητήν, τοῦ Ζαχουμίου προστάτα, κλεινὲ Βασίλειε.
Θεοτοκίον.
Ὑμνοῦντες τὸν Υἱόν Σου, Σὲ ὁμολογοῦμεν, ὡς Παναγίαν Μητέρα Χριστοῦ τοῦ Θεοῦ, καὶ Ὀρθοδόξων προστάτιν, καὶ καταφύγιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν Ἐρζεγοβίνης θεῖον φρουρόν, καὶ Σέρβων τὸ κλέος, εὐφημήσωμεν εὐλαβῶς, Βασίλειον Ὄστρογκ, Ποιμένα Ζαχουμίου, πιστῶν μέγαν προστάτην, καὶ ἀντιλήπτορα.
Ἀσκητὴν Ποιμένα θαυματουργόν, τὸν τοῦ Ζαχουμίου, φρυκτωρόν τε καὶ ἀρωγόν, Βασίλειον Ὄστρογκ, ὑμνήσωμεν ἐμφρόνως, τῆς χάριτος δοχεῖον, σημείων πρόξενον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Βασίλειον Ὄστρογκ, τὸν Ποιμένα τὸν ἀληθῆ, τῆς πίστεως στῦλον, ἀσκήσεως τὸν πύργον, ζωῆς τῆς θεαρέστου, τὸ ἀκροθίνιον.
Πάντας τοὺς τιμῶντάς σε εὐσεβῶς, Βασίλειε σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, καὶ μίσους βροτοκτόνου, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Θεάνθρωπον.
Καρδίαν καθάρας καὶ τὴν ψυχήν, θεόπτης ἐγένου, καὶ ἀῤῥήτων μυσταγωγός, ἐν πράξει βιώσας, Χριστοῦ τὴν Βασιλείαν, Βασίλειε τοῦ Ὄστρογκ, τῶν Σέρβων καύχημα.
Χαίρει ἡ τοῦ Ὄστρογκ σεπτὴ Μονή, Βασίλειε Πάτερ, ὡς κατέχουσα θησαυρόν, σοροῦ σου ἀφθόρου, πηγῆς θείων θαυμάτων, καὶ κρήνης ἰαμάτων, τοῖς προσιοῦσί σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλαγίων οἱ χοροί, τὸν Ἐρζεγοβίνης προστάτην, Μονῆς τοῦ Ὄστρογκ φρουρόν, ᾄσμασι τιμήσωμεν, κλεινὸν Βασίλειον· τὸν Χριστὸν γὰρ ἠγάπησεν, ἐν ἔργῳ καὶ λόγῳ, πᾶσαν δὲ κατέλιπε, σαρκὸς τὴν πρόνοιαν· ὅθεν, κοσμηθεὶς ἀφθαρσίᾳ, πᾶσι τοῖς προστρέχουσι πίστει, δίδωσι τὴν χάριν τῶν ἰάσεων.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.