Παρακλητικός Κανών εις τον Άγιο Βηχιανό

†Εορτάζεται στις 11 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τὰ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐ σιωπήσομεν πότε Θεοφόρε, τὰ μεγαλεῖά σου λαλεῖν οἱ ἀνάξιοι, Βηχιανὲ ὁσίων ἐγκαλλώπισμα, πάντων τὸ προσφύγιον, ἀσθενούντων ἡ ῥώσις, θλιβομένων λύτρωσις, καὶ παράκλησις Πάτερ, ὅθεν βοῶμεν· πάντες οἱ πιστοί, τοὺς σὲ τιμώντας, ἀεὶ μάκαρ φύλαττε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὀ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Πάτερ ὧν ἀκρότης χαῖρε ὦ μάκαρ Βηχιανέ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὕγρὰν διοδεύσας.
Πολλοῖς ὀδυνόμενος λογισμοῖς πρὸς σὲ νῦν προσπίπτω, θεοφόρε Βηχιανέ, ὁσίων ἀκρότης μὴ παρίδης, τοῦ ταπεινοῦ σου ἱκέτου τὴν δέησιν.
Ἁγίων ἡ νῆσος ἡ ἱερά, συγχαίρει ταῖς ἄνω κληρουχίαις τῶν οὐρανῶν, ἣν ἔσχες τῷ πάλαι κατοικίαν, ἡ θεοφρούρητος Κύπρος ἡ ἔνδοξος.
Τὴν δέησιν πρόσδεξαι τὴν ἠμῶν, θεόφρων, πατέρων ἀκροθίνιον ἱερόν, καὶ πλήρωσον πάντων τὰς αἰτήσεις, τῇ θερμοτάτῃ σοφὲ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἐάν ἀνομίαις ὁ σὸς Υἱός, τηρήσει ἀνθρώπων καταργήσεται πάσα σάρξ, βροτεία Πανάχραντε ἀλλ’ ὅμως, τῇ μεσιτείᾳ σου πάντες ὑπάρχομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥητορεύουσα γλώτταν, Βηχιανὲ ἔνδοξε κέκτημαι οὐδόλως παμμάκαρ, τῇ ἀνημνήσει σου πλὴν ἐκ καρδίας μου, τὰ σὰ θαυμάσια Πάτερ, μεγαλύνω κράζων σοι, χαίροις πανεύφημε.
Ὥσπερ δώματι μάκαρ ἐν ὑψηλῷ Ὅσιε, οἰκησιν κατέχων στρουθίον, βίον διένειμας, πρὸς τὸν Παντάνακτα δεητικῶς ἀναπέμπων, Πάτερ τὰ αἰτήματα τῶν προσιόντων σοι.
Νῦν προστρέχομεν πίστει δεητικῶς κράζοντες· σκέπε τῇ πρεσβείᾳ σου πάντας, τοὺς εὐφημούντας σε, καὶ πλήθη δώρησαι, τῶν ἰαμάτων σοῖς δούλοις ἰατρὸς ὑπάρχεις γάρ, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, σὺ τῶν πιστῶν στήριγμα, σὺ ἀπηλπισμένων ἡ μόνη ὑπάρχεις λύτρωσις, πίστεως ἔρεισμα καὶ σωτηρίας βεβαία, σὺ ἐλπὶς Πανάμωμε ἡ ἀδιάψευστος.
Διάσωσον δεινῶν παντοίων τοὺς σὲ τιμώντας, ὅτι πάντων Βηχιανὲ ὑπάρχεις προσφύγιον, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κακουχίαις καὶ πάθεσι, σῶμα καὶ ψυχή μου κατημαυρώθησαν, ἐκ παντοίων με ἀνάγαγε, σοῦ ταῖς πρὸς Κύριον δεήσεσι.
Ῥυπαρῶν ἡ καρδία μου, διαλογισμάτων ἐπλήσθη Ὅσιε, καὶ προσπίπτω τῇ Εἰκόνι σου, σπεῦσον καθαρίσαι με κραυγάζων σοι.
Ὁ Σωτήρ μου καὶ Κύριος ἔχει σὲ ἱκέτην καὶ σοῦ τὰ λόγια, ὑπὲρ πάντων προσδεχόμενος, νέμει σωτηρίαν καὶ λύτρωσιν.
Θεοτοκίον.
Τὴν ἁγνὴν Θεομήτορα πάντες εὐφημήσωμεν, ὅρος θεῖον τὸ πιότατον, ὡς προφῆται ταύτην προεκήρυξαν.
ᾨδὴ ε΄. Λύτρωσε ὑμᾶς.
Ἤνοιξαν ἡμῖν, οὐρανοῦ αἱ πύλαι σήμερον, ταῖς ἱκεσίαις ταῖς σαῖς πρὸς Κύριον, καὶ εὐφροσύνης, γέγονας θείας ὁ πρόξενος.
Σκέπασον ἡμᾶς, ἐκ παντοίας περιστάσεως καὶ ἀσθενείας δεινῶν ἀπάλλαξον τὸ θεινοτάτην, δίδων ὑγίειαν τοῖς πάσχουσι.
Χαίρει σὺν ἡμῖν, νῆσος Κύπρος ἑορτάζουσα καὶ ἀνυμνοῦσα τὰ σὰ παλαίσματα ὅσιε πάτερ Βηχιανὲ παμμακάριστε.
Θεοτοκίον.
Ἄφθορον Ἁγνήν σε γινώσκομεν πανάμωμε καὶ Θεοτόκον καὶ ἀειπάρθενον, σῶσον Παρθένε, πάντας τοὺς μεγαλύνοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰδίως, οἱ ἐκ τῶν νόσων πάσχοντες, τοῦ λαιμοῦ σοι καταφεύγουσι Πάτερ, καὶ τῶν δεινῶν ἀπαλλάτονται πάντες, κατὰ τὴν πίστιν ἣν ἔχουσιν ἕκαστος, καὶ κράζουσι Βηχιανέ, εὐχαριστίους ὠδᾶς τῇ δυνάμει σου.
Ῥαδίως, σὺ τὴν ὑγίειαν παρέχεις, τοῖς πίστως σοὶ προσιοῦσι παμμάκαρ, καὶ τὴν ἐμὴν νῦν οἰκτρᾶν ἱκεσίαν, Βηχιανὲ μὴ παρίδης καὶ δώρησαι τὴν ἴασίν μου τῆς ψυχῆς, Παραδείσου δὲ θείου τὴν μέθεξιν.
Ἐν πλήθει τῶν πταισμάτων διῆλθον, βίον ἅπαντα δεινῶς ἁμαρτάνων, ὅθεν τὰ νῦν ζοφωτάτου ληθάργου, τῆς βαρυτάτης δεινῶς ἀπογνώσεως, βοήθει μοι ἀπαλλαγεῖν σοὶ προστρέχω καὶ δέομαι Ὅσιε.
Θεοτοκίον.
Ὦ πάντων τῶν ποιημάτων Παρθένε ὑπερτέρα καὶ Ἄγγελων Κυρία, καὶ τῶν ἐν γῇ κραταιᾷ προστασίᾳ, καὶ σωτηρίας βεβαία ἀντίληψις, πανένδοξε Μῆτερ Θεοῦ, χαῖρε νύμφη ἀνύμφευτε Δέσποινα.
Διάσωσον δεινῶν παντοίων τοὺς σὲ τιμώντας, ὅτι πάντων Βηχιανὲ ὑπάρχεις προσφύγιον, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασία.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν ἐν ἀσθενείας πανεύφημε, ἰατρεῖον νοσημάτων ὑπάρχει γὰρ ὁ ναὸς καὶ ἡ εἰκών σου Πάτερ ἡ σεπτή, ἀλλά λύτρωσε ὡς ἀγαθός, τοὺς ἐκ παντοίων πειρασμῶν, ἀλγουμένους Πανεύφημε· τάχυνον ὅτι πάντες, δεόμεθα ἐν ἀνάγκαις, Βηχιανὲ τοῖς πρὸς Θεόν, ἀποστέλλειν ἱκεσίαις σου.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄, 17-22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ἁγίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενος τὴν κοσμικὴν εὐφροσύνην, ἐν σπηλαίοις, ὄρεσι, καὶ πολλαῖς ἀσκήσεσι Πάτερ ἔνειμας, βίον σου ἅπαντα τῷ Θεῶ δουλεύσας, καὶ τρανῶς ἔσχες ἀντίδοσιν τῶν παλαισμάτων σου, τῶν ὑπερφύων τὴν ἐνέργειαν, σοῦ γὰρ ἣν κατώκησας, πάσης εὐλογίας συμμέτοχον, ἔσχες Θεοφόρε, ἡ λύτρωσις τῶν νόσων τοῦ λαιμοῦ, μὴ μοῦ παρίδης τὴν δέησιν, τὸ συμφέρον ποίησον.
Οὐδείς, προστρέχων τῷ Ναῷ, ἄλγων παμμάκαρ ἐξ αὐτοῦ, ἐκπορεύεται, Βηχιανὲ ὅσιε μάκαρ, ἀλλ’ ἐν πίστει προσπίπτων, ἰατρεύεται τάχιστα καὶ ἀνυμνεῖ σε παναοίδιμε.
Μεταβολὴ τῶν ἀσθενούντων, ἀπαλλαγὴ τῶν νοσημάτων, πανεύφημε θεοφόρε ὑπάρχεις, σῶζε πάντας τοὺς πρὸς σέ, νῦν προσερχομένους καὶ παράσχου, πᾶσι τὴν ὑγίειαν καὶ εἰρήνην, ὁ μόνος τῶν ἐν νόσοις ἰατρός.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μεγαλύνω κραυγάζω εὐχαρίστως τὸν αἶνον καὶ τὰ θαυμάσια, ὑμνῶ καὶ ἱστορῶ σου βοῶ τε καί δοξάζω, τοὺς προσπίπτοντας ἅπαντας Βηχιανὲ θαυματουργέ, οἰκτίρμων μὴ παρίδης.
Ἀπὸ γῆς τῷ Δεσπότι, Παντοκράτορι Λόγω τὴν ἱκεσίαν μου, καὶ πάντων τῶν ἀνάγκαις καὶ θλίψεσι καμνόντων, θεοφόρε ἀνάγαγε, Βηχιανὲ θαυματουργέ, ἐν πίστει δέομαί σου.
Κύπρου νήσου ὑπάρχων θεῖον βλάστημα Πάτερ, Θεῷ ἐδούλευσας, διὸ καὶ ἐδοξάσθης, καὶ τάχει ἀνηνέχθεις εἰς οὐράνιον μέθεξιν, Βηχιανὲ θαυματουργός, δεικνυμένος τοῖς πᾶσι.
Θεοτοκίον.
Ἀντιῤῥήσεις φληνάφους κοσμικῶν φιλοσόφων ὁ θεῖος τόκος σου, διέλυσε Παρθένε, φυλάξας σε ἐν τόκω καὶ πρὸ τόκου Πανάμωμον, καὶ μετὰ τόκον ἐς ἀεί, παρθένον Θεοτόκον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥερυπωμένος ταῖς κοσμικαῖς ἀσχολίαις, καταφεύγω τῷ οἶκῳ σου Παμμάκαρ, καὶ ἐπικαλοῦμαι τὴν κραταιάν σου σκέπην.
Βηχιανόν σε ἐπικαλούμενοι πίστει πάντες ἔχομεν κακῶν ὀλετήρα θλίψεων διώκτην καὶ πάροχον εἰρήνης.
Ἡ τοῦ Σωτῆρος, ἐπὶ τῆς γῆς σὺ ὑπάρχεις προστασία ἁπτὴ καὶ βεβαία, Θεία ἐνεργεία Πνεύματος Παναγίου.
Θεοτοκίον.
Χαράν σου Κόρη, τῶν μεγαλείων ὁ τάλας καὶ αἰσθανόμενος ἀλήκτως κραυγάζω, μή μου ἐπιλάθου, παρθένε Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱέραξ ὑψιπέτης, ἐδείχθης θεοφόρε, οὐρανοβάμων θεόπτα πανθαύμαστε, Βηχιανὲ τῶν ὁσίων ἀγλάισμα.
Ἀνῆλθες θεωρίαις, ἀσκήσεσι καὶ κόποις, ἐπὶ τῇ θείᾳ πανεύφημε κλίμακι, τῶν ἀρετῶν καὶ Θεῷ εὐηρέστησας.
Ναός σου, ὦ Παμμάκαρ, ἐν Ὕψωνι ἐφάνη θεραπευτήριον πάσης κακώσεως, Βηχιανὲ καὶ ελπὶς τῶν ὑμνούντων σε.
Θεοτοκίον.
Ἐπίσκεψον τοὺς ὕμνους ἐν πόθῳ σε τιμώντας, καὶ ἐφ΄ἡμᾶς τὰ ἐλέη σου δώρησαι, Βηχιανὲ σὺν Ἁγνὴ Θεομήτορι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάιροις τῶν ὁσίων ἡ Καλλονή, νήσου Κύπρου κλέος, ἀσθενούντων ὁ ἰατρός, πάντων τὰς αἰτήσεις σοφὲ μὴ διαλείπης, Βηχιανὲ ἐν τάχει ἀεὶ προσδέχεσθαι.
Χαίροις νήσου Κύπρου θεῖος βλαστός, καὶ τῶν Ὀρθοδόξων ὁ ἀκοίμητος βοηθός, χαῖρε ἀσθενούντων ἡ ἴασις παμμάκαρ, Βηχιανὲ θεόφρων ὁσίων καύχημα.
Δεῦτε οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν ταῖς ὀδύναις, τὸν ταχύτατον κουφιστήν, οἱ ἐν ταῖς ἀνάγκαις τὸν ῥύστην καὶ προστάτην Βηχιανὸν τὸν μέγαν, ὕμνοις τιμήσωμεν.
Πάντων πενομένων ὁ ἀρωγὸς καὶ τῆς νήσου Κύπρου ὁ ἀστέρας ὁ φαεινός, πάντας καταυγάζων φωτὶ τῷ οὐρανίῳ ἐσκοτισμένους βίου πολλαῖς ὀχλήσεσι.
Ψάλλομεν προθύμως νῦν τὴν ὠδήν, οἱ ἐν νήσῳ Κύπρῳ καὶ βοῶμέν σοι ἐκτενῶς, Ὅσιε τρισμάκαρ Βηχιανὲ τοὺς πόθῳ, σὲ ἀνυμνοῦντας φρούρει ἀεὶ καί φύλαττε.
Τί σοὶ προσενέγκωμεν οἱ πτωχοί, πάντων ἀρετῶν τε, καὶ χρεῶσται Βηχιανέ, εἰ μὴ μετανοίας καρποὺς ὥσπερ θυσίαν, αἰτούμενοι πταισμάτων, Πάτερ τὴν ἄφεσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α’.
Ταμασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάισμα, θαυματουργοὶ ὤφθητε ὄντως, Βηχιανὲ καὶ Νόμων ὅσιοι· νηστεία, κατετήξατε σαρκός, ἀλόγους ἐνθυμήσεις πανσθενῶς· ὅθεν χάριν ἰαμάτων, ἐξ οὐρανοῦ ἐδέξασθε, θεόπνευστοι· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ καὶ ὑμᾶς στεφανώσαντι, δόξα τῷ ἐνεργούντι δι’ ὑμῶν πάσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντων προστατεύεις ἀγαθέ, τῶν σοὶ προσιόντων ἐν πίστει, καὶ αἰτουμένων ἀεί, νόσων ἐλευθέρωσον καὶ σωτηρίαν ψυχῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, θλίψεων καὶ πόνων, Πάτερ ἀπολύτρωσιν, καὶ ζωῆς μέθεξιν, θείας αἰωνίου μελλούσης, πάροχος σὺ φάνηθι πᾶσι, ὦ Βηχιανὲ θεομακάριστε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

