Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα και Θαυματουργό Χαράλαμπο

Ποίημα ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου

†Εορτάζεται στις 10 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χαραλάμπους τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτῷ· πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης ἀνάγκης, τάχυνον καὶ κόπασον, τοῦ πανώλους τὴν θραῦσιν, ταῖς πρὸς Χριστὸν εὐχαῖς σου ἀθλητά, ἵνα σε πάντες ἀεὶ μακαρίζωμεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Πᾶσαν νικῶντα θεραπείαν βλέποντες, καὶ μηχανὴν ἰατρῶν, τὸν νῦν ἐπελθόντα, λοιμὸν τοῖς οἰκέταις σου, πίστει θερμὴ προστρέχομεν, τῇ ἁγίᾳ σου σκέπῃ, ἱερομάρτυς Χαράλαμπες, πρόφθασον ἡμᾶς κινδυνεύοντας.

Καθάπερ ἄλλος Ἀαρὼν Χαράλαμπες, ἐν μέσῳ στὰς τῶν νεκρῶν, καὶ τῶν τεθνεώτων, τὴν φορὰν τὴν ἄσχετον, τοῦ νῦν θανάτου κόπασον· προσευχῶν σου δὲ Πάτερ, προσενεγκὼν τὸ θυμίαμα, τὴν ὀργὴν Κυρίου κατάπαυσον.

Πανωλεθρίαν τὴν δεινὴν θεώμενος, τοῦ βροτοκτόνου λοιμοῦ, Ἱερεῦ Κυρίου, ἔνδοξε Χαράλαμπες, σπλαγχνίσθητι καὶ τάχυνον, εὐμενίσας τὰ σπλάγχνα, Θεοῦ τοῦ φύσει οἰκτίρμονος, ἅπερ καθ’ ἡμῶν παρωργίσαμεν.

Θεοτοκίον.
Καιρὸς κακῶν, καιρὸς ὀργῆς κατέλαβε, τοὺς ταλαιπώρους ἡμᾶς· ὁ λοιμὸς γὰρ πάντας, χλόην ὥσπερ ἔκειρε, Μαρία μητροπάρθενε, δράμε πρόφθασον τάχος, καὶ τὸν Υἱόν σου ἱλέωσαι, ἐφ’ ἡμῖν τοῖς ἄμετρα πταίσασιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ζωηφόρος ἐν αὔραις, σῶν πρεσβειῶν Ἅγιε, τὸν διεφθαρμένον ἀέρα λοιμοῦ ἀπέλασον, ὃν ἀναπνέοντες, τὴν γῆν οἱ ταύτην οἰκοῦντες, θάνατον ἐπώδυνον τάχος λαμβάνουσιν.

Ὡς τοὺς στάχυς θερίζει, τὸ τμητικόν δρέπανον, οὕτως ὁ λοιμὸς ἐκθερίζει ἀνθρώπους ἅπαντας, μάρτυς Χαράλαμπες, σύγκοψον τούτου τὴν θραῦσιν, καὶ θανάτου λύτρωσαι τοὺς προσφυγόντας σοι.

Ἐχωρίσθημεν οἴμοι! ἀναστροφῆς Ἅγιε, καὶ ἐπιμιξίας ἁπάσης ἀλλήλων εἴρχθημεν, πανώλους δείματι· σὺ οὖν ἐκ μέσου ποιήσας, τοῦτον ἡμᾶς ἕνωσον αὖθις πρεσβείαις σου.

Θεοτοκίον.
Ἴδε Δέσποινα κόσμου, ἴδε λαοῦ κάκωσιν, τοῦ ἀγορασθέντος τιμίῳ Υἱοῦ σου αἵματι, καὶ οἰκτιρήσασα, τοῦτον ὡς εὔσπλαγχνος Μήτηρ, τοῦ λοιμοῦ ἀπάλλαξον τοῦ πανδαμάτορος.

Διάσωσον, ἐκ τοῦ κινδύνου λοιμοῦ τοῦ πανωλεθρίου Ἱερομάρτυς Χριστοῦ, ἡμᾶς τοὺς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θερμῇ καὶ ἁγίᾳ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.
Πολλοῖς ἐν κακοῖς, κυκλούμεθα οἱ τάλανες, ἐντεῦθεν λοιμοῦ, τῷ φόβῳ συνεχόμενοι· ἐκεῖθεν δὲ κατεχόμενοι, συγκλεισμῷ καὶ στερούμενοι, τῶν ἀναγκαίων σε αἰτοῦμεν ἀθλητά, κατοικτειρῆσαι ἡμᾶς κινδυνεύοντας.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς Κύριε.
Ὅπου ἡ σῇ, ἐπισκιάζει Χαράλαμπες, θεία χάρις, καὶ σεπτόν σου ὄνομα, ἐπικαλεῖται πίστει θερμῇ, ἐκεῖθεν ἡ νόσος, ἡ τοῦ λοιμοῦ ἐκδιώκεται· διὸ ἐκδιωξάτω, καὶ νῦν τοῦτον σῇ χάρις, ἀφ’ ἡμῶν τῶν καλούντων σὸν ὄνομα.

Βλέψον ἡμᾶς, κακὰ παθόντας τὰ ἔσχατα, Ἀθλοφόρε, καὶ ἵλεως φάνηθι· ἰδοὺ γὰρ πάντας ὁ νῦν λοιμός, ἀοίκους πλανήτας, ἀνέδειξε καὶ ἀπόλιδας· θάνατος γὰρ ἐν οἴκοις, θάνατος ἐν πλατείαις, καὶ ἐν πόλει καὶ κώμῃ νῦν θάνατος.

Πρὶν μὲν Δαυΐδ, βλέπων τὸν Ἄγγελον κτεῖνοντα, μυριάδας, τοῦ λαοῦ ἱλέωσε, τοῦτον θυσίᾳ ἐν αἰσθητῇ· σὺ δὲ Ἀθλοφόρε, ὁρῶν λοιμὸν τὸν συγκόπτοντα, τὰ πλήθη Χριστωνύμων, πρεσβειῶν σου θυσίᾳ, νοερᾷ Θεὸν ἵλεων ἔργασαι.

Θεοτοκίον.
Μῆτερ Θεοῦ, τῶν κοπετῶν νῦν ἐπάκουσον, καὶ τῶν θρήνων, οὕσπερ οἱ οἰκέται σου, ἐπὶ νεκροῖς ποιοῦσιν αὐτῶν· πτώματα γὰρ τούτων, πολλάκις μένουσιν ἄταφα, ὀρνέοις καὶ θηρίοις, οἴμοι κείμενα βρῶσις· συμφορὰν τοίνυν τούτων οἰκτείρησον.

ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.
Ὁ φλογίζων πανώλης, καὶ τὴν φλογερὰν προσλαβόμενος ἔξωθεν, ὥραν τὴν τοῦ θέρους, Βαβυλῶνος ὡς κάμινος γέγονεν, ἐμπιπρῶν αὐτίκα, τοὺς ὑπ’ αὐτοῦ κατεχομένους, ἀλλὰ σὺ τοῦτον Μάρτυς κατάσβεσον.

Ἡ πληγὴ ἡ δεκάτη, νῦν τοῦ Φαραὼ ἡμᾶς πάντας κατέλαβε· νῦν ὁ ὁλοθρεύων, ἐν οἰκίαις ἡμῶν πάντας ἔκτεινεν, Ἱερεῦ Κυρίου, αἷμά σου δεῖξον τῷ Δεσπότῃ, καὶ εὐθὺς ἐκδιώξει τὸν ὄλεθρον.

Τὴν Χριστοῦ θείαν ποίμνην, ἔθυσεν ἐσπάραξε κατεθοινήσατο, ὁ λοιμὸς ὡς πάνθηρ· ἀλλὰ σὺ πρεσβειῶν σου Χαράλαμπες, σιδηρᾷ ἐν ῥάβδῳ, πάταξον τοῦτον διατάχους, καὶ τῆς λύμης αὐτοῦ ἡμᾶς λύτρωσαι.

Θεοτοκίον.
Εὐκατάπρηστος ὕλη, ἡ ἡμῶν κακία Παρθένε γεγένηται, ἐξ ἧς συνετράφη, ὁ λοιμὸς καὶ τοὺς πάντας κατέφλεξε· σὺ οὖν ὡς ἀύλου, πυρὸς δοχεῖον φλέξον ὕλην, καὶ ὁ φλέγων λοιμὸς συμφλεχθήσεται.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὴν ἄμπελον, τοῦ Θεοῦ τὴν εὔκαρπον, ἐξ Αἰγύπτου ὁ Χριστὸς ἣν μετῆρε, τῆς σκοτεινῆς, ἀθεΐας καὶ πλάνης, ὡς μονιὸς ὁ λοιμὸς ἐνεμήσατο· Χαράλαμπες μάρτυς Χριστοῦ, τοὺς ὁδόντας αὐτοῦ τάχει σύντριψον.

Σοὶ δέδοται, χάρις αὕτη Ἅγιε, ἐξαιρέτως παρὰ πάντας Ἁγίους, παύειν λοιμοῦ, πανωλέθρου τὴν νόσον, ἀλλὰ καὶ νῦν ταύτην ἔμπρακτον ποίησον, διώξας τάχος τὸν λοιμόν, ἐξ ἡμῶν τῶν ἐν πίστει τιμώντων σε.

Ὡς δράκοντα, Δανιὴλ διέῤῥηξε, βαβυλώνιον τεχνάσματι θείῳ, οὕτω καὶ σὺ, ὦ Χαράλαμπες μάρτυς, τὸν λαὸν τοῦ Θεοῦ λυμαινόμενον, διάῤῥηξον σῶν πρεσβειῶν, τῷ φαρμάκῳ λοιμὸν τὸν Αἰγύπτιον.

Θεοτοκίον.
Προσπέσωμεν, ἀδελφοὶ καὶ κλαύσωμεν, καὶ Χριστῷ μετανοήσωμεν πάντες, ἀπὸ ψυχῆς καὶ καρδίας βοῶντες· φεῖσαι λαοῦ σου φιλάνθρωπε Κύριε, καὶ παῦσον θραῦσιν τοῦ λοιμοῦ, δραστικαῖς τῆς Μητρός σου δεήσεσι.

Διάσωσον, ἐκ τοῦ κινδύνου λοιμοῦ τοῦ πανωλεθρίου, Ἱερομάρτυς Χριστοῦ ἡμᾶς τούς προστρέχοντας, τῇ σκέπῃ σου τῇ θερμῇ καὶ ἁγίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱερεῦ τοῦ Χριστοῦ, καὶ θύτα ἐννομώτατε, ἀθλητῶν καλλονή, καὶ Μάρτυς γενναιότατε, ἱερὲ Χαράλαμπες μεσίτευσον Χριστῷ, ὅπως ἐξάρῃ τοῦ λοιμοῦ, τὴν βαρυτάτην συμφοράν, τὴν ἡμᾶς κατατρύχουσαν· ἔχεις τὰ δυσωποῦντα, τοῦτον τίμια πάθη, καὶ τὸ μαρτύριον τὸ σόν, ὃ δι’ αὐτὸν χαίρων ἤνυσας.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ κδ΄, 4 – 8).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.  Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θύτην ἐννομώτατον καὶ ἀθλοφόρον Κυρίου, πολιὰν σεβάσμιον, γηραλέον φρόνημα καὶ πᾶν τίμιον, κεφαλὴν θείαν τε αὐτουργὸν θαυμάτων, ἐλατῆρα πανδαμάτορος, λοιμοῦ γινώσκοντες σὲ ἱερομάρτυς Χαράλαμπες, ἡμεῖς πάντες οἱ δοῦλοί σου, τῇ σῇ ἀντιλήψει προστρέχομεν· ἴδε οὖν παμμάκαρ, τὴν θλῖψιν καὶ τὴν κάκωσιν ἡμῶν, καὶ λῦσον τάχος τὸν κίνδυνον, τοῦ πανώλους Ἅγιε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδή ζ΄. Παῖδες Ἑβραίων.
Ἵνα σε πάντες εὐφημῶμεν, ἵνα μέλπωμεν, ἀεὶ τὸ ὄνομά σου, ἐξελοῦ πειρασμοῦ, λοιμοῦ πανωλεθρίου, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὦ Χαράλαμπες τρισμάκαρ.

Νέφος θανάτου ὀξυτάτου, κατεκάλυψεν, ἡμᾶς τοὺς σοὺς οἰκέτας· πρεσβειῶν σου πνοαῖς, σκέδασον τοῦτο μάκαρ, καὶ τῆς ζωῆς ἀνάτειλον, καθαρὰν ἡμῖν αἰθρίαν.

Λαῖλαψ καθάπερ ἐμπεσοῦσα, διετάραξε τὸν βίον ἡμῶν πάντων, ὁ πανώλης λοιμός· ἀλλὰ σὺ Ἀθλοφόρε, εἰς σταθηρὰν μετάβαλε, τὴν ζωὴν ἡμῶν γαλήνην.

Θεοτοκίον.
Λύτειρα λύπης Θεοτόκε, καὶ εὐρύχωρον δοχεῖον χαρᾶς κόσμου, λῦσον λύπης πικρᾶς, λοιμοῦ τοῦ βροτοκτόνου, ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, καὶ χαρὰν ἡμῖν παράσχου.

ᾨδή η΄. Τόν ἐν ὄρει.
Σωφρονίζων, ὡς δούλους ἀτακτοῦντας, ὁ Δεσπότης, ἡμᾶς λοιμῷ μαστίζει· ἐὰν λοιπὸν σωφρονισθῶμεν ἅπαντες, λύσει τὴν παιδείαν, ὡς Θεὸς ἐλέους, πρεσβείαις Χαραλάμπους.

Φεῖσαι φεῖσαι, λαοῦ τοῦ χριστωνύμου, Ἀθλοφόρε, καὶ μάχαιραν Κυρίου, τὴν ἡβηδὸν τοὺς πάντας ἀποσφάττουσαν, ἤδη ἀοράτως, στρέψον εἰς τὴν θήκην, σαῖς δραστικαῖς πρεσβείαις.

Ἠρημώθη ἡ πόλις ἡμῶν πᾶσα, καὶ αἱ κῶμαι, ἐγένοντο νῦν πόλεις καὶ ἐρημίαι, κατοικίαι ὤφθησαν, τοῦ λοιμοῦ τῷ φόβῳ· ὃν ἀποδιώξαις ταῖς σαῖς πρεσβείαις μάκαρ.

Θεοτοκίον.
Χριστοῦ Μήτηρ, καὶ Μήτηρ Χριστωνύμων, σὺ ὑπάρχεις, Παρθένε· διὸ τάχος, τὰ κατὰ χάριν τέκνα σου ἐλέησον, ἡμᾶς κακωθέντας, καὶ σωφρονισθέντας τῇ τοῦ λοιμοῦ παιδείᾳ.

ᾨδή θ΄. Ἐξέστη ἐπί τούτῳ.
Παυσώμεθα τοῦ εἶναι ἄνδρες λοιμοί, ἐν καθέδρᾳ λοιμῶν καθεζόμενοι, καὶ τῶν κακῶν, ἀλλήλοις γενόμενοι ἀρχηγοί, μεταδιδόντες ἅπασι, τῆς διαφθειρούσης λύμης ψυχάς· καὶ παύσεται αὐτίκα, λοιμὸς ὁ τῶν σωμάτων, ὁ πάντας φθείρων τοὺς ἐγγίζοντας.

Παρέβημεν Κυρίου τὰς ἐντολάς, τὰς ζωὴν προξενούσας τοῖς πράττουσι, πάντες ἡμεῖς· διὰ τοῦτο πρόστιμον καὶ ποινήν, τὸν θάνατον νῦν εὕρομεν, καὶ τὴν τοῦ πανώλους διαφθοράν· θάνατος γὰρ ὑπάρχει, καθὼς βοᾷ ὁ Παῦλος, τῆς ἁμαρτίας τὰ ὀψώνια.

Οὐκ ἔχομεν τι δῶρον προσενεγκεῖν, ἱκανὸν δυσωπῆσαι Χαράλαμπες, οὐκ ἀρετάς, οὐ κατορθωμάτων ἴχνος βραχύ· θερμὰ μικρά σοι δάκρυα, ταῦτα προσενέγκωμεν ἐκ ψυχῆς, καὶ στεναγμοὺς ὀλίγους, οὓς πρόσφερε Κυρίῳ, καὶ λοιμοῦ σῶσον πανδαμάτορος.

Θεοτόκιον.
Παράλαβε Παρθένε πάντας χορούς, τῶν ἀύλων Ἀγγέλων Ἁγίων τε, καὶ ἐκτενῆ, ποίησον πρεσβείαν τῷ σῷ Υἱῷ· δεῖξον μαστοὺς καὶ χεῖράς σου, δεῖξον σπόγγον λόγχην καὶ τὸν σταυρόν, τὰ σὰ καὶ τὰ ἐκείνου, καὶ οὕτω παῦσον Κόρη, λοιμοῦ τὴν νόσον τὴν πανώλεθρον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τοῦ λαοῦ σου, χαριτόβρυτε Ἀθλητά, καὶ ῥῦσαι κινδύνων καὶ πάσης ἄλλης βλάβης, τοὺς σὲ παρακαλοῦντας μάρτυς Χαράλαμπες.

Τὸν ἐν Ἱερεῦσι θαυματουργόν, καὶ ἐν ἀθλοφόροις, ἀπροσμάχητον βοηθόν, τὸν τοῦ βροτοκτόνου, πανώλους ἐλατῆρα, τὸν μέγαν Χαραλάμπη ὕμνοις τιμήσωμεν.

Ἔχοντες Ναόν σου τὸν Ἱερόν, τοῦτον ἀθλοφόρε, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν τούτῳ καιρῷ τῷ τοῦ πανώλους, καὶ ἐπηρείας πάσης αὐτοῦ λυτρούμεθα.

Σκέπε φρούρει φύλαττε Ἀθλητά, τοὺς ὑπὸ τὴν σκέπην, καταφεύγοντας νῦν τὴν σήν, καὶ ῥῦσαι ἐκ βλάβης, λοιμοῦ τοῦ πανωλέθρου, ταῖς θείαις σου πρεσβείαις μάρτυς Χαράλαμπες.

Μέγα σου τὸ ὄνομα ὁ Χριστός, καὶ τὴν δόξαν πᾶσιν, Ὀρθοδόξοις Χριστιανοῖς, ἐποίησε μάρτυς Χαράλαμπες γενναῖε, λοιμοῦ σε ἀναδείξας, ῥύστην ὀξύτατον.

Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν πάρεστι χρεία, βοηθείας Μάρτυς Χριστοῦ· λύτρωσαι οὖν πάσης, ἀνάγκης τοῦ πανώλους, καὶ χεῖρα βοηθείας, τάχιστα ὄρεξον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος, τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ διὰ τοῦ μαρτυρίου, ἔλυσας καὶ εἰδώλων τὴν σκοτόμαιναν, μάκαρ· διὸ ἐν παῤῥησία Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, μάρτυς Χαράλαμπες, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, κατ’ ἐξαίρετον τρόπον δέ, τῆς νῦν κατεχούσης ἀνάγκης ἀπάλλαξον, τοῦ πανωλέθρου λοιμοῦ, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σωζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα και Θαυματουργόν Χαράλαμπο

Ποἰημα Αρχιμανδρίτου Ιωάννου Κεφαλληνέως

†Εορτάζεται στις 10 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ εξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἀθλοφόρῳ οἱ πιστοί δεῦτε πάντες, εὐσεβοφρόνως προσπεσόντες βοῶμεν· Ἱερομάρτυς ἔνδοξε Χαράλαμπε, ῥῦσαι τοὺς τιμῶντάς σε, λοιμικῆς ἀσθενείας, πάσης περιστάσεως, καὶ δεινῶν καὶ κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου, ἀθλητά, σὲ γὰρ προστάτην κεκτήμεθα ἅπαντες.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τάς ᾨδάς τοῦ Κανόνος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς πρὸς Χριστόν σου ἱεραῖς ἐντεύξεσι, Μάρτυς ἀοίδιμε, τῶν κινδύνων ῥῦσαι, καὶ δεινῆς κακώσεως, καὶ πάσης περιστάσεως, καὶ αἰσχρᾶς ἁμαρτίας, ἱερομάρτυς Χαράλαμπες, καὶ τῶν δυσμενῶν κατακρίσεως.

Ὁ τῶν ἁπάντων Βασιλεὺς καὶ Κύριος, ψυχῆς σου τὸ φαεινόν, προειδὼς παμμάκαρ, λαμπρῶς καθωράισεν, ἱερωσύνη, Ἅγιε, διαπρέψαντα λίαν, εἶτα ἀθλήσεως λάμψεσι σὲ εἰς οὐρανοὺς προσελάβετο.

Δόξῃ ἐνθέως διαπρέπων, ἔνδοξε, ἐν οὐρανοῖς κατοικεῖς, σὺν Ἀγγέλοις μάκαρ, καὶ Ἁγίων τάγμασι, δυσώπησον τὸν Κύριον, παῤῥησίαν ὡς ἔχων, ἡμᾶς ῥυσθῆναι κολάσεως, νόσου τε καὶ πάσης πωρώσεως.

Θεοτοκίον.
Ἡ ὑπὲρ λόγον τὸν Θεόν κυήσασα, εὐλογημένη Ἁγνή, καὶ τῶν οὐρανίων, νοερᾷ στρατεύματα, τῷ κάλλει σου λαμπρύνουσα, Παναγία Παρθένε, καταύγασον τοὺς οἰκέτας σου, πάσης ἐξελοῦσα σκαιότητος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παναοίδιμε πόθῳ σε ἀνυμνῶ Ἅγιε, τάχος τῶν κινδύνων καὶ σάλου, πάντας ἀπάλλαξον, ταῖς ἱκεσίαις σου, πρὸς τὸν Θεὸν καὶ εἰς ὅρμον, σωτηρίας εὔθυνον τοὺς σὲ γεραίροντας.

Ὁ Θεὸς τῶν ἁπάντων, δημιουργὸς Κύριος, χάριν σοι παρέσχε θεόφρον, τὴν τῶν ἰάσεων ἣν σὺ ἐζήτησας, ὑπεράθλων αὐτοῦ πόθῳ, καὶ λαβὼν τοῖς δούλοις σου παράσχου Ἅγιε.

Θειοτάτη προνοίᾳ, παρὰ Θεοῦ δέδοσαι, πᾶσι τοῖς πιστῶς σε τιμῶσι μάκαρ Χαράλαμπες, διὸ ἀπέλασον, ἅπασαν νόσον καὶ βλάβην, χάριν παρεχόμενος τὴν ἐπουράνιον.

Θεοτοκίον.
Ὡς Θεοῦ σε Μητέρα, καὶ γηγενῶν καύχημα, πίστει ἀνυμνοῦμεν Παρθένε, καὶ μακαρίζομεν, ῥῦσαι Πανάχραντε, τῆς ἐνεστώσης ἀνάγκης, τοὺς πιστῶς ὑμνοῦντάς σε τὴν Ὑπερύμνητον.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς Κύριε.
Σὺ Ἀθλητὰ καταφυγή μου καὶ δύναμις, σὺ προστάτης, σύ μου καὶ ἀντίληψις, πλουτῶν σοφὲ ὄντως πρὸς Θεόν, παῤῥησίαν μάκαρ, ὡς στεφανίτης ἀήττητος, διὸ καὶ πᾶσαν νόσον, ἀπελαύνων παράσχου, τοῖς πιστοῖς θείαν χάριν καὶ ἔλεος.

Ὁλοσχερῶς, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, ὡς ὑπάρχων, ἱερεὺς θαυμάσιος, καὶ δυσμενῶν ὅπλα καὶ ἰσχύν, τῇ θείᾳ ἰσχύι, καταβαλὼν ἀξιύμνητε, στεφάνων ἠξιώθης, οὐρανίων παμμάκαρ, διὸ ῥῦσαι ἡμᾶς πάσης θλίψεως.

Ἰλέως σύ, ἱερομάρτυς Χαράλαμπες, τοῖς σοῖς δούλοις, εἴης Παμμακάριστε, διδοὺς αὐτοῖς χάριν δαψιλή, ταῖς σαῖς ἱκεσίαις, ἐλαύνων νόσους καὶ σκάνδαλα, καὶ χάριτος ἐνθέου, ἀξιῶν ὡς προστάτης, πᾶσαν νόσον καὶ βλάβην ἀπέλασον.

Θεοτοκίον.
Νοοῦντές σου, τὸ ὑπὲρ λόγον μυστήριον, Θεοτόκε, ἄχραντε θεόνυμφε, τῶν οὐρανῶν τάγματα σεμνή, θάμβει γεγηθότως, συνέχονται ἐκπληττόμενα· διὸ ἡμᾶς Κυρία, λοιμικῆς ἀσθενείας καὶ κολάσεως ῥῦσαι Ὑπέραγνε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὑπερύμνητον Μάκαρ, τὸν Θεὸν τῶν ἁπάντων σὺ ἀνεκήρυξας, λαμπρῶς ἐν τῷ σταδίῳ, Χαράλαμπες θεόφρον, ὃν ἀεὶ καθικέτευε, τῶν ἐνεστώτων κακῶν, ῥῦσαι ἡμᾶς καὶ νόσων.

Νῦν σε Μάρτυς πλουτοῦντες, πρὸς Θεὸν τῶν ἁπάντων πρέσβυν θερμότατον, καὶ ἀεὶ Παμμάκαρ ἱκετεύομεν ῥῦσαι τῶν θλίψεων, καὶ δεινῆς μανίας, τῆς ἐνεστώσης νόσου τάχους, καὶ κινδύνων καὶ πάσης κακώσεως.

Ἱλασμὸν τῶν πταισμάτων, παρεχόμενος πᾶσι τοῖς εὐφημοῦσί σε, ταῖς λιταῖς σου Μάρτυς, τὴν μανίαν ἐν τάχει ἀπέλασον, Μάκαρ πάσης νόσου, καὶ πάσης βλάβης καὶ κακίας, ἀξιῶν οὐρανίου λαμπρότητος.

Θεοτοκίον.
Ὡς Θεὸν τετοκυῖα, ὑπερύμνητε Κόρη θεοχαρίτωτε, θαυμαστῶς ἰσχύεις, ὅσα βούλει ὑπέραγνε Δέσποινα, διὸ πάντας ῥῦσαι, νόσου παντοίας καὶ γεένης, καὶ κολάσεως πάσης ἐξάρπασον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἁγίως τὴν βιοτὴν διήνυες, ἱερεὺς διατελῶν θεοκῆρυξ, εἶτα σοφέ, μαρτυρίου ἀγῶσιν, εἰς οὐρανούς ἀνελήλυθας ἄριστε, διὸ λιταῖς σου πρὸς Χριστόν, πᾶσαν νόσον ἀπέλασον τάχιστα.

Ναόν σου τοῦ Παναγίου Πνεύματος, ἐγνωκότες οἱ πιστοὶ εὐφημοῦμεν, πάσης ὀργῆς, καὶ ἀνάγκης καὶ νόσων, καὶ τοῦ ἀώρου θανάτου ἀπάλλαξον, λιταῖς σου πρὸς τὸν Λυτρωτήν, παναοίδιμε μάρτυς Χαράλαμπες.

Νοοῦντες τὴν παῤῥησίαν Ἅγιε, ἣν πλουτεῖς πρὸς τὸν Χριστὸν Ἀθλοφόρε, πίστει ἀεί, εὐφημοῦμέν σε Μάκαρ, τὴν λοιμικὴν ἐξ ἀνθρώπων ἀπέλασον, μανίαν τὴν λυμαντικήν, ταῖς λιταῖς σου Χαράλαμπες ἔνδοξε.

Θεοτοκίον.
Ἡ μόνη τὸν Λυτρωτὴν κυήσασα, σὺ ὑπάρχεις παναγίᾳ Παρθένε, ὃν ἐκτενῶς, ὑπὲρ πάντων δυσώπει, οἰκτειρηθῆναι τῷ θείῳ ἐλέει σου, τυχεῖν τε τῆς ἐν οὐρανῷ, ἀπολαύσεως δόξης καὶ χάριτος.

Διάσῳζε Ἱερομάρτυς τοὺς πίστει σε εὐφημοῦντας, ταῖς πρὸς Χριστὸν λιταῖς σου Χαράλαμπες, κινδύνων καὶ ἀσθενείας ἁπάσης.

Ἄχραντε ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίᾳ τῇ ἱερᾷ σου θεόπνευστε, ἱκεσίᾳ πρὸς τὸν Χριστὸν ἱερώτατε, οἰκτείρησον ἡμᾶς, Χαράλαμπες σοφέ, δωρούμενος ἡμῖν τὴν λύσιν τῶν δυσχερῶν ἔνδοξε, ἀποσοβῶν πᾶσαν νόσον καὶ λοιμικὰς ἀσθενείας, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, Παναοίδιμε ὀξύτατος.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληνθυνθήσεται (δίς).
Στίχος. Πεφυτευμένοι ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγελίον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄. 17-27 καὶ ἰστ΄. 1-2)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπης με παραπτωμάτων εἰς χάος, ἀθλητὰ Χαράλαμπες, ἀλλὰ τάχος ἔξελε τῆς πωρώσεως, θλῖψις γὰρ ἔνδοξε καὶ ἀχλὺς τήκει με, τῶν ἀπείρων παραπτώσεων, ὧν με ἀπάλλαξον, τάχος Ἱερεῦ παναοίδιμε, πρὸς Κύριον πρεσβείαις σου, ὡς θερμὸς προστάτης τῶν δούλων σου, δέομαι θεόφρον, ἐπάκουσον ἡμῶν τῶν ταπεινῶν, ἐξαγαγὼν πάντας Ἅγιε, τῶν δεινῶν καὶ θλίψεων.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου….

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον Παμμάκαρ σοὺς οἰκέτας, περιστάσεως καὶ ζάλης ἐναντίας, ταῖς εὐχαῖς σου σοφέ, πρὸς Κύριον βοῶντας, εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς εἰς τοὺς αἰῶνας. (δίς)

Ἅγιον Πάτερ τῶν Ἁγίων, καθικέτευε ὑπὲρ τῶν σὲ τιμώντων, ἀπαλλάτων αὐτούς, κακώσεως καὶ σάλου, εὐλογητὸς εἶ κράζοντας ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἔτεκες ἄχραντε Μαρία, τὸν ἀχώρητον Δεσπότην τῶν ἁπάντων, ὃν ἀεὶ ὡς Υἱόν, ὑπὲρ ἡμῶν δυσώπει, νόσου καὶ πάσης θλίψεως, ἀπαλλάξαι Παναγίᾳ.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἱκετεύει ὁ θεῖος Χαραλάμπης, σὲ τὸν μόνον τῆς δόξης Βασιλέα, ἀποσοβῆσαι λοιμικὴν ἀσθένειαν, τῶν ὑμνολογούντων, καὶ δοξολογούντων, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁ τῶν ὅλων Θεὸς τρισὶ προσώποις, προσκυνούμενος οἰκτείρησον τὸν κόσμον, τοῦ Χαραλάμπους Σῶτερ ταῖς δεήσεσι, δέει σε ὑμνοῦντα, καὶ δοξολογοῦντα, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ θεότης Πατὴρ Υἱὸς καὶ Πνεῦμα, ταῖς λιταῖς Χαραλάμπους πάντας ῥῦσαι, τῶν δυσχερῶν καὶ πάσης περιστάσεως, πίστει σε ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἡ Παρθένος καὶ μόνη Θεοτόκος, τὸν Παντάνακτα ἀλήκτως ἱκετεύει, ὑπὲρ ἡμῶν ῥυσθῆναι περιστάσεων, ἀνυμνολογούντων, ὡς Θεὸν τῶν ὅλων, αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπί τούτῳ.
Ἐξίστανται οἱ τύραννοι Ἀθλητά, θεωροῦντες τὴν χάριν τὴν ἔνθεον, τὴν ἐπὶ σοί, Μάρτυς ἐνεργοῦσαν ὑπερφυῶς, ἡνίκα ἐξηρτήθησαν, ἄνω εἰς ἀέρα καὶ ὁ τμηθείς, τὰς χεῖρας ἀοράτως, καὶ ξύλον τὸ βλαστῆσαν, ταῦτα θεώμενοι ἐξέστησαν.

Τὴν νόσον τὴν λοιμώδη καὶ μιαράν, ἀπελαύνων, Χαράλαμπες ἔνδοξε, ῥῦσαι ἡμᾶς, πάσης δυσχερείας τῶν δυσμενῶν, δαιμόνων τε κακώσεως, πονηρῶν ἀνθρώπων καταδρομῆς, καὶ φθόνου καὶ μανίας, καὶ τῆς συκοφαντίας, καὶ τῆς κολάσεως, ἀοίδιμε.

Τριάδα Ὑπερούσιον προσκυνῶν, σὺν ἀγγέλοις Χαράλαμπες ἔνδοξε, ταῖς σαῖς λιταῖς, οἴκτειρον ἱκέτας σου ἱερέ, καὶ τοὺς ὑμνολογοῦντάς σε, πάντων ἀδοκήτων καὶ συμφορῶν, ἀπάλλαξον θεόφρον, παντοίας τε κακίας, καὶ τῆς γεένης παμμακάριστε.

Θεοτοκίον.
Κυρία τῶν Ἀγγέλων καὶ τῶν βροτῶν, καὶ ἁπάσης τῆς κτίσεως Δέσποινα, τῆς ἀπειλῆς, σάλου τε κακίας τῆς μιαρᾶς, καὶ βασκανίας Ἄχραντε καὶ ζηλοτυπίας τῆς βδελυρᾶς, ἀπάλλαξον ταχέως, τοὺς σὲ δοξολογοῦντας, καὶ αἰωνίου κατακρίσεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἀθλοφόρων κλέος τὸ ἱερόν, Μάρτυρα Κυρίου, Χαραλάμπην νῦν οἱ πιστοί, ἐλατῆρα ὄντα, ἰσχυρὸν πάσης νόσου, καὶ παθῶν μετὰ πόθου ὑμνολογήσωμεν.

Αἴτημα ὑπάρχει θαυματουργέ, τοῦτο σὸν θεόφρον, ἀπελαύνει τὴν λοιμικήν, νόσον ἐξ ἀνθρώπων διὸ αὐτὴν ὀξέως ἀπέλασον λιταῖς σου, καὶ πᾶσαν κάκωσιν.

Θρόνῳ παριστάμενος τῷ φρικτῷ, τοῦ Θεοῦ τῶν ὅλων, ἐκδυσώπει ὑπὲρ ἡμῶν, ῥυσθῆναι κινδύνων καὶ πάσης ἄλλης βλάβης, καὶ τῆς ἐπικειμένης ἡμῖν κολάσεως.

Χαραλάμπην πάντες τὸν θαυμαστόν, Ἱερομαρτύρων ἀγλάισμα τὸ φαιδρόν, πόθῳ εὐφημοῦντες, βοήσωμεν συντόνως, λιταῖς σου πρὸς τὸν Κτίστην, ἡμᾶς οἰκτείρησον.

Τὸ παρὸν παρὰ τοῦ Ἀργυρουπόλεως Σεραφείμ.
Δεῦτε φιλομάρτυρες εὐλαβῶς, μνήμην Χαραλάμπους ἀνυμνήσωμεν τοῦ κλεινοῦ, πρὸς αὐτὸν βοῶντες, σοὺς δούλους σκέπε Μάρτυς, λοιμικῆς τε νόσου, καὶ πάσης θλίψεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς Οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ, διὸ ἐν παῥῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας ἐλεεῖς Μάρτυς Χριστοῦ, τούς σοι προσδραμόντας ἐν πίστει, ταῖς ἱκεσίαις ταῖς σαῖς, ἀθλητὰ Χαράλαμπες ἀξιοθαύμαστε, διὸ οἴκτειρον ἅπαντας, καὶ νῦν τοὺς σοὺς δούλους, τάχιστα ῥυόμενος, τῶν ἀδοκήτων δεινῶν, θλίψεως καὶ νόσου βαρείας, πάντων δυσχερῶν καὶ κινδύνων καὶ τῆς ἐν γεένης κατακρίσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Χαράλαμπο Ψαλλόμενος ὑπέρ προόδου τῆς μαθητιώσης καί Σπουδαζούσης Νεολαίας

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Νεοηλίκων τοὺς χορούς, ἀθλοφόρητε, τοὺς ἐκζητοῦντας τὴν θερμήν σου βοήθειαν, θαυματουργὲ Χαράλαμπες, σοφίας λαμπτήρ, σκέπασον καὶ ἔμπλησον φωτισμοῦ ἀληθείας, ἤθους τε καὶ γνώσεως μαθητῶν τὰς καρδίας, καὶ τῆς σοφίας δεῖξον τοῦ Θεοῦ, αὐτοὺς ταμεῖα, καὶ σκεύη πολύτιμα.

Δόξα.
Τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου.

Ὡς στῦλος ἀκλόνητος τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς Οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ διὰ τοῦ μαρτυρίου, ἔλυσας καὶ εἰδώλων τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παῤῥησίᾳ Χριστῷ πρέσβευε σωθῆναι ἡμᾶς.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΧΑΡΑΛΑΜΠΕΣ ΧΑΡΑΣ ΠΛΗΡΩΣΟΝ ΜΑΘΗΤΩΝ ΚΑΡΔΙΑΣ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαράλαμπες ἔνδοξε ἀθλητά, πυρσὲ θείου φέγγους, τηλαυγές τε καὶ παμφαές, τοὺς νόας εἰρήνευσον ἐν τάχει, τῶν προστρεχόντων τῇ θείᾳ σου χάριτι.

Ἁμίλλης ἀξίωσον εὐγενοῦς, τὴν μαθητιῶσαν, νεολαίαν τὴν εὐλαβῶς, πρεσβείαν τὴν σὴν ἐκδεχομένην, ἱερομάρτυς Κυρίου Χαράλαμπες.

Ῥανίδας ἱδρῶτος τῶν μαθητῶν, τῶν ζήλῳ ἐνθέω, κοπιόντων ὑπερφυῶς, Χαράλαμπες μάρτυς μὴ παρίδῃς, ἀλλ᾽ εἰς χαρᾶς δρόσον ταύτας μετάτρεψον.

Ἀπάλλαξον ἄχθους ὀδυνηροῦ, τοὺς ἐν τῷ σταδίῳ, τῆς ἀσκήσεως μαθητάς, πιστῶς ῥιπτωμένους καὶ τῆς νίκης, αὐτοῖς τὸν κότινον Ἅγιε δώρησαι.

Θεοτοκίον.
Λειμῶνα ἀγάπης τῶν μαθητῶν, νεότητος σκέπην, ἀντιλήπτορα καὶ φρουρόν, σὲ ἔγνωμεν Μῆτερ τοῦ Ὑψίστου, ἁγνὴ παρθένε θεόνυμφε Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀλυτάρχης ἀγώνων γενοῦ σοφέ Ἅγιε, ἐκπαιδευτικῶν πανωραίων, ὁ ἐν τῷ σκάμματι, τῆς Μαγνησίας στεῤῥῶς, ἀθλήσας καὶ στεφηφόρους, νκητὰς ἀνάδειξον τοὺς προσιόντας σοι.

Μυστίπολος ὑπάρχων Χριστιανῶν πάγκαλος, καὶ τοῦ Ἰησοῦ παραστάτης, ἐν θείοις δώμασι, τὴν νεολαίαν ἡμῶν, πρὸς ἀληθείας λιμένα, μάρτυς μυσταγώγησον, σὲ ἱκετεύομεν.

Παρακλήτου δυνάμει θαυματουργεῖν ἴσχυσας, καὶ νεκρὸν ἐγεῖραι θανάτου, μάρτυς Χαράλαμπες, ὅθεν καὶ τοὺς μαθητάς, τοὺς πεπτωκότας εἰς χάος, ἀγνωσίας ἔγειρον πρὸς γνῶσιν κρείτονα.

Ἐπιστήμονας δεῖξον εἰλικρινεῖς σώφρονας, μαθητῶν τοὺς πάνυ ἀρίστους, καὶ σκεύη τίμια, αὐτοὺς ἐντίμου ζωῆς, δικαιοσύνης ἀγάπης, ἠθικῆς καὶ πίστεως σῶφρον Χαράλαμπες.

Θεοτοκίον.
Σῶσον τὴν νεολαίαν Μῆτερ Θεοῦ ἄχραντε, καὶ ἐξ ἐνεστώσης ἀνάγκης, ζάλης καὶ θλίψεων, ῥῦσαι αὐτὴν ἀγαθή, καὶ τὴν ὁδὸν τῆς προόδου, τὴν ψυχοσωτήριον πᾶσιν ὑπόδειξον.

Ἀπάλλαξον, ἱερομάρτυς ἐξ ἄχθους τὴν νεολαίαν, καὶ τὴν νίκην τῆς ἐν Χριστῷ, προόδου Χαράλαμπες, αὐτῇ ἐπιβράβευσον ἐν τῷ βίῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σοφίας κρατὴρ καὶ πίστεως ἑδραίωμα, Μαρτύρων ἀστὴρ Χαράλαμπες φανότατε, ἐκτενῶς βοῶμέν σοι· μαθητῶν τοὺς νόας διαύγασον, καὶ τῆς σοφίας ἔλλαμψον τὸ φῶς, ἐπὶ τὴν τιμῶσαν σε νεότητα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χάριν εὗρες Χαράλαμπες, ἀρωγὸς γενέσθαι τῶν προστρεχόντων σοι, ὅθεν καὶ τὴν νεολαίαν σου, τὴν σοὶ προσιοῦσαν ἐπιστήριξον.

Ἁμαρτίας νεότητος, καὶ ἀγνοίας εὔχου ἀεὶ πρὸς Κύριον, παραβλέψαι τρισμακάριστε, ἀθλητὰ Χαράλαμπες δεόμεθα.

Ῥαθυμίαν ἀπόνοιαν, καὶ τὴν ψυχοφθόρον στεῤῥὲ Χαράλαμπες, ἀκηδίαν τῆς νεότητος, τῆς ἱκετευούσης σε ἀπέλασον.

Ἀθλοφόρε ἀήττητε ἐλατῆρα θλίψεων σὲ γινώσκομεν, καὶ χαρᾶς κρουνὸν ἀείῤῥοον, ὅθεν σε γεραίρομεν Χαράλαμπες.

Θεοτοκίον.
Στεντορείως βοῶμέν σοι· καὶ ἐκδυσωποῦμέν σε Μητροπάρθενε, νεοήλικας βοήθησον, τοὺς ἐξ ἄχθους μέλλοντος συγκύπτοντας.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Παναοίδιμε μάρτυς, ὦ Χαράλαμπες λόγον Θεοῦ ἐκήρυξας, τρανῶς ἐν τῷ σταδίῳ καὶ λυμεῶνος θράση, τοῦ κακίστου κατῄσχυνας, διὸ πιστῶν οἱ χοροί, ἀπαύστως σε τιμῶσι.

Λιθαζόμενος ὄψει, πολυτίμητε λίθε Χριστοῦ Χαράλαμπες, ὡσεὶ στεῤῥὸς ἀδάμας, ὑπήνεγκας τοὺς πόνους, ὅθεν πίστει βοῶμέν σοι· τοὺς νέους ὑπὸ παθῶν, λιθαζομένους σῶσον.

Ἥλοις οἱ τοῦ Σεβήρου, στρατιῶται σὸν θεῖον σῶμα προσήλωσαν, Χαράλαμπες διόπερ, καὶ τὴν μαθητιῶσαν νεολαίαν τοῖς βέλεσι, τρωθεῖσαν τοῦ πονηροῦ, ἀνάψυξον εὐχαῖς σου.

Θεοτοκίον.
Ῥοδεῶνα ἀφάτου, εὐωδίας καὶ κάλλους, Ῥοδῆ χρηστότητος, τὴν νεολαίαν δεῖξον, τὴν ἐν ᾠδαῖς εὐσχήμοις, ἀνυμνοῦσαν καὶ κράζουσαν, ὀσφράδιον θεϊκόν, ἡμῶν προστάτις ἴσθι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡράισον, τὰς ψυχὰς Χαράλαμπες, τῆς νεότητος καὶ τρίβους εὐθείας, αὐτῆ ὑπόδειξον ὁ ὡραΐσας, τὴν Ἐκκλησίαν ῥανίσιν αἱμάτων σου, μαρτύρων ἄνθος μυριστόν, καὶ σεπτὸν ἱερέων διάδημα.

Στεῤῥόψυχε, εὐσεβείας σκήνωμα, καὶ τῆς πίστεως γενναῖε ὁπλῖτα, κατεστεμμένε δυσὶ ἀγλαΐαις, ὡς ἱερεύς τε καὶ μάρτυς ἀήττητος, κατάστεψον πνευματικῷ, διαδήματι τοὺς νεοήλικας.

Οὐ κίνδυνος, οὐ λιμὸς Χαράλαμπες, οὔτε θλῖψις οὐ βασάνων τὸ πλῆθος, τῆς τοῦ Σωτῆρος ἀγάπης χωρίσαι, τοῦ σὲ στεῤῥῶς δυναμοῦντος κατίσχυσεν, ἀλλὰ Χριστῷ παρεστηκώς, ἱκετεύεις ὑπὲρ τῶν τιμώντων σε.

Νυπόμενος, ὦ σοφὲ Χαράλαμπες, τῷ τοῦ Κτίσιου ἡμῶν φίλτρῳ ἀγάπης, τὴν τῶν ἀπίστων ἀπώσω μανίαν, καὶ ἄχρι τέλους αὐτῷ εὐπρέπησας, διὸ καὶ νέους ἐκ βελῶν, νυπομένους τοῦ πλάνου διάσῳζε.

Θεοτοκίον.
Μητρόθεε, χελιδὼν γλυκύτατε, ἡ τὸ ἥδιστον τῆς χάριτος ἔαρ, ἐκ τοῦ χειμῶνος κομίσασα πάσῃ, τῇ ὑφηλίῳ Χριστὸν καθικέτευε, διδόναι μέλλον εὐκλεές, τοῖς τὸ ἔαρ τοῦ βίου διάγουσι.

Ἀπάλλαξον, ἱερομάρτυς ἐξ ἄχθους τὴν νεολαίαν, καὶ τὴν νίκην τῆς ἐν Χριστῷ, προόδου Χαράλαμπες, αὐτῆ ἐπιβράβευσον ἐν τῷ βίῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὸν προστάτην τῶν Χριστιανῶν τὸν ἀκοίμητον, καὶ νεότητος τὸν συνεπῆ ἀντιλήπτορα, νῦν ὑμνοῦντες πανευλαβῶς κραυγάζομεν σοφέ, ἀχλὺν ζόφου ἄχθους καὶ παθῶν, τὴν καταθλίβουσαν τὸν νοῦν, ἀποδίωξον τάχιστα, γνῶσιν δὲ ἀληθείας καὶ σύνεσιν μάρτυς δίδου, τῇ νεολαίᾳ κραταιέ, θαυματόβρυτε Χαράλαμπες.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶ.
(Κεφ. ιβ΄, 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπε τὴν νεότητα ἐκ τῶν ἀμέτρων παγίδων, τοῦ δεινοῦ ἀλάστορος, ἀθλητὰ Χαράλαμπες παναοίδιμε, πειρασμούς, πταίσματα, θλίψεις καὶ δάκρυα, τῇ πρεσβείᾳ σου ἀπέλασον, καὶ τὴν ἀέναον, τὴν χαρὰν ἐμφύσησον ἅπασι, καὶ ἐπιτυχίας τὸν δρόμον τὸν σωτήριον ταχύ, Ἱερομύστα, ὑπόδειξον, τοῖς νῦν δεομένοις σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Θεογνωσίαν καὶ ἀγάπην, ἀδιάπτωτον τοῖς νέοις, μάκαρ, δίδου, ἵνα ἅλας τῆς γῆς, καί λύχνοι φαεσφόροι, γενήσονται, Χαράλαμπες, ἐν τῷ σκάμματι τοῦ βίου.

Ἄναψον πῦρ τῆς ἀληθείας, ἐν μυχίοις καρδιῶν τῆς νεολαίας, καὶ σωφρόνως αὐτήν, ἐκπαίδευσον πρὸς γνῶσιν, τῆς σωτηρίας, Ἅγιε, τῆς νεότητος ἀλεῖπτα.

Ἤρεμον δώρησαι τὸν βίον, ὡς καλὸς τῆς εὐσεβείας, παιδοτρίβης, στρατιῶτα Χριστοῦ, Χαράλαμπες, τοῖς νέοις, τοῖς ἐκζητοῦσι μόρφωσιν, ἀληθείας ἐν τῷ κόσμῳ.

Θεοτοκίον.
Τύπον πιστῶν τὴν νεολαίαν, ἐν ἁγνείᾳ τε καὶ πνεύματι καὶ λόγῳ, καὶ ἐν ἀναστροφῇ, τὴν σὴν σεπτὴν ἀντίληψιν, νῦν πιστῶς ἐκδεχομένην.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ᾨδαῖς τιμῶντες, τὸν τοῦ Σωτῆρος ὁπλίτην, Χαραλάμπην αὐτῷ ἐκβοῶμεν, ἔμπλησον σοφίας, τοὺς νέους μάρτυς θεῖε.

Νοῦν ἀγνωσίας, ἐσπιλωμένον παμμάκαρ, ἀποκάθαρον ῥείθροις παιδείας, γνῶσιν ἀληθείας, πηγάζουσι τοῖς νέοις.

Κῆπος χαρίτων, κλυτὲ Χαράλαμπες ὤφθης, καὶ τερπνὸς ῥοδεὼν νεολαίας, ὅνπερ καταρδεύει, τὸ φρέαρ σωφροσύνης.

Θεοτοκίον.
Ἁγνείας τόμε, καὶ βίβλε βίου ἐντίμου, τῆς νεότητος ἴθυνον τρίβους, πρὸς δικαιοσύνην, ἀγάπην καὶ ἁγνείαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥιψάσπιδας τῶν θείων, πίστεως δογμάτων, καὶ ἐντολῶν τοῦ Κυρίου Χαράλαμπες, μὴ ἐπιτρέψῃς γενέσθαι, τοὺς νέους σήμερον.

Διάσωσον εὐχαῖς σου, Μαγνησίας κλέος, τοὺς μαθητὰς ἐκ τῆς πλάνης τοῦ δράκοντος, καὶ πρὸς ὁδὸν σωτηρίας, αὐτοὺς κατεύθυνον.

᾿Ισχύι οὐρανίῳ, μισοκάλου μῆνιν, καταπατήσας θεόφρον Χαράλαμπες, ἐκ τῆς αὐτοῦ πανουργίας ἡμᾶς ἀπάλλαξον.

Ἁγίασον τὰς φρένας, τῶν σοὶ προσφευγόντων, καὶ τῆς ἐνθέου προόδου ἀκρότητας, τοὺς μαθητὰς δεῖξον μάρτυς, Χριστοῦ Χαράλαμπες.

Θεοτοκίον.
Σεπτὸν Μητέρων κάλλος, ἄσπιλε Παρθένε, τὰς τῶν γονέων αἰτήσεις ἐκπλήρωσον, καὶ τῇ νεότητι δίδου, μέλλον εὐοίωνον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν ἀῤῥήτων μυσταγωγέ, χαίροις, τῶν Μαρτύρων, ἀκατάβλητε κοινωνέ, χαίροις ὁ αὐγάζων, χαρᾷ πιστῶν καρδίας, τῶν σὲ μεγαλυνόντων μάκαρ Χαράλαμπες.

Χαίροις ὁ καρδίας τῶν μαθητῶν, θεία εὐφροσύνῃ, καταλάμπων καὶ ἀρετῇ, χαίροις ὁ τῶν νέων ὑπάρχων παραστάτης, Χαράλαμπες ἐν ὥρᾳ δεινῶν ἀσκήσεων.

Γῆρας ὦ Χαράλαμπες παριδών, ἤθλησας ὡς νέος, δι᾽ ἀγάπην τοῦ Λυτρωτοῦ, καὶ τῇ νεολαίᾳ παρέχεις τῇ νομίμῳ ἐναθλουμένῃ σθένος ψυχῆς καὶ σώματος.

Ἄχθους σὺ ἐξάλειψον τὴν ἀχλύν, τὴν ἐν ταῖς καρδίαις, ἐνυπάρχουσαν μαθητῶν, τῶν ἐν τῷ σταδίῳ τῆς εὐγενοῦς ἁμίλλης, πιστῶς νῦν ῥιπτομένων θεῖε Χαράλαμπες.

Οἴησιν ἐκδίωξον ἀφ᾽ ἡμῶν, τῶν σοὶ προστρεχόντων, ὦ Χαράλαμπες ἱερέ, καὶ ἐν ταπειώσει τελείᾳ καὶ συνέσει, συντήρησον μαρτύρων κλέος σοὺς πρόσφυγας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον τοῦ Ἀγίου.
Ὡς στῦλος ἀκλόνητος τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς Οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες· ἔλαμψας ἐν τῷ κόσμῳ διὰ τοῦ μαρτυρίου, ἔλυσας καὶ εἰδώλων τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παῤῥησίᾳ Χριστῷ πρέσβευε σωθῆναι ἡμᾶς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε μαθητῶν αἱ στρατιαί, σπουδαστῶν τε νέων τὰ πλήθη, ἐν ταπεινώσει πολλῇ, τὸν ἱερομάρτυρα νῦν ἱκετεύσωμεν, Χαραλάμπην ἀκέστορα, ταχύν τε καὶ θεῖον, κράζοντες· συνέτισον καὶ βίον κρείττονα, δεῖξον τοῖς πιστῶς σε τιμῶσι, καὶ τῆς εὐκληρίας τῆς ἄνω, κοινωνοὺς παμμάκαρ, πάντας ποίησον.