Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Χριστόφορο

  1. Ποίημα Αβιμέλεχ Μοναχού Αγιορείτου

  2. Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ

Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Χριστόφορο

Ποίημα Ἀβιμέλεχ Μοναχοῦ Ἁγιορείτου

†Εορτάζεται στις 9 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χριστοφόρου τῷ τεμένει προσδράμωμεν, καὶ τὴν αὐτοῦ κάραν σεπτήν ἀσπασώμεθα, ἐκ κατωδύνου κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἀθλοφόρε πρόφθασον, ἐκ χαλάζης καὶ σῶσον, ὅτι τιμωρούμεθα, ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς δέησιν ἡμῶν, καὶ γὰρ προστάτην, θερμόν σε κεκτήμεθα.

Δόξα.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σοφίαν ἐν λόγοις σου πεπλουτηκὼς πρὸς Χριστοῦ, ἐλέγχεις τὸν Δέκιον, καὶ τοὺς λοιποὺς ἀσεβεῖς· ἐντεῦθεν καὶ εἵλκυσας, ἄνδρας τε καὶ γυναῖκας, πρὸς εὐσέβειαν μάκαρ, τέρασι καὶ σημείοις, Χριστοφόρε ἐκλάμπων· διό σε τῶν Μαρτύρων κλέος κηρύττομεν.

Καὶ νῦν.
Θεοτοκίον. Ήχος δ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρώ.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών·

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἁρματηλάτην Φαραώ.
Τιμωριῶν αἱ συμφοραὶ κατέλαβον, τὴν τάλαινάν μου ψυχήν, ἁμαρτιῶν νέφη, τὴν ἐμὴν μαστίζουσι, ζωήν· διὸ αἰτοῦμαί σε, Ἀθλοφόρε Κυρίου, ὑπὲρ Οὗ σὸν αἷμα ἐξέχεας, κούφισον τὸν δοῦλόν σου τάχιον.

Νῦν ἤλπισα ἐπὶ τὴν σὴν ἀντίληψιν, πρεσβείαν τὴν κραταιάν, καὶ σῇ προστασίᾳ, εὐλαβῶς προσέδραμον· παρακαλῶ καὶ δέομαι, Χριστοφόρε καὶ στένω, μὴ μὴ παρίδῃς δονούμενον, πάντων χριστωνύμων προσφύγιον.

Ἐκ παντοίων με ἀναγκῶν καὶ θλίψεων, καὶ τῶν πολλῶν δυσχερῶν, καὶ τῶν δεινῶν βίου, κουφισθεὶς προσφέρω σοι, καὶ τῇ γενναίᾳ ἀθλήσει σου, τὸν ἔπαινον καὶ γέρα, κάρᾳ σεπτῇ σου Χριστοφόρε, ὀργὴν Κυρίου ἐκμειλίσσουσαν.

Θεοτοκίον.
Οὐ σιωπήσω τοῦ βοᾶν τρανότατα ,τὰ μεγαλεῖα τὰ Σά· εἰ μὴ γὰρ Σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ Σου, τίς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο;

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐξαπορήσω πάσης, προστασίας κράζω σοι πρόφθασον, θερμὲ ἀντιλήπτωρ, καὶ σὴν βοήθειαν πάρεχε τῷ δούλῳ σου, Μεγαλομάρτυς ἔνδοξε, καὶ τὴν σήν μοι δώρησαι, ἐλευθερίαν δεινῶν.

Ἐθαυμαστώθης ὄντως, ἐν τῷ κόσμῳ Ἅγιε, ἐπιδαψιλεύων αἰτοῦσι, σεπτά σου θαύματα· καὶ γὰρ τῆς χαλάζης, ὄμβρους καὶ βόλους ἀπείργεις, θερμῇ ἀντιλήψει σου, πᾶσι τοῖς δούλοις σου.

Καταιγίδες ἔπνευσαν, καὶ ἀνέμων δονήσεις, καὶ κακόχυμοι κράσεις, καὶ ἀνεμοστρόβιλοι· ἀλλὰ σὺ πρόφθασον, ὡς ταχινὸς βοηθός μου, καὶ ῥῦσαί με τῶν κακῶν, καὶ τῆς μελλούσης ὀργῆς.

Θεοτοκίον.
Καταιγίς με χειμάζει τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πρέσβυν σε θερμόν, κεκτήμεθα πρὸς Κύριον, πρόμαχον στεῤῥόν, καὶ νόσων ἀμυντήριον, ἐκτενῶς σοι κράζομεν· Χριστοφόρε Ἀθλητὰ πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταχὺς βοηθὸς δεομένων σου.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Καὶ πῶς λοιπόν, μὴ σὴ ζητῶ ἀντίληψιν; Ἤ προσφύγω, ἐν σοὶ καὶ σωθήσομαι; Τίνα θερμὸν ἔξω βοηθόν, συμφοραῖς παλαίειν, καὶ ὀργῇ θείᾳ κλονούμενος; Σὲ αἰτοῦμαι πρέσβυν, καὶ προστάτην μεσίτην τε, καὶ προσπίπτω τῇ κάρᾳ σου σῶσόν με.

Τὸν ποταμόν, τὸν δροσερὸν τῶν θαυμάτων σου, τὸν πλουσίως ἄνωθεν δωρούμενον, τοῖς εὐσεβέσι καὶ ταπεινοῖς, Ἅγιε σοῖς δούλοις, προσπίπτουσι καὶ αἰτοῦσί σε· ὀργῆς ἀπαλλαγέντες, μεγαλύνομεν Μάρτυς, καὶ προστρέχομεν κάραν σου πάντιμον.

Σὲ τὸν λαμπρόν, τῆς εὐσεβείας ὑπέρμαχον, εὐφημοῦμεν, τεῖχος σε κηρύττοντες, καὶ καταφύγιον τῶν πιστῶν, Χριστοφόρε Μάρτυς· μὴ οὖν παρίδῃς σοὺς ἱκέτας, ἡ χαρὰ θλιβομένων, ἰατρὸς ἀσθενούντων, κλονουμένων ἰσχὺς καὶ ἑδραίωμα.

Θεοτοκίον.
Πῶς ἐξειπεῖν, Σοῦ κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ’ ὢ τῆς Σῆς προνοίας, καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Εὐχαρίστως κράζει σοι· χαῖρε θεοδόξαστε, χαῖρε θεόσοφε, χαῖρε θεῖον εὖχος, χαῖρε εὐσεβῶν φύλαξ παμπόθητος, χαῖρε εὐζωΐα, καὶ ἀρωγὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

Οἱ μισοῦντές με μάτην, ἐχθροὶ παλαιμναῖοι, λάκκον μοι ὤρυξαν, καὶ ζητοῦσιν ἅμα, τὸ ταλαίπωρον σῶμα προστρῖψαί μου, καὶ καταβροχθίσαι, ζωὴν ψυχὴν ἐπιζητοῦσιν· ἀλλ’ ἐκ πάντων πρόφθασον ἐκλύτρωσαι.

Ἀπὸ πάσης χαλάζης, καὶ ὀργῆς καὶ νόσου, καὶ θλίψεως λύτρωσαι, τῇ σῇ μεσιτείᾳ, καὶ εὐχῇ σὺ φύλαξον ἄτρωτα, ἐκ παντὸς κινδύνου, κήπους ἀργούς τε καὶ ἀμπέλους, τιμώντων σε Μάρτυς πολύαθλε.

Θεοτοκίον.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ Σῇ δυνάμει, ἐν τῇ σκέπῃ Σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με Κόρη Πανύμνητε.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὰ νέφη, τῶν συμφορῶν ἐκάλυψαν, τὴν ῥεούσάν μοι ζωὴν καὶ τὴν κτῆσιν, καὶ κλονισμόν, ἐπιφέρουσιν Ἅγιε· ἀλλ’ ὡς ἀθλήσας γενναίως ὑπὲρ Χριστοῦ, ἀπέλασον πάντα μακράν, εὐπροσδέκτοις εὐχαῖς σου πρὸς Κύριον.

Ἀνάψυξιν, ἐν τοῖς δεινοῖς σὲ ἔτυχον, καὶ φύλακα καὶ ζωῆς μου προστάτην, καὶ τέλος καταστροφὴν τῶν βλαπτόντων, καὶ ποταμὸν συμπαθείας ἀδάπανον, καὶ πασῶν μου τῶν συμφορῶν, Χριστοφόρε τὴν ταχεῖαν ἐπίλυσιν.

Κηρύττω σου, τὴν θερμήν τε πρεσβείαν, καὶ τὴν παῦσιν τῶν κακῶν μου ἁπάντων· καὶ τὴν ῥοήν, τῶν θαυμάτων σου Μάρτυς, καὶ τὴν πολλὴ συμπαθῆ σου ἀντίληψιν, χριστώνυμε τῶν Ἀθλητῶν, τὸ ἐξαίσιον θαῦμα καὶ σέμνωμα.

Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμήν, κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλη τῶν θλίψεων· ἀλλ’ εὕροιμί Σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις και εὐθύς το Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστάτην σε ἐπικαλούμεθα ἄγρυπνον, καὶ μεσίτην ὑπὲρ ἡμῶν τῷ Θεῷ εὐδυσώπητον· μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλ’ ἐπάκουσον ὡς συμπαθής, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν πιστῶς προσφευγόντων σοι· ἔκτεινον σὴν πρεσβείαν, καὶ σπεῦσον εἰς μεσιτείαν, ὁ προστατεύων ἡμᾶς, Χριστοφόρε τιμῶντάς σε.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. ι΄ 16-22).

Εἶπεν ὁ Κύριος· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ ἀποστερήσῃς με, σῆς εὐπροσδέκτου πρεσβείας, Χριστοφόρε ἔνδοξε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· καὶ γὰρ συνέχει με, θλῖψις οὐ βαστάζω, τὰ δεινὰ καὶ πέποιθα, τῇ σῇ ἀντιλήψει πανεύφημε· μὴ γὰρ ἀποῤῥίψῃς, κατώδυνον δέησιν ἡμῶν, ἀλλ’ ἀπολύτρωσαι Ἅγιε, πάντας τοὺς τιμῶντάς σε.

Σῶσον ὁ Θεὸς τὸν λαό σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Φῶς ὁ κηρύξας Χριστοφόρε, τιμωρούμενον ὀργὴ τοῦ Θεοῦ Λόγου, ἀνακούφισον σύ, φωτὶ τῶν πρεσβειῶν σου, ὅπως πιστῶς γεραίρω σε, καὶ προστρέχω σῇ πρεσβείᾳ.

Φύλαξ γενοῦ μοι καὶ προστάτης, καταφύγιον καὶ κραταιὸς μεσίτης, στερηθέντα λοιπόν, ἁπάσης βοηθείας, Μεγαλομάρτυς ἔνδοξε, σὺ ἐκλύτρωσαι κινδύνου.

Ὅλῃ ψυχῇ τε καὶ καρδίᾳ, διανοίᾳ τε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῆς σῆς, μεγάλης προστασίας, ἐκλυτρωθεὶς κινδύνου τε, καὶ ὀργῆς τῆς ἐκ χαλάζης.

Θεοτοκίον.
Βλέψον ἱλέῳ ὄμματί Σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ Σου ἐλέει.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Διὰ φίλτρον Δεσπότου θεομάκαρ, σὺ παρεῖδες στεῤῥέ, αἰκίσεις τοῦ Δεκίου, καὶ τὰς πολλὰς βασάνους· ἀλλὰ δίδου μοι χεῖρα Χριστοφόρε, λυτρωσάμενός με, τῶν συμφορῶν πασῶν τε.

Ἐπιφοραὶ κίνδυνοι καὶ ἀνάγκαι, εὕροσάν με Μάρτυς, καὶ κακόχυμοι βίαι, καὶ βλαπτικῶν ἀνέμων αἱ ἀντίπνοιαι· ἀλλὰ λύτρωσαί με, αὖθις περαιτέρω, τῆς τῶν ἁπάντων βλάβης.

Σὺ αἰτήσω παρὰ τοῦ πάντων Δεσπότου, τοῦ λυτροῦσθαι πιστῶν, τοὺς κήπους καὶ ἀμπέλους, καὶ πἆν εἶδος ἑορταζόντων σε Μάρτυς· ὅπερ ἐξεπλήρου, σὺ καὶ ὁ Δεσπότης, παμμάκαρ Χριστοφόρε.

Θεοτοκίον.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ Σου σκέπῃ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Πρὸς ποῖον νῦν προσφύγω Μάρτυς σοφέ; Ἤ προσπέσω θερμῶς καὶ λυτρώσεται; Ποῦ πορευθῶ; Ποίαν ἄλλην εὕρω τὴν προσφυγήν;
Ποίαν λοιπὸν ἀντίληψιν; Καὶ τίς ἐν ταῖς θλίψεσι βοηθεῖ; Εἰς σὲ μόνον ἐάσω, ἐμὲ καὶ κτῆσιν πᾶσαν, ὦ Χριστοφόρε θαυματόβρυτε.

Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα σῆς κάρας θεόσοφε, καὶ τὴν πληθύν, ὅσων θαυμασίων τίς ἐξειπεῖν; Τῶν πιστῶς ἐκτελούντων σου, μέμνησο σὴν ἁγίαν μνήμην ὦ Ἀθλητά· καὶ εὐσεβῶς τιμῶσι, καὶ στοργῇ σεβομένοις, ἡμῖν γενοῦ τε πρέσβυς ἄγρυπνος.

Ἐπίσκεψαι ἐξ ὕψους μάκαρ σοφέ, κἀμὲ τὸν σόν ἄτονον ὑμνολόγον, καὶ τοὺς ἐμοί, αἰτίαν ταύτην δόντας, ἀγάπης στοργῇ πολλῇ· καὶ τὰς ἀμπέλους φύλαττε, καὶ κήπους καὶ ἀρούρας σῶν ἱκετῶν, καὶ ἐξ ὀργῆς χαλάζης, καὶ πάσης ἄλλης νόσου, χριστώνυμε καὶ Μάρτυς λύτρωσαι.

Θεοτοκίον.
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν Σου πᾶσιν ὁμολογῶ· καὶ τὰς εὐεργεσίας Σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σιδηρᾷ σου ῥάβδῳ τῶν προσευχῶν, Χριστοφόρε Μάρτυς, ἀποδίωξον ἐφ’ ἡμῶν, τὰς λοιμώδεις νόσους καὶ βράβευσον εἰρήνην, τοῖς πίστει ἐκτελοῦσι, σοῦ τὸ μνημόσυνον.

Δεῦτε ἐπαξίως οἱ εὐσεβεῖς, μέλψωμεν ἐν ὕμνοις, Χριστοφόρον τὸν Ἀθλητήν, μέγιστον φανέντα ἐν Μάρτυσι καὶ στέφος, διὰ χειρὸς Κυρίου, ἀναδεξάμενον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
 
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, σὺ προστάτης ἀληθής, τῶν ἑορταζόντων σὴν μνήμην, Ἀθλητὰ γεγένησαι, Χριστοφόρε πανεύφημε· ὡς γὰρ ἐξαιτήσω, τοῦτο καὶ ἀπείληφας, παρὰ τοῦ σοῦ Ἰησοῦ, προσβολὴν χαλάζης σοβεῖς, θεραπεύεις νόσους, καὶ πάσαν ἐπήρειαν λύεις· ὅθεν, καὶ αἰτοῦμέν σε Μάρτυς, οἱ δοῦλοί σου, ὕψωσον ἱκέτιδας χεῖρας, καὶ ῥῦσαι ὀργῆς τοὺς τιμῶντας, καὶ τὴν θείαν μνήμην σου γεραίροντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Χριστόφορο

Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωϑείς ἐν τῷ Σταυρῷ.
Τοῦ Χριστοφόρου οἱ πιστοὶ ὁμοφρόνως, ἱκετηρίαν ἀναμέλψωμεν ϑείαν, ἐν κατανύξει κράζοντες ϑερμῶς πρὸς αὐτόν, ἅγιε πολύαϑλε, τῶν πιστῶν τὰς ἀγέλας, λιταῖς σου διάσωσον, ἐκ λοιμῶν ἀνιάτων, καὶ πειρασμῶν ποικίλων χαλεπῶν, τῇ σῇ δυνάμει, αὐτοὺς ἐλευϑέρωσον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χριστοφόρε μέλισμα δέξαι τῆς ἱκεσίας.

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτωσον Δέσποτα τῶν βροτῶν, κάμε σὸν οἰκέτην, τοῦ ὑμνῆσαι σεμνοπρεπῶς, πολύαθλον μάρτυρα Σωτὴρ μου, τὸν Χριστοφόρον ἡμῶν τὸ ἐντρύφημα.

Ῥυσϑῆναι γεέννης τῆς χαλεπῆς, φλογὸς τῆς ἐν Ἅδῃ, καὶ τῶν ϑρήνων ἀντιβολῶ, πρεσβείαις σοῦ μάρτυς Χριστοφόρε, πρὸς τὸν Δεσπότην Χριστὸν ἀξιάγαστε.

Ἰάσεις παρέχει παντοδαπάς, δαιμόνων τὰ στίφη ἀπελαύνει τὰ μανικά, ἡ κλῆσις σου μάρτυς Χριστοφόρε, ἡ χαριτόβρυτος ὄντως ϑεόληπτε.

Θεοτοκίον.
Σαρκὸς πολυμόχϑου μου Μαριάμ, ὁρμὰς τὰς ἀτάκτους, τὰς κινήσεις καὶ ἡδονάς, κατάσβεσον Κόρη ταῖς λιταῖς σου, ὡς ὀμβροφόρος νεφέλῃ τῇ χάριτος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῦ ἀστάτου νόος μου, διηνεκῆ ζόφωσιν, ῥύπον καὶ τὰ τραύματα μάρτυς, ψυχῆς ϑεράπευσον, ἐκπλύνων ἅπαντα, ταῖς σωστικαῖς σοῦ πρεσβείαις, σὺ γὰρ τὸν ἀμάραντον εἴληφας στέφανον.

Οἱ ἐν πόντῳ πταισμάτων, παντοειδῶν πλέοντες, καὶ εἰς τὸν βυϑόν ἀλγηδόνων, πεσόντες πάνσεμνε, τὴν σὴν ἀντίληψιν, ἐπικαλούμεϑα μάκαρ, Χριστοφόρε κράζοντες, ὕμνον ἱκέσιον.

Φωτοφόροις ἀκτῖσι, τῶν ἁμαξῶν αὔγασον, τρίβον τὴν εὐϑεῖαν ὁδεῦσαι, μάρτυς πανεύφημε, καὶ τὰ προσκόμματα, ὡς ἀλεξίκακος λύχνος, Χριστοφόρε ἅγιε, τάχει διάλυσον.

Θεοτοκίον.
Οἰκητήριον Κόρη, ϑείου φωτὸς γέγονας, καὶ ἀνατολὴ τοῦ Σωτῆρος, ὥφϑης πανϑαύμαστε, φωταγωγήσασα, ὡς τὸ οὐράνιον σέλας, τοὺς ἐν σκότει χάριτι, νύμφη ἀνύμφευτε.

Διάσωσον, ταῖς σαῖς λιταῖς Χριστοφόρε μεγαλομάρτυς, ἐξ ἀνάγκης τῶν χαλεπῶν αὐτῶν περιστάσεων, τοὺς μέλποντας κατὰ χρέος σὴν μνήμην.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλειτήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Τὸν πλοῦτον σεμνέ, γινώσκων τῆς σῆς χάριτος, προσέρχομαι νῦν, κραυγάζων ἐκ βαϑέων μου, τῷ σεπτῷ τεμένει σου, Χριστοφόρε ἅγιε λάμψον μοι, τῆς μετανοίας φῶς πρεσβευτικῶς, σκεδάζων παϑῶν μου τὴν σκοτόμαιναν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥυπωϑέντα ϑεόσδοτον, τῆς ψυχῆς μου οἴμοι ϑεομακάριστε, τὸν χιτῶνα ἁμαρτήμασι, ταῖς λιταῖς σου τάχει καταλάμπρυνον.

Μυροϑήκη τῆς χάριτος, μάρτυς Χριστοφόρε φανεὶς ἐν ϑαύμασι, τοὺς πεσόντας εἰς τὸν βόρβορον, τῶν ἀμπλακημάτων ἀποκάϑαρον.

Ἐκ παντοίων τῇ σκέπτῃ σου, νόσων καὶ πανώλους τοὺς σὲ γεραίροντας, Χριστοφόρε παναοίδιμε, ἀσινεῖς ὡς ῥύστης διαφύλαξον.

Θεοτοκίον.
Ἐν βαράϑροις ὁ δείλαιος, καὶ λῃσταῖς ἀγρίοις πεσὼν τοῦ δράκοντος, ἀνατείνω σοι ἱκέτιδας, χεῖρας Θεοτόκε ἀειπάρϑενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λῦσον ἀϑλητά, τῆς ζωῆς μου τὸ κλυδώνιον, τῇ ϑερμῇ σου Χριστοφόρε ἀρωγῇ, καὶ τῶν κυμάτῶν ἐπιϑέσεις καταπράϋνον.

Ἵλεως Σωτήρ, ἀναφάνηθι τοῖς δούλοις σου, δυσωπίαις Χριστοφόρου τοῦ κλεινοῦ, ἐν τῇ Δευτέρᾳ ἐλεύσει Παντευλόγητε.

Σώματος πληγάς, ἀνιάτους ϑεοδόξαστε, ϑεραπεύεις ἀντιδότῳ δωρεῶν, ὦ Χριστοφόρε Ἐκκλησίας τὸ ἀγλάϊσμα.

Θεοτοκίον.
Μήτηρ ποῦ Θεοῦ, ἀνεδείχϑης Μητροπάρϑενε, ἀναπλάττουσα τὴν φύσιν τῶν βροτῶν, τῇ ταπεινώσει τοῦ Υἱοῦ σου Θεονύμφευτε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Αἱμάτων σου, τὸν ἀρχαῖον δράκοντα, ἀποπνίξας ταῖς νευραῖς Χριστοφόρε, καὶ τῶν ἀϑέων συντρίψας τὸ ϑράσος, νικητικῶς τοὺς στεφάνους ἀπείληφας, διὸ λιταῖς σου ἀφ᾽ ἡμῶν, τοῦ βελίαρ τὰ στίφη ἀπέλασον.

Δακρύων νῦν, ποταμὸν ἀείῤῥοον, καὶ τὰ νέφη τῶν κακῶν Χριστοφόρε, τὰ καταϑλίβοντα μάρτυς ἀπαύστως, τὴν ταπεινὴν μου καρδίαν ἀφάνισον, δυνάμει σου πρεσβευτικῇ, ἀϑλοφόρε Χριστοῦ ἀξιάγαστε.

Ἐδάφισον, Χριστοφόρε πάντιμε, ἐν τῇ πέτρᾳ τοῦ Χριστοῦ ταῖς εὐχαῖς σου, τοὺς πονηροὺς λογισμοὺς μου καὶ πᾶσα, ἐπαναστάσεις σαρκὸς ϑεοφόρητε, ὑπάρχεις γὰρ διηνεκῶς, τῶν πιστῶν προστασίᾳ καὶ δύναμις.

Θεοτοκίον.
Ξενίζοται, ὁ τροφεὺς τῆς Κτίσεως, ὑπὸ σοῦ Θεοχαρίτωτε Κόρη, καὶ κατεπλάγη ἀγγέλων ὁ δῆμος, ὅτι σαρκὶ καϑορᾶται ὁ ἄσαρκος, ὁ ϑαυμαστῶς ζωογονῶν, τῶν βροτῶν τὰ συστήματα πάναγνε.

Διάσωσον, ταῖς σαῖς λιταῖς Χριστοφόρε μεγαλομάρτυς, ἐξ ἀνάγκης τῶν χαλεπῶν αὐτῶν περιστάσεων, τοὺς μέλποντας κατὰ χρέος σὴν μνήμην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐνδιαίτημα μάρτυς τῆς χάριτος, καὶ τῆς Τριάδος τερπνὸν καταγώγιον, μαρτυρικῶς ὑπάρχων πανϑαύμαστε, μὴ διαλίπῃς φρουρῶν ταῖς πρεσβείαις σου, ἡμᾶς Χριστοφόρε πανόλβιε.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνϑήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληϑυνϑήσεται.
Στίχος. Θαυμαστὸς ὃ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ιε΄ 17-27, ιστ΄ 1-2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαϑηταῖς: Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομα μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντα με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησαν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τοῦ Ἀϑλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γλώττῃ ψευδοῤῥήμονι, ᾧ Χριστοφόρε τρισμάκαρ, λύκος ὡς κρυπτόμενος, ἐν δορᾷ προβάτου ὁ πολυμήχανος, ταχινῶς ἔρχεται, ϑέλων κατισχῦσαι, τῶν τιμώντων σε ἑκάστοτε, ὅπως μὴ λάβωσι, τὰς ἐκ τῆς πρεσβείας σου χάριτας, νυνὶ δὲ ἱκετεύομεν, διαφυλαχϑῆναι δυνάμει σου, πάσας τὰς ἁμάξας, ἐκ βλάβης ἀδοκήτου καὶ πικρᾶς, ἐνεργειῶν τοῦ ἀλάστορος, μάρτυς πανσεβάσμιε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνιάτως νοσοῦντας, ἀῤῥωστίαις ποικίλαις καὶ περιστάσεσι, παμμάκαρ Χριστοφόρε, ϑεράπευσον λιταῖς σου, ἵνα πάντες κραυγάζωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἱλαστήριον μάρτυς, ἡ ὀξεῖα πρεσβείᾳ σου πρὸς τὸν Κύριον, τυγχάνει τοῖς ὑμνοῦσι, τὴν μνήμην σου τὴν ϑείαν, Χριστοφόρε ἀοίδιμε, ὅτι τὸ αἷμα τὸ σόν, ἐξέχεας πλουσίως.

Τὸν ἀμέτρητον πλοῦτον, συμπαϑείας σου δεῖξον τοῖς προσιοῦσί σε, καὶ νόσον τῆς πανώλους, ἀπέλασον τηλόθι, ἀφ᾽ ἡμῶν τῶν ὑμνούντων σε, ἐν εὐσεβείᾳ πολλῇ, ἀκέστορ Χριστοφόρε.

Θεοτοκίον.
Ἡ ἀήττητος σκέπη, καὶ προπύργιον Μῆτερ τὸ ἀκαϑαίρετον, καὶ ἄγκυρα ἐλπίδος, ὑπάρχουσα Παρϑένε, μὴ παρίδῃς φυλάττουσα, τοὺς μελῳδοῦντας ἀεί, τὸν τόκον σου Μαρία.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Σὺ εἰ χαρίτων, ὁ εὐθαλέστατος κῆπος, καὶ λειμὼν δωρεῶν Χριστοφόρε, πᾶσιν ἀπονέμων τὰ μύρα ἰατρείας.

Ἰλιγγιῶσι, τῶν ἀσωμάτων οἱ νόες, εὐφημεῖν καὶ ὑμνεῖν κατ᾽ ἀξίαν, μνήμην σου τὴν ϑείαν, ϑεόφρον Χριστοφόρε.

Κλοπῇ κακίας, τροπαιοφόρε ὑπνώττων, τοῦ ϑανάτου τὸν ὕπνον σοὶ κράζω, ἔγειραι λιταῖς σου, ταχὺ με τὸν ἀχρεῖον.

Θεοτοκίον.
Ἐν κλίνῃ κεῖμαι, ἀῤῥωστιῶν δεδεμένος, λοιμικῶν Θεοτόκε Παρϑένε, ὅϑεν ἀλγημάτων, παράσχου μοι τὴν λύσιν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνέχει με ὁ φόβος, μάκαρ Χριστοφόρε, τοῦ αἰωνίου πυρὸς τῆς κολάσεως, ἀλλὰ ϑαῤῥῶν ταῖς εὐχαῖς σου, οὐκ ἀπογνώσομαι.

Ἰὸν τῶν ἁμαρτάδων, τὸν καταβαλόντα, τὴν παναϑλίαν ψυχὴν καὶ καρδίαν μου, ταῖς ἐνεργείαις σου μάρτυς, ταχὺ ἀπόστησον.

Αἰσχρῶν φαντασιῶν μου, πάσας τὰς εἰκόνας, ὀλεϑροφόρους ϑεόφρον κατάσβεσον, τῇ ἐπειλάμψει σου ϑείᾳ, σεβασμιώτατε.

Θεοτοκίον.
Σοφίας τὸ ταμεῖον, ῥεῦμα ἰαμάτων, τῆς Ἐκκλησίας τὸ κάλλος γεγένησαι, Ὑπεραγία Κυρία, τῷ ϑείῳ τόκῳ σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν μαρτύρων ὁ κοινωνός, καὶ τῶν Ἀσωμάτων, ὁμοδίαιτος ἀληϑῶς, χαίροις Ἐκκλησίας Χριστοῦ ὁ στεφανίτης, παμμάκαρ Χριστοφόρε, ἡμῶν τὸ καύχημα.

Ῥεἴϑροις τῶν αἱμάτων σου ἀνδρικῶς, μάρτυς Χριστοφόρε, ἀπεσχοίνισας τὸν ἐχϑρόν, τὸν ἐπιδραμόντα ἐκ ῥίζης ἀνασπάσαι, τὸ ἄτρεπτον ϑεόφρον, τῆς σῆς ἐνστάσεως.

Χαίροις τῶν μαρτύρων παρεμβολή, ϑεῖε Χριστοφόρε, Καλλινίκη καὶ ὁ χορός, τῶν ποτὲ δημίων, ὁμοῦ σὺν Ἀκυλίνῃ, τὰ ἄνϑη τοῦ Σωτῆρος, τὰ εὐωδέστατα.

Σπεῦσον Χριστοφόρε τὰς λοιμικάς, νόσους καὶ πανώλην, τὴν δυσίατον ταχινῶς, ϑείαις ἐνεργείαις, ἴασαι τῶν ὑμνούντων, τὴν μνήμην σου τὴν ϑείαν, ϑεοφορούμενε.

Τὰς μηχανουργίας τὰς χαλεπάς, τοῦ δεινοῦ βελίαρ, ἀποσόβησον ἀφ᾽ ἡμῶν, μάρτυς Χριστοφόρε, εὐχαῖς σου καὶ πρεσβείαις, ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν Φιλάνϑρωπον.

Πάσας τὰς ἁμάξας τῶν ὁδιτῶν, τῶν ὑμνολογούντων, γηϑοσύνως σὴν βιοτήν, φύλαττε σκεδάζων, προσκόμματα τῆς τρίβου, αὐτῶν γὰρ ὁ προστάτης ὑπάρχεις πάνσεμνε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Ῥείϑροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν ἀϑλοφόρων, ἀπὸ γῆς μετετέϑης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασϑαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Μάρτυς Χριστοφόρε ἀληϑῶς, πάσας ϑεραπεύων τὰς νόσους, Χριστοῦ τῇ χάριτι, πίστει καταφεύγομεν, τῷ ϑείῳ οἴκῳ σου, καὶ δεόμεϑα ἅπαντες, ψαλμοῖς ἱκεσίας, λύσαι χαριτόβρυτε τῶν λοιμικῶν τὰ δεινά, πάϑη καὶ πανώλους τὸ ἄλγος, καὶ τῶν εὐσεβῶν τὰς ἁμάξας, ἀδοκήτου ῥῦσαι περιστάσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.