Παρακλητικός Κανών εις τον Άγιον Αρσένιον τον εν Πάρω Ασκήσαντα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 31 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῇ ἰσαγγέλῳ σου ζώῃ θεοφόρε, θεοπρεπώς παρὰ Χρίστου ἐδοξάσθης, ταῖς τῶν θαυμάτων χάρισιν Ἀρσένιε· ὅθεν πάσης θλίψεως, καὶ δεινῶν νοσημάτων, πόνων καὶ κακώσεων, καὶ παντοίας ἀνάγκης, ταῖς σαῖς πρεσβείαις Πάτερ πρὸς Χριστόν, φύλαττε πάντας, τοὺς σε μακαρίζοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀρσένιε πόνων ἡμᾶς ῥῦσαι. Γερασίμου.
ᾨδὴ α΄. ’Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγγέλων συνόμιλος γεγονώς, σὺν αὑτοῖς δυσώπει, τὸν Σωτῆρα ὑπὲρ ἡμῶν, πάσης ἡμᾶς ῥύεσθαι ἀνάγκης, καὶ δυσχερείας Ἀρσένιε Ὅσιε.
Ῥανίσι τῶν θείων σου δωρεῶν, τὴν ἐξηραμμένην, ἐκπυρώσει τῇ τῶν παθῶν, ψυχήν μου κατάρδευσον θεόφρον, πρὸς εὐκαρπίαν σωτήριον Ὅσιε.
Σωμάτων ὀδύνας τὰς χαλεπός, καὶ ψυχῶν τὰς νόσους, τῇ δοθείσῃ σοι δωρεᾷ, ἴασαι Ἀρσένιε παμμάκαρ, τῶν προσιόντων θερμῶς τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἐτρώθην τοῖς βέλεσι τοῦ ἐχθροῦ, καὶ ὅλος ἡλκώθην, ἁμαρτίας τῇ ἐμμονή· ἄλλα σὺ Παρθένε ὡς οἰκτῖρμον, τῆς συνεχούσης ἀνάγκης με λύτρωσαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νέον ἄστρον ὠράθης, ταῖς νοηταῖς λάμψεσιν, ἔνἐ τῇ τοῦ Χριστοῦ Ἐκκλησία, πάτερ Ἀρσένιε· ὅθεν διάλυσον, τῶν πειρασμῶν τὴν ὀμίχλην, ἀπειλοῦσαν Ὅσιε, ἡμῖν τὰ χείρονα.
Ἰατῆρα σε θεῖον, ὡς ἀληθῶς ἔδειξε, Πάτερ ἐν ἐσχάτοις τοῖς χρόνοις, Χριστὸς ὁ Κύριος· ὅθεν ἰάτρευσον, τὴν ἀσθενοῦσαν ψυχήν μου, προσβολαῖς τοῦ ὄφεως, ὡς συμπαθέστατος.
Εὐωδία ἀῤῥήτῳ, τῆς θαυμαστῆς Κᾶρας σου, δίωξον παθῶν τὸ δυσῶδες, ἐκ τῶν ψυχῶν ἡμῶν, ὡς ἂν ἐνάρετον, βίον διέλθωμεν Πάτερ, εὐώδεσι πράξεσι, Χριστὸν δοξάζοντες.
Θεοτοκίον.
Πολυώνυμε Κόρη, Μῆτερ Θεοῦ ἄφθορε, τὴν καταφθαρεῖσαν ψυχήν μου, πολλοῖς ἐν πάθεσιν, ἴασαι δέομαι, καὶ καθαρὰν αὑτὴν δεῖξον, μετανοίας πράξεσιν, ἵνα δοξάζώ σε.
Διάσωσον, ἐκ πάσης βλάβης Ἀρσένιε θεοφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβεῖα προστρέχοντας, καὶ τῶν πταισμάτων συγχώρησιν ἡμῖν αἴτει.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος..
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμόν, ἡ Πάρος σε ἐκτήσατο, καὶ μέγαν σοφέ, μεσίτην πρὸς τὸν Κύριον διὸ ἀεὶ τῇ σκέπη σου, καταφεύγει βοῶσα Ἀρσένιε, ἐκ ποικίλων ἡμᾶς δυσχερειῶν, ἀπάλλαττε Πάτερ τῇ πρεσβεία σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ δαιμόνων τὸ σύστημα, πάλαι ἐκδιώξας πὀῤῥῷ τῶν δούλων σου, τῆς αὐτῶν καὶ νῦν ἀπάλλαξον, Πάτερ κακουργίας τὰς ψυχὰς ἡμῶν.
Νόσων Πάτερ τοὺς ἄνθρακας, καὶ τῶν πειρασμῶν τὴν φλόγα κατάσβεσον, τὴν πικρῶς ἡμᾶς φλογίζουσαν, δρόσῳ τῆς σῆς χάριτος Ἀρσένιε.
Ὥσπερ πάλαι ἠνέωξας, Πάτερ οὐρανὸν καὶ γῆ βροχὴν δέδωκεν, οὕτως ἄνοιξον Ἀρσένιε, τοῦ Χριστοῦ ἡμῖν τὴν ἀγαθότητα.
Θεοτοκίον.
Νέον βρέφος ἐκύησας, τὸν πρὸ τῶν αἰώνων Θεὸν καὶ Κύριον, νεουργοῦντα κόρη Πάναγνε, τοὺς παλαιωθέντας ἁμαρτήμασι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ἬΙσχυνας ἐχθροῦ, τὰ βουλεύματα Ἀρσένιε, οὗ τὴν ἄδικον βουλήν τὴν καθ’ ἡμῶν, τῇ πρεσβεία σου ματαίωσον δεόμεθα.
Μέγας ἀρωγός, τοῖς Παρίοις ἀναδέδειξαι, ἐκ κινδύνων καὶ δεινῶν δυσπραγιῶν, ἐξαιρούμενος τὴν νῆσον σου Ἀρσένιε.
Ἄνωθεν ἡμῖν, συμπαθώς δίδου Ἀρσένιε, ὡς φιλόστοργος Πατὴρ τὰς δωρεᾶς, τοῖς ἐν πίστει προσιοῦσι τοῖς λειψάνοις σου.
Θεοτοκίον.
Σύ μου προσφυγῇ, σωτηρίᾳ καὶ ἀντίληψις· διὰ τοῦτο καταφεύγω σοι Ἁγνή, καθ’ ἑκάστην καὶ λυτροῦμαι τοῦ ἀλάστορος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων, τῶν σῶν ἡδίστων χειλέων, τὴν φωνὴν καὶ νῦν ἑνήχησον πάλιν, ἐν ταῖς ψυχαῖς νοερῶς τῶν σῶν τέκνων, ἀπὸ ληθάργου δεινοῦ διεγείρουσαν, ἡμᾶς Ἀρσένιε σοφέ, πρὸς σπουδὴν ἀγαθῶν Πάτερ πράξεων.
Ὕπάρχων πλήρης ἐνθέων χαρίτων, ὡς θεράπων τοῦ Χριστοῦ θεοφόρος, θαυματουργίαις πολλαῖς ἐδοξάσθης· ὅθεν καὶ νῦν θαυματούργει, Ἀρσένιε, τοῖς ἐκζητοῦσιν εὐλαβῶς, τὴν θερμήν σου βοήθειαν Ὅσιε.
Συντρέχει, οὗ μόνον πᾶσα ἡ Πάρος, τῇ σορῷ τῶν σῶν Ἁγίων λειψάνων, ἄλλα καὶ πᾶς εὐσεβὴς ἀλλαχόθεν, καὶ τὰς αἰτήσεις οἱ πάντες λαμβάνουσιν, Ἀρσένιε θαυματουργέ, ἐκ τῆς σῆς δαψιλοὺς χάριτος.
Θεοτοκίον.
Ἀγγέλων ἁγιωτέρᾳ ἐδείχθης, Παναγία Υπεράμωμε κόρη, ὡς τῶν Ἁγίων τὸν Ἅγιον μόνον, Ὕπεραγίως ἡμῖν σωματώσασα· διὸ ἁγίασον ἡμῶν, καὶ ψυχὴν καὶ καρδίαν καὶ ἔννοιαν.
Διάσωσον, ἐκ πάσης βλάβης Ἀρσένιε ἱεροφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβεῖα προστρέχοντας, καί τῶν πταισμάτων συγχώρησιν ἡμῖν αἰτεῖ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασία σου σπεύδοντες Ἅγιε, τῶν πατρικῶν δωρεῶν σου πληρούμεθα, Χριστὸν μεγαλύνοντες Ὅσιε, τὸν σε προστάτην ἡμῖν ἀναδείξαντα, Ἀρσένιε Πάρου ἀγλάϊσμα.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄17-23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Όσιου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον ἐκ νεότητος, ἀγγελικὸν ἀγαπήσας, σκεῦος καθαρώτατον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας, δωρεὰν ἅπασι, νέμων τὰς ἰάσεις, τοῖς προστρέχουσι τῇ σκέπη σου· διὸ θεράπευσον, καὶ ἡμῶν τὰς νόσους Ἀρσένιε, ψυχῆς ὁμοῦ καὶ σώματος, καὶ στενοχωρίας καὶ θλίψεως, πάσης ἡμᾶς ῥῦσαι, καὶ λύπης καὶ σκανδάλων χαλεπῶν, καὶ προσβολῶν τῶν τοῦ ὄφεως, ταῖς σαῖς παρακλήσεσι.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱλαρότητι γνώμης,, συμπαθέστατος πέλων Πάτερ τοῖς πταίουσι, ψυχήν μου τὴν ἀθλίαν, ἐκ βόθρου τῶν πταισμάτων, πρὸς μετάνοιαν ἕλκυσον, τῇ συμπάθεια τῇ σῇ, Ἀρσένιε θεόφρον.
Γαυριῶντα δολίως, καθ’ ἡμῶν θεοφόρε, τὸν ἀνθρωπόλεθρον, κατάβαλε εὐχαῖς σου, ὁ λύσας τῶν δαιμόνων, τὰ πικρᾷ μηχανήματα, Ἀρσένιε ἱερέ, Ὁσίων ἡ προσθήκη.
Ἐντολῶν τοῦ Σωτῆρος, πρὸς θερμὴν ἐργασίαν ἡμᾶς διέγειρον, τῇ σῇ ἐπιστασίᾳ, Ἀρσένιε παμμάκαρ, τοὺς πιστῶς ἀνακράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥῶσιν δίδου μοι Κόρη, καὶ παθὼν πολυτρόπων τὴν ἀπολύτρωσιν, μετάνοιαν γνησίαν, καὶ φῶς ἐν τῇ καρδία, ἵνα πίστει κραυγάζω σου, χαῖρε Παρθένε Ἁγνή, βροτῶν ἡ σωτηρία.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἁγίων βίον, ἐν ταῖς ἐσχάταις ἡμέραις, μιμησάμενος Ἀρσένιε παμμάκαρ, βλύζεις τοῖς σοῖς δούλοις, ἁγιασμὸν καὶ χάριν.
Σωτηριώδης, ἡ σῇ ἀντίληψις πέλει, διασῴζουσα πολυειδῶν κινδύνων, τοὺς πιστῶς φωνοῦντας, τὴν κλῆσιν σου τρισμάκαρ.
Ἰδὲ παμμάκαρ, τοὺς εὐλαβῶς προσελθόντας, τῇ ἁγία σου καὶ πανευώδει Κάρα, καὶ παράσχου πᾶσι, τὴν πατρικήν σου χάριν.
Θεοτοκίον.
Μῆτερ Κυρίου, Ὑπεραγία παρθένε, ἀποκάθαρον τὴν ταπεινὴν ψυχήν μου, πάσης ἁμαρτίας, τοῖς οἰκτιρμοῖς σου Κόρη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ μέγας τῶν Παρίων, ῥύστης καὶ προστάτης, ταύτην τὴν νῆσον σου φύλαττε πάντοτε, τῆς τοῦ ἐχθροῦ ἐπηρείας πάτερ Ἀρσένιε.
Ὑψόθεν μὴ ἐλλείπῃς, Πάτερ ἐποπτεύων, καὶ τὰς δεήσεις ἀεὶ προσδεχόμενος, τῶν εὐλαβῶς προσιόντων τῇ θεία Κάρα σου.
Ὑπέρτερον με δεῖξον, τῆς τοῦ βροτοκτόνου, ἐπιβουλῆς καὶ μανίας Ἀρσένιε, τὸν εὐλαβῶς σοι τὸν ὕμνον τοῦτον ὑφάναντα.
Θεοτοκίον.
Ὑψίστου Λόγου Μῆτερ, Ἄχραντε Παρθένε, τῇ ἐπιλάμψει τῆς σῆς ἀγαθότητος, τὸ ἐν ἐμοῖ δεινὸν σκότος μακρὰν ἀπέλασον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἠπείρου θεῖος βλαστός, καὶ τῆς νήσου Πάρου, ἀντιλήπτωρ καὶ ἀρωγὸς χαίροις Μοζόντων, Ἀρσένιε τὸ κλέος, καὶ πάντων τῶν Ὁσίων ὁ ἰσοστάσιος.
Πόθῳ ἠκολούθησας τῷ Χριστῷ, ἐκ παιδὸς θεόφρον, ἀνενδότῳ Πάτερ σπουδῇ, καὶ σοφῶς ἐμπρέψας, θεοφιλεῖ ἀσκήσει, τῆς χάριτος ταμεῖον, ὤφθης Ἀρσένιε.
Πλήρης ἀνεδείχθης θείου φωτός, ἐν τῇ νήσω Πάρῳ, τῇ ἀμέμπτῳ σου βιοτῇ ὅθεν ἐδοξάσθης, χαρίσμασιν ἁγίοις, καὶ θαυμασίοις πλείστοις, πάτερ Ἀρσένιε.
Τῇ ἱκετηρίᾳ σου τῇ θερμῇ, κατήγαγες Πάτερ, οὐρανόθεν βροχὴν πολλήν, καὶ δαιμόνων σμῆνος, δίκην βοῶν φανέντων, διώκεις τῷ σῶ λόγῳ, μακρὰν Ἀρσένιε.
Χαίροις ὁ παρέχων ὡς συμπαθῇς, τοῖς κάμνουσι Πάτερ, καὶ νοσοῦσι πολυειδώς, πᾶσαν θεραπείαν, καὶ λύων τὸν χειμῶνα, Ἀρσένιε κινδύνων, καὶ περιστάσεων.
Χεῖρα βοηθείας δίδου ἀεί, Πάτερ τοῖς αἰτοῦσι, τὴν ταχεῖαν σου ἀρωγήν, καὶ ἐν πάσῃ ὤρα, τοῦ βίου καὶ ἀνάγκῃ, Ἀρσένιε βοήθει, ἡμῖν τοῖς τέκνοις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Άποστόλων ἡ δωδεκὰς οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Ἠπείρου τὴν δόξαν καί τῆς Πάρου τὸ καύχημα, τῆς Μονῆς τοῦ Δάσους προστάτην, σε τιμῶμεν Ἀρσένιε, ὡς ἄγγελος γὰρ ὤφθης ἐπὶ γῆς, ἀσκήσει οὐρανίων ἀρετῶν, διὰ τοῦτο ἐδοξάσθης παρὰ Θεοῦ, θαυμάτων Πάτερ χάρισι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσφεύγοντας θερμῶς, Πάτερ τῇ σεπτῇ σου πρεσβεία, καὶ προσκυνοῦντας πιστῶς, τὴν ἁγίαν κάραν σου, καὶ θαυματόβρυτον, πάσης θλίψεως λύτρωσαι, καὶ στενοχωρίας, καὶ τῶν τοῦ ἀλάστορος, ἐπιβουλῶν χαλεπῶν, δίδου δὲ εἰρήνην βαθεῖαν, ῥῶσιν καὶ ὑγείαν κατ’ ἄμφω, τοῖς σὲ μακαρίζουσιν Ἀρσένιε.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.