Παρακλητικός Κανών εις τον Απόστολον Ανδρέα επι την παλιννοστήσει της Τίμιας Αυτού Κάρας

Ποίημα Πρ. Πατρών Νικοδήμου

†Εορτάζεται στις 26 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ πανευφήμου Ἀποστόλου τὴν Κάραν, μετ’ ἐκδημίαν προσλαβόντες αἰώνων, ἐν εὐλαβείᾳ δεῦτε ἀσπασώμεθα, καὶ καθικετεύσωμεν τὸν Πρωτόκλητον πάντες, ὅπως δυσωπῶν ἀεὶ τὸν Σωτῆρα αἰτῆται, τῶν οἰκτιρμῶν τὰ πλήθη ἐφ’ ἡμᾶς, τοὺς προσιόντας λειψάνῳ σεπτῷ αὐτοῦ.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀνδρέου κάρας παλινοστήσει.

ᾨδὴ α΄.  Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνδρέα Ἀπόστολε τοῦ Χριστοῦ, αἰτοῦμέν σε δίδου, λόγον ἄξιον τοῦ ὑμνεῖν, σκήνους σου ὀσμὴν εὐωδίας· σὺ γὰρ Χριστοῦ εὐωδία γεγένησαι.

Νέον νῦν πλουτοῦμεν ὡς θησαυρόν, εἰ καὶ παλαιόθεν, ἐκεκτήμεθα ὡς φρουρόν, Κάραν σου Ἀνδρέα τὴν ἁγίαν, ἣν εὐλαβῶς οἱ πιστοὶ ἀσπαζώμεθα.

Δέξαι παρακλήσεις παρὰ τῶν σῶν,  ἱκετῶν Ἀνδρέα, τῶν κυκλούντων σου τὴν σεπτὴν Κάραν ἐν ἁγίῳ ναῷ σου, καὶ οὐρανόθεν ἡμᾶς ἐπευλόγησον.

Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυομένην κινδύνων, καὶ συμφορῶν ἔγνωσαν, ἔκπαλαι σὴν πάντιμον Κάραν οἱ πολιοῦχόν σε, Ἀνδρέα ἔχοντες, καὶ πρεσβευτὴν καὶ προστάτην, καὶ νῦν σκέπε φρούρει τε, πᾶσαν τὴν ποίμνην σου.

Εὐεργέτην σε πάντες, οἱ ἐν ταῖς Πάτραις ἐγνώρισαν, ὡς τῷ σῷ κηρύγματι πάλαι, καταφωτίσαντα, τὸν ἐπιχώριον λαόν, ποτε ἀγνοοῦντα Σωτῆρα, ὃν σὺ ἡμῖν κατήγγειλας, Ἀνδρέα ἅγιε.

Ὀρθοδόξων ἡ πίστις, τῶν Ἀποστόλων τὸ κήρυγμα, Πάτραις καὶ τοῖς πέριξ ἐγνώσθη, τῷ σῷ Πρωτόκλητε, λόγῳ ὅν ἔσπειρας, γῇ ἀγαθῇ καὶ ηὐξήθη, καὶ ἐκαρποφόρησε καὶ οὐκ ἠλλοίωται.

Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς Δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Διάσωσον, ὦ Ἀνδρέα Ἀπόστολε, ἀπὸ πάσης, κακώσεως καὶ ἀνάγκης ἡμᾶς, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν σὴν οἱ Ἕλληνες ἠτήσαντο, ἐλθεῖν πρὸς Χριστὸν καὶ γνῶσαι Αὐτὸν θέλοντες, σὺν Φιλίππῳ τότε δὴ σὺ Ἀνδρέα τούτους προσήγαγες, οὕς προσεδέξατο, εἰς δόξαν μολών, ὁ μόνος Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπηρέτην τοῦ Λόγου σε, ἔγνωμεν Ἀνδρέα Πανεύφημε, τῇ σκαπάνῃ σου σπουδάζοντα, Θεοῦ γεωργεῖν τὸ γεώργιον.

Κάραν σέβοντα, Ἅγιε, καὶ τοῖς σοῖς λειψάνοις προστρέχοντα, ἐκ λειψάνων ἐλευθέρωσον, τῶν ἐμῶν παθῶν, ταῖς πρεσβείαις σου.

Ἁγιώτατον γέγονε, χάριτος Θεοῦ ἐνδιαίτημα, ἡ σὴ Κάρα, παναοίδιμε, βίου ἡγεμὼν τοῦ ἐνθέου σου.

Θεοτοκίον.
Ἀπολαμβάνοντες, Πάναγνε, τῶν σῶν δωρημάτων, εὐχαριστήριον ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.  
Ῥώμῃ ὡς σταθμῷ, ἡ σῇ Κάρα ἀναπέπαυται, εἰς Πάτρας δ’αὖθις προφρόνως αὐτὴν, τοῖς Ὀρθοδόξοις προσήνεγκον οἱ φυλάξαντες.

Ἄσπασαι τὴν σὴν ἐκλογάδα, ὦ Πρωτόκλητε, ἣν ἐπιστεύθη σοι ὁ ὑπὲρ αὐτῆς, ὡς Αὐτοῦ νύμφης τυθείς, ἵνα ταύτην ῥύσεται.

Στῶμεν εὐλαβῶς, οἱ πανέλληνες καὶ ἅπαντες, οἱ ἐξ Ἀνδρέου σχόντες τὴν εἰς Χριστὸν προσαγωγήν καὶ Κάραν πάντιμον σέβωμεν.

Θεοτοκίον.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.  
Προδρόμου σε, μαθητὴν πρῶτον ὄντα, πρὸς Χριστὸν χειραγωγεῖ ὁ βαπτίζων, ἴδε ἀμνὸς τοῦ Θεοῦ ὁ ἀπαίρων, τὰς ἁμαρτίας τοῦ κόσμου, ὡς εἴρηκε, σὺ δ’ἠκολούθησας Αὐτῷ, ὅθεν πάντες τὴν Κάραν σου σέβομεν.

Ἀφέντες μέν, τὸ ἀμφίβληστρον ἅμα, Σίμων Πέτρος καὶ Ἀνδρέας ὀπίσω, τοῦ προσκλοῦντος Χριστοῦ ἠκολούθουν, ἀνθρώπων ἄγραν τοὐντεῦθεν ἐλόμενοι, οἱ τῶν ἰχθύων ἀλιεῖς, Ἀποστόλων δ’ οἱ πρῶτοι ἐγένοντο.

Λιμναῖον πρὶν Γενησαρὲτ ἀλιέα, προσδοκῶντα δὲ Χριστὸν τὸν Μεσσίαν, εὑρεῖν Αὐτὸν ἀξιοῖ σε Ἐκεῖνος, καὶ ἐκβοᾶν πρὸς τὸν Πέτρον “εὑρήκαμεν”. Νῦν οὖν εὑρόντες καὶ ἡμεῖς, τὴν σὴν Κάραν, ὡς μέγιστα χαίρομεν.

Θεοτοκίον.
Προστάτιν σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείαις δαιμόνων ἐλαύνουσαν·  καὶ δέομαι διὰ παντός,  ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Διάσωσον, Ἀποστόλων Πρωτόκλητε, ἀπὸ πάσης κακώσεως καὶ ἀνάγκης, ἡμᾶς τοὺς πόθῳ σε εὐφημοῦντες καὶ πίστει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.  Προστασία τῶν Χριστιανῶν.

Προστασίας σου ἀξιωθέντες ἀείποτε, τῶν λειψάνων σου τὴν θήκην πόθῳ κυκλοῦμεν νῦν, προσφοιτώντων οὖν μὴ παρίδῃς, Ἅγιε, μηδ’ ἀπόστρεψον ἡμᾶς κενούς, ἀσπαζομένους εὐλαβῶς, σοῦ τὴν Κάραν καὶ λέγοντας· χαῖρε Πατρῶν τὸ κλέος, πρόμαχος καὶ προστάτης, καὶ πολιοῦχος ὁ σεπτὸς, ὦ Ἀνδρέα Πρωτόκλητε.

Προκείμενον
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. α΄ 35 – 43).
Τῷ καιρῷ ἐκείνῳ, εἰστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἵδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, τί ζητεῖτε; Οἱ δέ εἶπον αὐτῷ ραββί,  ὅ λέγεται ἑρμηνευόμενον διδάσκαλε, ποῦ μένεις; Λέγει αὐτοῖς, ἔρχεσθε καὶ ἴδετε. Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ’αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην,  ὥρα δὲ ἧν ὡς δεκάτη. Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἶς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον ὁ Χριστός, καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν.

Δόξα.
Ταῖς τοῦ Πρωτοκλήτου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κάραν σου ἀοίδιμον, ἐπὶ πολύ στερηθέντες, μαθητὰ Πρωτόκλητε, νῦν ἀνακτησάμενοι εὐφημοῦμέν σε, Πάτραι σεμνύνονται, σχοῦσαί σε ἔνδοξε, πολιοῦχον ἀπαράμιλλον, Κύπρος δὲ τάλαινα, συνευφραινομένη ἀγάλλεται, προστάτην σε γεραίρουσα, ἰατρόν τε νόσων ἀήττητε, ἔνδοξε Ἀνδρέα, τὴν Κάραν σου τιμῶντες εὐλαβῶς, σὴν ἱκεσίαν αἰτούμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον ὀ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄.  Οἱ ἐκ τῆς Ἰουδαίας.  
Ἰωνᾶ ὡς υἱόν σε, συμπολίτην δ’ αὐτῶν ἐκ Βηθσαϊδά ἔγνωσαν, ὁ Φίλιππος, Ἀνδρέα, καὶ ὁ Βαρθολομαῖος, οἷς Χριστὸν δείξας ἔμελπες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νέαν κλῆσιν τοῦ Λόγου, ἐπὶ πλοῖα καὶ δίκτυα μένων ἤκουσας, πρὸς θάλασσαν ὡς ἦλθε, Χριστὸς τῆς Γαλιλαίας, προσκάλεσαί σε μέλποντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ὁ καλέσας Ἀνδρέαν, καὶ ἡμᾶς προσεκάλεσας, πλὴν οὖ σπεύσαντας, φωνὰς οὖν νῦν προσδέχου, τῶν πρὸ τῆς αὐτοῦ Κάρας, ἐν αἰνέσει ὑμνούντων σε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Θελητὴν τοῦ ἔλεους, ὃν ἐγέννησας, Μῆτερ ἁγνή, δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.  
Σοὶ τῷ αὐτόπτῃ, καὶ μαθητῇ τοῦ Δεσπότου, ἐποφείλουσι πολλαὶ πόλεις χάριν, καὶ ὑπερυψοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῷ Βυζαντίῳ, καὶ Βιθυνίᾳ καὶ Σκύθαις, καὶ τοῖς γείτοσι λαοῖς, ὦ Ἀνδρέα, ὑψοῦτε διαγγέλλεις, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἡ τοῦ διώκτου, ἐν Σινώπῃ μανία, ἐπιβάλλει πολλαπλᾶς σοι κακώσεις, ἀλλ’ ἐν σοὶ ὑψώθη, Χριστός εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους, Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.  
Συγχόρευε Στρατόκλες, σεμνῇ σὺν Μαξιμίλλῃ, οἱ τῷ Ἀνδρέα ἐν Πάτραις φοιτήσαντες, καὶ τῷ Χριστῷ συναφθέντες, ὃν μεγαλύνομεν.

Ἐξέστη ὁ διώκτης, θαυμάσια ὡς εἶδεν, ἐκ σοῦ Ἀνδρέα ἐν Πάτραις γενόμενα, πλὴν ἐν σταυρῷ ἀνυψοῖ σε, ὃν μεγαλύνομεν.

Ἰδόντες σου τὴν Κάραν, τῷ στέφει κοσμηθεῖσαν, τοῦ μαρτυρίου Ἀνδρέα πανεύφημε, κατασπαζόμεθα ταύτην, σὲ μεγαλύνοντες.

Θεοτοκίον.
Χαρᾶς μου τὴν καρδίαν πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τό πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τοῦ σεπτοῦ λειψάνου σου ἡ σορός, γῆ Πατρῶν ἐδόθη, ἀναφαίρετος θησαυρός, ἔκπαλαι Ἀνδρέα Πρωτόκλητε, σὴν Κάραν, μετὰ χαρᾶς μεγάλης κατασπαζόμεθα.

Σκήνους σου τὰ λείψανα τὰ σεπτὰ, διαμελισθέντα, ἐκομίσθησαν πολλαχοῦ, Πάτραις δ’ἀπεδόθη ἡ σὴ Κάρα ὡς θησαυρός, ὦ Ἀνδρέα καὶ πρόμαχος.

Θήκης τῶν λειψάνων σου τῶν σεπτῶν ἀποστερηθεῖσα ἡ σὴ πόλις ἐπὶ μακρόν, ἄρτι ἀπολαῦσαι ἠξιώθη, θείᾳ συνάρσει, καὶ σέβει τὴν Κάραν σου.

Σκέπε, φρούρει, φύλαττε ἐκ παντός, Ἀνδρέα, κινδύνου τοὺς φοιτῶντας τῷ σῷ ναῷ, Κάραν τε τὴν σὴν ἀσπαζομένους, καὶ αἰτουμένους πρεσβείαις σου, ἔνδοξε.

Πρέσβευε πρὸς Κύριον ἐκτενῶς, δοῦναι ἡμῖν πᾶσι τὰ συμφέροντα ταῖς ψυχαῖς, καὶ τῇ Ἐκκλησίᾳ τὴν εἰρήνην, κόσμῳ παντὶ δὲ Χριστοῦ θεῖον ἔλεος.

Εἰς πᾶσαν ἐξῆλθε φθόγγος ὁ σὸς οἰκουμένην, ἥν περ καταυγάζεις ὡς φαεινὸς ἀστήρ, ὦ Ἀνδρέα, καὶ εἰρήνην εὐαγγελίζῃ αὐτῆς εἰς τὰ πέρατα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρει Ὀρθοδόξων ἡ πληθύς, καὶ πανηγυρίζει προφρόνως, σχοῦσα λαμπρὸν θησαυρόν, θείαν παλιννόστησιν Κάρας σεπτοῦ μαθητοῦ· ἀπεδήμει εἰς Ῥώμην γάρ, αἰώνων πρὸ πέντε, φεύγων τὴν βεβήλωσιν Ἀγαρηνῶν δυναστῶν, ταύτην μετὰ δέους τιμῶντες, κρήνην ἰαμάτων, Ἀνδρέα, τοῖς πιστοῖς ἀξίως δώρησαι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Δίστιχον.
Κάρας σῆς ὑμνωδήσαντος νόστον
μέμνησο Ἀνδρέα, Νικοδήμου λευΐτου.

Χαιρετισμοί εις τον Άγιο Απόστολο Ανδρέα τον Πρωτόκλητο

Βίος – Άγιος Ανδρέας ο Απόστολος ο Πρωτόκλητος