Παρακλητικός Κανών εις τον Άγιο Απόστολο Φίλιππω
Ποίημα Αγίου Νικοδήμου του Αγιορείτου

†Εορτάζεται στις 14 Νοεμβρίου
Πατήστε το Play για να ακούσετε την Παράκληση
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ θεοκλήτῳ Ἀποστόλῳ Φιλίππῳ, οἱ ἐν ἀνάγκαις νῦν προσπέσωμεν πίστει, τὰς πρὸς Χριστὸν αἰτούμενοι πρεσβείας αὐτοῦ φύλαξον ἡμᾶς Ἀπόστολε ἐκ βελῶν τοὺ ἀλάστορος πᾶσας μηχανάς αὐτοῦ διασκέδασον Πάτερ καὶ εἰρηναίαν χάρισαι ζωήν, τοῖς ἐν ἀγῶσι, Χριστοῦ ἀφομοίωμα.
Καὶ νῦν.
Θεοτοκίον.
Τὴν Θεοτόκον ἐν ᾠδαὶς εὐφημούμεν καὶ μεγαλύνομεν αὐτὴ ἐκβοώντες τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν τῇ δυνάμει σου Ὀρθοδόξων συστήματα σώσον τοῦς τιμῶντάς σε ἐξ’ ἐχθρῶν αὀράτων καὶ ἐκ κινδύνων πλείστων σὺ γὰρ ὐπάρχεις βροτῶν ἡ ἀντίληψις
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Φιλίππῳ ἐνδόξῳ Αποστόλῳ λιτή, Νικοδήμ(ου)
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φιλίππου τὴν χάριν ἐπιζητώ, ὑμνήσαι ἀξίως βιοτὴν αὐτοῦ θαυμαστήν, καὶ ἐν ἐθνικοὶς διακονίαν καὶ τελευτὴν ἐν Σταυρῷ θεοδόξαστον.
Ἰκάνωσον Φίλιππε τοῦς πιστοῦς κηρύττειν ἐν ἔργοις καὶ ἐν λόγοις τὸν Ἰησοῦν ὡς προσκέκληκέ σε θεοφόρε, τοῦ ἀποστείλαι σε κήρυκα ἔνθεσιν.
Λαμπρὼς ἐδοξάσθης παρὰ Χριστοῦ, Φίλιππε θεόφρον, ὃν ἐδόξασας θαυμαστῶς, κηρύξας Αὐτὸν τοῖς ἐν τῷ σκότει καὶ σταυρωθεὶς ὥσπερ σφάγιον ἔνδοξε.
Θεοτοκίον.
Ἰθύνεις Παρθένε πρὸς σὸν Υἱὸν, τοῦς σὲ εὐφημοῦντας ὡς Μητράνανδρον ἀληθῶς, καὶ Νύμφην ἀνύμφευτον Κυρίου καὶ ἀειπάρθενον Κόρη πανάμωμε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παρθενίαν ζηλώσας Βηθσαϊδὰ βλάστημα, Φίλιππε Χριστῷ προσηλώθης καὶ ἠκολούθησας ὡς μαθητὴς ἀληθὴς ἀποσταλεὶς τοῦ κηρύξαι, σωτηρίαν ἔθνεσι Λόγου τὲ σάρκωσιν.
Παύσον Φίλιππε θεῖε τοῦ πειρασμοῦ πόλεμον, καὶ τὴν τῶν παθῶν, τρικυμίαν, ἐν ἧ ποντίζομαι, ταῖς σαῖς λιταῖς πρὸς Χριστὸν Βηθσαϊδὰ τέκνον μέγα, Ἀποστόλων καύχημα πιστῶν δε στήριγμα.
Ὡραΐσας καρδίαν τῇ τοῦ Χριστοῦ χάριτι, γέγονας Ἀπόστολος θείος, Φίλιππε ἔνθεσι καὶ Ἐκκλησίας Χριστοῦ τῶν θεμελίων εἰς λίθος καὶ πιστῶν διδάσκαλος καὶ καταφύγιον.
Θεοτοκίον.
Ἐπουράνιε Κόρη Λόγου Θεοῦ γέγονας Μήτηρ καὶ τροφὸς Θεοτόκε, πιστών Παντάνασσα διό μη παύση σεμνὴ καθικετεύουσα Λόγον, λυτρώσασθαι ἄπαντας παθῶν καὶ θλίψεων.
Διάσωσον ἐκ τῶν παγίδων ἀλάστορος Φίλιππε πάντας, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτης Ἀπόστολε καὶ φύλαξ ἀκοίμητος θεοφόρε.
Στερέωσον τοῦς Ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸς ὁ Θεὸς προσκέκληκέ σε Φίλιππε καὶ χάριν Αὐτοῦ σοι δέδωκεν Ἀπόστολε τοῦ κηρύττειν ἔνθεσι τῆς λυτρώσεως τὸ Εὐαγγέλιον ἠξίωσε σε δ’ ἐν Σταυρῷ παγήναι θεόφρον καὶ δοξασθήναι λαμπρώς.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νύκτα πλάνης ἐφώτισας ἐν Ἱεραπόλει κηρύττων Φίλιππε, τὴν ψυχήν μου φωταγώγησον ταῖς λιταῖς σου Πάτερ πρὸς Θεάνθρωπον.
Δεύρο ἔφης τῷ φίλῳ σου τῷ Ναθαναὴλ τῷ ἀδόλω Φίλιππε, πρὸς Μεσσίαν τὸν Θεάνθρωπον ὃν προφήται πάλαι προεκήρυξαν.
Ὁ τὴν χάριν δεξάμενος τὴν τοῦ Παρακλήτου ἔνδοξος Φίλιππος, ἐπορεύθη εἰς γῆς πέρατα τὸν Χριστὸν κηρύξαι ὡς Θεάνθρωπον.
Θεοτοκίον.
Ξένον θαύμα ἐβιώσας, Μήτηρ Θεού Λόγου θεοχαρίτωτε καὶ λιταῖς σου τὸ ἀνθρώπινον ἐκ παθῶν φυλάττεις καὶ τοῦ δράκοντος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης ὡς φωστὴρ ἐν τοῖς ἔνθεσιν ὦ Φίλιππε καθοδηγών πρὸς Λόγον τοῦς ἀσεβεὶς καὶ Ἐκκλησία ἐντάσσων αὐτοῦς θεόκλητε.
Ἄνεσιν πουῷ ἐκ τῶν θλίψεων ὦ Φίλιππε σαῖς λιταῖς Ἅγιε πρὸς τὸν Ἰησοῦν, ὃν προσκυνούμεν ὡς Λόγον ἐνανθρωπήσαντα.
Πάθη καὶ δεινᾶ ἐκ ψυχής μου ἀποδίωξον ταῖς σαῖς πρεσβείαις Φίλιππε πρὸς Χριστὸν καὶ τὴν εἰρήνην παράσχου μοι ὦ Απόστολε.
Θεοτοκίον.
Ὄντως σὲ πιστοὶ Ἀειπάρθενον κηρύττομεν ὡς γεννήσασαν τὸν Λόγον τοῦ Πατρὸς τὸν σὲ παρθένον καὶ μετὰ τόκον φυλάξαντα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σαγήνη σου, ἐκ βυθοῦ ἀνείλκυσας κλεινὲ Φίλιππε ἀνθρώπων τὰ πλήθη, καὶ πρὸς Χριστὸν τὸν Σωτήρα τοῦ κόσμου τοῦς πλανωμένους ὡδήγησας ἔνθεε, ἀξίωσον πάντας ἡμᾶς ἐνωθήναι Χριστῷ, ταῖς πρεσβείαις σου.
Ταπείνωσιν τοῖς τιμῶσί σε δώρησαι, τὸν Θεάνθρωπον Χριστὸν ὡς Σωτῆρα καὶ βιοτὴν ἀρετὴς θεοφόρε ὀμολογίας τε καὶ τῆς ἀγνότητος καὶ Παραδείσου τὴν τρυφήν, σαῖς πρεσβείαις Ἀπόστολε ἔνδοξε.
Ὁδήγησον τὴν ψυχήν μου Φίλιππε, πρὸς Χριστὸν ἀντιβολῶ ταῖς λιταῖς σου, ὅτι πολλοὶ λυμεώνες κυκλούσι, τὴν ταπεινήν μου ψυχὴν ἀπειλούντες με, διάσωσόν με ἐξ αὐτῶν, ἵνα ζήλω τιμῷ τὸν Θεάνθρωπον.
Θεοτοκίον.
Λαμπρύνας σε ἐν γαστρί σου ὤκησεν ἀποῤῥήτως τοῦ Πατρὸς Θεὸς Λόγος, καὶ τὴν ἐμὴν εἰληφὼς θνητήν φύσιν, διὰ Σταυροῦ ἀνεκαίνισεν Ἄσπιλε σνυνανυψών εἰς Οὐρανούς, ὠς Θεὸς σὸς Υἱὸς Παναμώμητε.
Διάσωσον ἐκ τῶν παγίδων ἀλάστορος Φίλιππε πάντας ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτης Ἀπόστολε καὶ φύλαξον ἀκοίμητος θεοφόρε.
Στερέωσον τοῦς Ὀρθοδόξους τιμῶντάς σε Θεοτόκε ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν ὡς ἔχουσα μηρτικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὸν Ἀπόστολον Βησθαϊδὰ ἐγκαλῶπισμα δωδεκάδος δὲ τῶν μαθητῶν τὸ ἀγλάισμα, εὐφυμήσωμεν ἐν ἐγκωμίων ὕμνοις ἀδελφοὶ καὶ γὰρ, γέγονεν ὁ φωτιστὴς των ἐν σκότει καὶ σκιᾷ κλεινὴς Ἱεραπόλεως, Φίλιππε θεοφόρε, κατάμπεμψον σαῖς πρεσβεῖαις, τοῦ Παρακλήτου φωταυγήν, τοῖς τιμῶσί σε πάνένδοξε.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξήλθε ὁ φθόγγος αὐτοῦ καὶ εἰς ταὰ πέρατα τῆς Οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ Ουρανοὶ διηγούνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγελεὶ τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ια΄ 16-21).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ Ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· Ἐθεῴρουν τὸν Σατανᾶν, ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Φίλιππον τιμήσωμεν Βησθαϊδὰ θεῖον γόνον, Ἀποστόλων καύχημα Ἐκκλησίας θέμελον καὶ καλλῶπισμα, ἀρετῆς πρότυπον παρθενίας κλέος τῶν ἐν σκότει τὸν διδάσκαλον, πιστῶν τὸ στήριγμα καὶ Ἱεραπόλεως μέγαν μάρτυρα, πυλῶνα τὸν ουράνιον καὶ τοῦ Παραδείσου τὸν ἔνοικον· οὕτος ἐπαξίως, δοξάζεται ἐν Γῇ καὶ Οὐρανῳ, καὶ μεσιτεύει πρὸς Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σῶσον ὀ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡράισον καρδίας πρεσβείαις σου πρὸς Κτίστην τῶν εὐφυμούντων κλεινέ, τὸ ἔργον σοῦ τὸ θείον καὶ πίστην σου εἰς Λόγον, πρὸς ὃν ἄπαντες ψάλλομεν· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Λαμπρύνεις Ἐκκλησίαν κηρῦγματί σου θείῳ καὶ μαρτυρίῳ σεπτῷ, διὸ κατηξιώθης ὦ Φίλιππε συμψάλλειν· μεθ’ Ἁγίων πρὸς Κύριον· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἰσχύι Παρακλήτου συνώκησας Ἀγέλλοις καὶ ἀπολαύεις ἀεί, ὦ Φίλιππε τῆς δόξης τοῦ μόνου Θεανθρώπου, ἀνυμνῶν αὐτοῦ τὸ Ὅνομα· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ταπείνωσίν σου δός μοι δι’ ἧς κατηξιώθης Κόρη βαστάσαι Χριστόν, τὸν Ἕνα τῆς Τριάδος σεσαρκωμένον Λόγον, πρὸς ὃν πάντες κραυγάζομεν· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἡ χάρις Πάτερ καταφωτίσασα νοῦν σοῦ, σὲ ἀνέδειξε μύστην τοῦ Λόγου, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοῦς αἰῶνας.
Νικήσας Πάτερ τῶν ἀσεβῶν φληναφνίας, τῷ Κυρίῳ προσείλκυσας τούτους, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοῦς αἰῶνας.
Ἰσχύι Λόγου τῶν ἐν τῷ σκότει τὴν πλάνην, τοῖς σοῖς λόγοις καθείλες Παμμάκαρ, ἀνυμνῶν ἁπαύστως, Χριστὸν εἰς τοῦς αἰῶνας.
Θεοτοκίον.
Κόρη ἁγία Μήτηρ τοῦ Λόγου, ἀξίως οἱ πιστοὶ τὸν Υἱόν σου ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοῦς αἰώνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁδήγησον τὰ ἔθνη, Φίλιππε πρὸς Λόγον, τὸν δι’ ἡμᾶς σαρκωθέντα δυνάμει αὐτοῦ, ἡμῶν δὲ νοῦν καὶ καρδίαν φωτὶ καταύγασον.
Διώκεις σκότος πλάνης, Φίλιππε τρισμάκαρ, φωταγωγὼν τὰς καρδίας ἀπίστων ἐθνῶν, συναγαγὼν Ἐκκλησία, αὐτοῦς θεόκλητε.
Ἡ χάρις Παρακλήτου ἔσκεπέ σε Μάκαρ, καὶ θαυμαστῶς ἔσωσέ σε βελῶν πειρασμοῦ, καὶ ἐν Σταυρῷ σε ὑψούμενον, ἐνδυνάμωσε.
Θεοτοκίον.
Μαρία θεῖοι Νόες τιμῶσιν ἁπαύστως, ὡς Θεοτόκον μητέρα καὶ κόσμου παντός, τὴν προστασίαν καὶ σκέπην καὶ τὴν μεσίτριαν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων συμφοιτητής, τοῦ Ναθαναὴλ δὲ ποδηγέτης πρὸς τὸν Χριστὸν, χαίροις τῶν ἀπίστων ὁ μύστης πρὸς τὴν πίστην, ὦ Φίλιππε θεόφρον πρέσβυ ἀκοίμητε.
Δεῦτε τὸν θεόκλητον ἀδελφοὶ Φίλιππον ἐν ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, Ἀπόστολον μέγα καὶ θείον μυστολέκτην, τὸν μάρτυρα Κυρίου ἐθνῶν τὸν κύρηκα.
Τῶν ἐθνῶν τὴν πλάνην τὴν δυσσεβή, ἐν Πνεύματι θείῳ κατενίκησε θαυμαστῶς, Φίλιππος κυρήτων Χριστὸν ἐσταυρωμένον, σφραγίζων δὲ τοῦς λόγους διὰ σταυρώσεως.
Χαῖρε θείε γόνε Βησθαϊδά, Φίλιππε παρθένε καὶ θεόκλητε μαθητά, κύρηξ Θεοῦ Λόγου εἰδῶλων καθαιρέτα, τοῦ Οὐρανοῦ πολίτα Ἀγγέλων σύσκηνε.
Δεῦτε εὐφημήσωμεν ἀδελφοὶ Φίλιππον ἐν ὕμνοις οἱ ποθοῦντες τῆς οὐρανοῦ τρυφῆς ἀπολαύσαι, πιστῶς ὀμολογοῦντες Χριστοῦ τοῦ Ζωοδότου πίστιν σωτήριον.
Τῆς Ἱεραπόλεως ἀδελφοὶ μύστην ἀληθείας, τὸν ἀγρεύσαντα ἐθνικοῦς Φίλιππον τὸν θείον τιμήσωμεν ἐν ὕμνοις, πυλῶνα Παραδείσου, πιστῶν θεμέλιον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Απολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Δεῦτε στέψωμεν Φίλιππον πάντες, τὸν Ἀπόστολον τοῦ Θεανθρώπου, τοῦ Παρακλήτου δοχείον γενόμενον Εὐαγγελίου τὸν λόγον κηρύξαντα καὶ ἐθνκοῦς ἐν πίστει ἐλκύσαντα, Πάτερ ἔνδοξε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Ἐκκλησίας τὸν πυρσὸν καὶ Ἱεραπόλεως εὔχος, Βησθαϊδὰ τὸν βλαστόν, Φίλιππον τιμήσωμεν ἐνθέοι ᾅσμασι, τὸν Χριστὸν γὰρ ἐκήρυξεν, ἐν λόγοις καὶ ἔργοις Κύριον Θεάνθρωπον ἐσκοτισμένοις λαοίς, ὅθεν ἐδοξάσθη ἀξίως, ὡς Χριστοῦ Ἀπόστολος θείος, ἐν τῇ Βασιλείᾳ ἣν ἐκήρυξεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

