Παρακλητικὸς Κανών εις τον Νεομάρτυρα Κοσμά τον Τρικκαίον τον εν Προύσση μαρτυρίσαντα

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

†Εορτάζεται την Κυριακή μετά την Ύψωσιν του Τιμίου Σταυρού και εις τα Τρίκαλα την 1η Κυριακή του Οκτωβρίου

῏Ηχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Νεομάρτυρα, Κοσμᾶ τὸν ἐκ Τρίκκης εὐσεβο­φρόνως οἱ πιστοὶ δεῦτε πάντες,  ἐν κατανύξει κράζοντες θερμῶς ἐκ ψυχῆς, ῥῦσαι τοὺς προστρέχο­ντας,  λοι­μικῆς ἀσθενείας,  πάσης περιστάσεως καὶ ποικί­λων κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου θαυμαστέ, σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.

Δόξα.
Ἀπολυτίκιον. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Τρικκαίων τὸ κλέος καὶ τῆς Προύσσης τὸ καύ­χημα, τῶν Νεομαρτύρων τὴν δόξαν  καὶ πιστῶν καταφύγιον, Κοσμᾶν τιμήσωμεν πιστοὶ τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν, τὸν παρέχοντα ἰάσεις παντο­δαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξά­σαντι Χριστῷ· δόξα τῷ σὲ ἐνισχύσαντι· δόξα τῷ χο­ρηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θερμῶς ἱκετεύω σε, ἀθλητά, λιταῖς σου πρὸς Πλά­στην καὶ τῶν πάντων Δημιουργόν χάρισόν μοι, Κοσμᾶ νεομάρτυς, ὑπομονὴν καὶ ἀγάπην, μα­κάριε.

Προσπίπτω ὁ τάλας γονυκλινῶς καὶ χεῖράς μου αἴ­ρω, Νεομάρτυς θαυματουργέ, ἀπάλλαξον, Κο­σμᾶ, σὸν ἱκέτην ἐκ τῶν ποικίλων παθῶν, ἀξιάγαστε.

Τὴν Τρίκκην προστάτευσον, ἀθλητά, ἐκ τοῦ σει­σμοῦ τὴν μανίαν καὶ τοῦ πυρὸς ἀπειλήν, εἰρή­νην παράσχου σοῦ ἱκέτας, Κοσμᾶ Νεομαρτύρων, τὸ σέμνωμα.

Θεοτοκίον.
Προσπίπτω ἱκέτης σοι, Μαριάμ, καὶ τὴν σὴν ἐξαι­τοῦμαι βοήθειαν, Ἀγαθή,  ἣν τάχος παράσχου τῷ ἀχρείῳ, ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολά­σεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω σε, μάρτυς, τὸν ψυχικὸν τάραχον καὶ τῆς ἀθυμίας τὴν ζάλην ταχὺ ἐκδίωξόν συ, Κο­σμᾶ θαυμαστέ, τὸν Λυτρωτὴν καὶ Σωτήρα, ἐκ παιδὸς ἠγάπησας Τρίκκης τὸ καύχημα.

Ὀφθαλμοὺς ἀλλοδόξων, λιταῖς σου Κοσμᾶ, ἄνοι­ξον καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει τούτους ὁδήγη­σον  καὶ Χριστῷ λυτρωτῇ σὺν ἡμῖν, πάτερ, ὑ­μνεῖσαι καὶ λα­τρεύσαι δέομαί συ καταξίωσον.

Τῆς ὀσφίος τὰ ἄλγη, ὁ Πλαστουργὸς Κύριος, καὶ ποικίλους ὄγκους ἰάται, λιταῖς σου, ἔνδοξε, διὸ πρὸς σε οἱ πιστοὶ μετὰ δακρύων βοῶσιν καὶ αἰ­τοῦ­σιν, ῞Αγιε, τὴν μεσιτείαν σου.

Θεοτοκίον.
Ἐκ τροχαίου, Παρθένε, σὺ διαφύλαξον πάντας τοὺς προστρέχοντας πόθῳ πρὸ τῆς εἰκόνος σου καὶ ἐξαιτοῦντας, Ἀγνὴ τὴν σὴν βοήθειαν πί­στει καὶ Χριστὸν δοξάζοντας, Θεομακάριστε.

Διάσωσον ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρ­τυς ὅτι πάντες ἱκετικῶς εἰς σὲ καταφεύγομεν ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος βʹ. Πρεσβεία θερμή.
Σὺ πρέσβυς θερμὸς καὶ τεῖχος ἀπροσμάχητον ἐ­δεί­χθης, σεμνέ, καὶ κόσμου καταφύγιον ἐκτε­νῶς βο­ῶμεν σοί· Κοσμᾶ ἀξιάγαστε, πρόφθα­σον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς σοὶ πόθῳ καὶ πί­στει προσφεύγοντας.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σὲ προστάτην καὶ πρόμαχον τῶν ἐν κινδύνοις καὶ θλίψεσι ὄντων ὀνομάζομεν ἱκέταις σου· διὸ εἰς σέ, Κοσμᾶ, καταφεύγομεν.

Τέκνα τάχος συ δώρησον τοῖς ποθοῦσι, Κοσμᾶ θεο­ειδέστατε, καὶ παράσχου ῥώσιν ἅπασι τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Τοὺς νοσοῦντας θεράπευσον, ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα καὶ θεραπευτὰς βοήθησον ποι­εῖν κα­λὰς διαγνώσεις πάντοτε.

Θεοτοκίον.
Ὁλοψύχως σοῦ δέομαι τὰ τέλη ἀνώδυνα πᾶσι δώ­ρησε καὶ κατεύνασον τὸν τάραχον τοῦ νοὸς μου, Κόρη θεονύμφευτε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
῎Ιασαι, Κοσμᾶ,  τῶν παθῶν μου τὴν ἀσθένειαν  καὶ ταῖς πρεσβείαις σου παράσχου καμοὶ  ὑγιεί­αν ὡς καὶ μετάνοιαν, Θεοδόξαστε.

Δέομαι θερμῶς  ὁ ἀνάξιος ἱκέτης σου  τὴν νεότη­τα προστάτευσον, Κοσμᾶ,  ἐκ τῶν χειρῶν τοῦ ἀλά­στορος, πανευφρόσυνε.

Φύλαττε ἀεὶ τοὺς προστρέχοντας τῇ σκέπῃ σου ἐκ τῶν ποικίλων λοιμώξεων, ἔνδοξε, καὶ ἐκ τῶν ὄ­γκων, Κοσμᾶ, πιστῶν καταφύγιον.

Θεοτοκίον.
Ἄχραντε θερμῶς, ἱκετεύω σε ὁ ἄθλιος, ἐκ τῶν πα­γίδων ἀρχεκάκου ἐχθροῦ,  τὸν σὸν ἱκέτην, ἀπαύ­στως Μαριάμ, προστάτευσον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὰ τέκνα τῶν Ὀρθοδόξων φύλαττε ἐκ τοῦ λοι­μοῦ τῆς ἁμαρτίας, θεόφρον,  καὶ ταῖς λιταῖς σου, Κοσμᾶ νεομάρτυς, εἰς τὰς νομὰς τοῦ Κυρίου ὁ­δήγη­σον·  δεόμεθά σου ταπεινῶς, τὴν ῾Ελλάδα προστἀτευσον, Ἅγιε.

Ὡς τεῖχος, καταφυγῆς καλοῦμέν σε, Ὀρθοδό­ξων οἱ χοροὶ, Νεομάρτυς, καὶ ἰατρὸν ἐν τοῖς νό­σοις παμμάκαρ, σὲ ὀνομάζομεν, Κοσμᾶ θεοδόξα­στε, δε­όμεθά σου ἀγαθέ, ἡμᾶς ἐκ τῶν κινδύνων διάσω­σον.

Τὰ τέκνα τῶν Ὀρθοδόξων φύλαττε ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, θεόφρον,  καὶ ταῖς λιταῖς σου, Τρικ­καίων τὸ κλέος, εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδή­γη­σον·  δεόμεθά σου ταπεινῶς, τῶν πιστῶν σὺ γε­νοῦ κα­ταφύ­γιον.

Θεοτοκίον.
Ὀρθόδοξοί σε προστάτην ἔχομεν καὶ φρουρὸν ἀ­κοίμητον, Θεοτόκε, σὺ τῶν δαιμόνων τὰ βέ­λη διώ­κεις, σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε, διὸ μονα­ζόντων χοροὶ ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέ­σποινα.

Διάσωσον ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρ­τυς ὅτι πάντες δεητικῶς εἰς σὲ καταφεύγομεν ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησίαν.

῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος βʹ. Προστασία τῶν Χριστιανῶν.
Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν καὶ ἀ­κοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε· μὴ πα­ρίδῃς  ἁμαρτωλῶν ἱκέτιδας φωνάς, ἀλλὰ πρόφθα­σον, θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερ­μῶς δεο­μένων σου· ῥῦσαι τάχος ἐκ νόσων καὶ σῶ­σον ἐκ τῶν κινδύνων τοὺς καταφεύγο­ντας πρὸς σε, Κοσμᾶ θεοδόξαστε.

Προκείμενον. 
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται. (δίς)
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κ΄ 16-22).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Kαὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδῶσουσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλει­ψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐγκαταλείπῃς με τῶν Ὀρθοδόξων τὸ κλέος τὸν πρός σε προστρέχοντα, καὶ καθικετεύοντα, ὁ ἀνάξιος· θλῖψις γὰρ ἔχοιμε, φέρειν οὐ δύνα­μαι, ἀρχεκάκου τὰ τοξεύματα, σκέπην οὐ κέκτη­μαι, οὐδὲ κα­ταφύγιον, Πάντιμε, πάντοθέν εἰμι δέσμιος, ἐκ ποι­κίλων παθῶν ὁ πανάθλιος, Κοσμᾶ ἀ­θλοφόρε,  θησαύρισμα τῆς Τρίκκης καὶ Προύσσης χαρμονή, μὴ παραβλέπῃς τὴν δέησιν,  ἐμοῦ τοῦ τρι­σάθλιου.

Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
Κύριε, ἐλέησον (δωδεκάκις)

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοῦ σεισμοῦ τὴν μανίαν ταῖς λιταῖς σου, Κοσμᾶ κα­παπαύει ὁ Κύριος, διὸ σου ἱκεσίας αἰτούμε­θα ἀ­παύστως καὶ μετὰ πόθου ᾄδωμεν· τὸν Πλαστουρ­γὸν τοῦ παντὸς εὐμένησον, θεόφρων.

Οὐρανῶν Κυβερνήτην, Κοσμᾶ ἀξιάγαστε, σφο­δρῶς ἠγάπησας· διὸ καὶ τὴν ζωήν σου, ὡς ἄ­κακον ἀρ­νίον, Αὐτῷ προσενήνοχας· ὦ Νεομάρτυς Χριστοῦ,  προστάτευσον ἱκέτας.

Λυτρωτὴν καὶ Σωτήρα καθικέτευε πάντες, Κο­σμᾶ, δεόμεθα παράσχει τοῖς ποθοῦσι χαράν τε καὶ εἰ­ρήνην, ἵνα πόθῳ σοι ᾄδωμεν· χαῖρε, τῆς Τρίκκης βλαστὲ καὶ δόξα Ὀρθοδόξων.

Θεοτοκίον.
Θεοτόκε Παρθένε σοι προσπίπτομεν πάντες θερ­μῶς δεόμενοι παράσχου σου ἱκέταις θάῤῥος ὁ­μολογίας ὡς καὶ πίστιν ἀκλόνητον· ἵνα δοξά­ζωμεν σέ, τὸ εὔχος τῶν Ἀγγέλων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸν Βασιλέα  καὶ τῶν ἁπάντων Δεσπότην, νέο­μάρτυς Κοσμᾶ, ἐξαιτοῦμεν  ἀπαύστως δυσώπει, ἵνα μὴ κολασθῶμεν.

Σέ, Νεομάρτυς, καθικετεύομεν πάντες τὸν Δε­σπότην τῶν ὅλων δυσώπει,  ὅπως τὴν πατρίδα ἡ­μῶν περιφρουρήσῃ.

Τὸν Κύριόν μας καὶ Λυτρωτὴν τῶν ψυχῶν μας κα­θικέτευε, Κοσμᾶ νεομάρτυς, ὅπως οἱ ἀχρεί­οι  ῥυ­σθῶμεν τῆς γεένης.

Θεοτοκίον.
Ἐκ τῶν ἀνθρώπων τὴν ἀνασφάλειαν τάχος ἐκ­δι­ώκεις, Παρθένε Μαρία, καὶ εἰς τὰς ψυχὰς μας ἐλ­πίδαν ἐμφυτεύεις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐν Προύσσῃ, ἀθλοφόρε ἤθλησας νομίμως καὶ τῶν μαρτύρων στεφάνους κατέκτησας· διὸ ἡ­μεῖς, θαυ­μαστέ, τὴν σκέπην σου αἰτοῦμεν.

Τὴν ἀνεργίαν, μάρτυς Πλάστης καταπαύει καὶ τοῖς ἱκέταις παρέχει τὰ κρείττονα, διὸ πρὸς σε οἱ πιστοὶ προσφεύγουσι ἀπαύστως.

Κοσμᾶ, σὲ ἱκετεύω χείραν βοηθείας παράσχου τοῖς σοι εἰκόνι προστρέχουσι,  ὅπως τὰ τέλη τοῦ βίου εἰσὶ ἀνώδυνα.

Θεοτοκίον.
Πανάχραντε Μαρία, σὲ καθικετεύω τοὺς ὀφθαλ­μοὺς ἀλλοδόξων διάνοιξον,  καὶ ἐν τῆ πί­στει ἡ­μῶν ὁδήγησον ταχέως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ὁ ἐν Τρίκκῃ ἰδῶν τὸ φῶς καὶ ἐν Προύσσῃ πάλαι μαρτυρήσας διὰ Χριστόν· χαίροις, Ὀρθο­δόξων ἀγλάϊσμα καὶ κλέος καὶ πάντων τῶν νοσοῦ­ντων  θεράπων, ἔνδοξε.

Τὸν Κοσμᾶν, ὑμνήσωμεν ἀδελφοὶ τῶν πιστῶν τὸ κλέος καὶ νοσοῦντων τὸν ἰατρόν, τὸν τῆς Τρίκ­κης γόνον καὶ Προύσσης, ἀθλοφόρον, ἔνθα μάρτυ­ρος τὴν χλαίναν  οὖτος παρέλαβε.

Τῶν Νεομαρτύρων τὴν καλλονήν  καὶ τῶν ἐν ἀ­νά­γκαις ἀντιλήπτορα ταχυνόν·  τῆς Τρίκκης τὸν γό­νον καὶ Προύσσης τὸ κλέος Κοσμᾶν τὸν ἀ­θλοφό­ρον,  πάντες τιμήσωμεν.

Τὸν Χριστὸν ἠγάπησας ἐκ παιδός, Κοσμᾶ νεομάρ­τυς τῶν Τρικκαίων ἡ χαρμονή, διὸ καὶ ἐν τῇ Προύσ­σῃ  ἐνήθλισας γενναίως καὶ ἔλαβες ἐκ Πλά­στου  στεφάνους, ἔνδοξε.

Χαίρουν καὶ ἀγάλλονται, θαυμαστέ, ἡ Τρίκκη καὶ ἡ Προῦσσα ὡς καὶ πάντες οἱ εὐσεβεῖς ἔχο­ντες προστάτην, φύλακαν καὶ ῥύστην σέ, τῶν Νέομαρ­τύρων,  Κοσμᾶ, τὸ καύχημα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶ­τα τὸ Ἀπολυτίκιον. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν Τρικκαίων τὸ κλέος καὶ τῆς Προύσσης τὸ καύ­χημα,  τῶν Νεομαρτύρων τὴν δόξαν  καὶ πι­στῶν καταφύγιον,  Κοσμᾶν τιμήσωμεν πιστοὶ  τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν, τὸν παρέχοντα ἰάσεις παντο­δαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξά­σαντι Χριστῷ·  δόξα τῷ σὲ ἐνισχύσαντι·  δόξα τῷ χο­ρηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου.
Πάντων συ προστάτης καὶ φρουρὸς τῶν καταφευ­γόντων ἐν πίστει τῇ προστασίᾳ τῇ σῇ ἄλλον γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεὸν ἐν κινδύ­νοις καὶ θλίψεσιν ἀεὶ σε μεσίτην οἱ κατακαμπτόμε­νοι ὑπὸ ποικίλων παθῶν· μάκαρ, Ὀρθοδόξων τὸ κλέος, ὅθεν σοὶ προσπίπτομεν ῥῦσαι πάσης περιστάσεως ἱκέτας σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.