Παρακλητικός Κανών εις τον Όσιο Αμβρόσιο της Όπτινας του Ρώσσου

†Ερτάζετε 10 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τἀ παρόντα τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ θεοφόρον τοῦ Κυρίου δοχεῖον, τὸ εὐωδίαν χαρισμάτων ἐκπνέον, καὶ γλυκασμὸν ἀείζωον ἐκβλύζον δαψιλῶς, τὸν σοφὸν Ἀμβρόσιον, ἐπαινέσωμεν ὕμνοις, ῥῶσιν ἐξαιτούμενοι καὶ ψυχῶν καὶ σωμάτων, αὐτῷ βοῶντες πάτερ θαυμαστέ, ταῖς σαῖς πρεσβείαις, ἡμᾶς περισκέπασον.

Δόξα Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανὼν

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ἀμβρόσιε πάτερ παρὰ Θεῷ, εὑρὼν παῤῥησίαν μὴ ἐλλείπεις ὑπὲρ ἡμῶν, δεήσεις προσάγων ὑπὲρ πάντων, τῶν ἀνυμνούντων ἐν πόθῳ τὴν μνήμην σου.

Νοός μου τὸ ἄστατον καθορῶν, γλυκύτατε πάτερ στήριξόν μου τὸν λογισμόν, τὸν ὄλισθον φυγεῖν τῆς ἀνομίας, καὶ σταθηρῶς με βαδίζειν πρὸς Κύριον.

Τὴν χάριν ἀπώλεσα τοῦ Χριστοῦ, Ἀμβρόσιε μάκαρ τῇ δουλείᾳ τῶν ἡδονῶν, διὸ μὲ πρεσβείαις σου τὸν πλοῦτον, τοῦ θείου Πνεύματος ἄφθονον δώρησαι.

Θεοτοκίον.
Θεόνυμφε Μῆτερ τοῦ Ποιητοῦ, ἐκτείνασα χεῖρας αἷς ἐβάστασας τὸν Χριστόν, αὐτὸν ὑπὲρ ἡμῶν ἐκδυσωποῦσα, μὴ διαλίπῃς Παρθένε ἑκάστοτε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ νυκτὸς ἀγνωσίας θαυματουργὲ Ὅσιε, ἄρας τὴν ἀθλίαν ψυχήν μου ταῖς ἱκεσίαις σου, πρὸς φῶς τὸ ἄδυτον, τῶν τοῦ Χριστοῦ προσταγμάτων, μυστικῶς εἰσάγαγε καὶ καταλάμπρυνον.

Ἑλλαμφθεὶς τῆς Τριάδος ταῖς ἀστραπαῖς Ὅσιε, καὶ κατατρυφῶν τοῦ Κυρίου, μέμνησο πάντοτε, τῶν δεομένων σου, καὶ ταῖς θερμαῖς προσευχαῖς σου, λύτρωσαι κακώσεων καὶ περιστάσεων.

Ὁ ἐχθρὸς μὲ ἐμπαίζει καταδουλῶν πάθεσι, καὶ βυθῷ τοῦ ᾍδου κατάγει καὶ καταισχύνει με, θεῖε Ἀμβρόσιε, τῇ κραταιᾷ σου πρεσβείᾳ, τούτου με ἐξάρπασον καὶ σῶσον δέομαι.

Θεοτοκίον.
Παντευλόγητε Κόρη πρὸ γενεῶν Κύριος, ὡς περικαλλέστατον σκῆνος Σὲ ἐξελέξατο· ἐν ᾧ κατῴκησε καὶ ἀπροσμάχητον τεῖχος, ἔθετό σε Πάναγνε τῶν ἀνυμνούντων σε.

Περίσῳζε, πάσης ἀνάγκης καὶ βλάβης, τοὺς σὲ ὑμνοῦντας νοσημάτων καὶ λυπηρῶν, θεόφρον Ἀμβρόσιε καὶ πλήρωσον τῶν πιστῶν, τὰς αἰτήσεις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Φρυάγματα ἐχθροῦ, μὴ πτήξας ἱερώτατε, ἀγῶσι κρυπτοῖς, σατὰν τὸν κακομήχανον, ἐνικήσω τέλεον, καὶ αἰτήσεις πληροῖς νῦν τῶν δούλων σου, τῶν ἐν γονάτων κλίσεσι πιστῶς, ἀσπαζομένων τὴν θείαν εἰκόνα σου.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἰατρεῖον ἀνάργυρον, ἱερὲ Ἀμβρόσιε τὸ κελλίον σου, ἀνεδείχθη καὶ προσφύγιον, πάντων τῶν θερμῶς παρακαλούντων σε.

Ῥαθυμίᾳ συνέχομαι, καὶ ταῖς ἁμαρτίαις καταποντίζομαι· τῇ ὁλκάδι τῆς ἀγάπης σου, ναυαγίου λύτρωσαί με Ὅσιε.

Ὁ πειράζων οὐ παύεται, θλίβειν καὶ μαστίζειν με ἀξιάγαστε, ταῖς ἁγίαις σοῦ αἰτήσεσι, κουφισμόν μοι δώρησαι Ἀμβρόσιε.

Θεοτοκίον.
Ἐκ πανάγνων αἱμάτων σου, τὸν Δεσπότην πάντων ἐκύησας, ὃν δυσώπει Παναμώμητε, λύτρωσιν δωρήσασθαι τοῖς κάμνουσι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον σαρκός, τὰ ὀλέθρια κινήματα, τοῦ Ἰησοῦ μου πάτερ Ὅσιε, ζωὴν τὴν θείαν, ἐμφυτεύων τῇ καρδίᾳ μου.

Φεῖσαί μου δεινῶς, καθ᾿ ἑκάστην κινδυνεύοντος, καὶ κλονιζόμενον στερέωσον, λιταῖς σου θείαις, πρὸς τὸν Κύριον Ἀμβρόσιε.

Θλίψεσι πολλαῖς, πειρασμοῖς καὶ ἀῤῥωστήμασι, δοκιμαζόμενον θεόσοφε, ταῖς προσευχαῖς σου, ὑπομένειν με ἐνίσχυσον.

Θεοτοκίον.
Μήτηρ ἀληθῶς, τοῦ Θεοῦ Ἁγνὴ γεγένησαι, ὦ καὶ παρίστασαι λατρεύουσα· καὶ τοὺς σοὺς δούλους, ἐν ἀγάπῃ περιέπουσα.

ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Τραυμάτων μοι, ἰατρὸς νῦν φάνηθι, τῇ προσψαύσει τῶν ἁγίων σου λειψάνων, τὰ τῆς σαρκὸς ἰατρεύων μου πάθη, καὶ τῆς ψυχῆς κατευνάζων οἰδήματα, Ἀμβρόσιε θαυματουργέ, παῤῥησίᾳ πρὸς Κύριον χρώμενος.

Ἀμβρόσιε, ταραχήν μου κόπασον, καὶ δειλίας μου διάλυσον τὰ νέφη· καὶ θυρεὸς ἀσφαλὴς γίνου πάτερ, κατὰ τοῦ νῦν ἀπειλοῦντός με δράκοντος, καὶ ταῖς ἁγίαις σου εὐχαῖς, τὴν ψυχήν μου ἀλώβητον φύλαξον

Ὑπνώττοντα, ἀμελείᾳ Ὅσιε, διεγείρεις με τῇ μνήμῃ τῶν σῶν ἄθλων, οὓς ἐν χαρᾷ ἐπετέλεσας πάτερ, τὴν τοῦ Κυρίου ἀγάπην κτησάμενος· οἰκείωσον κἀμὲ Χριστῷ, ταῖς θερμαῖς καὶ ἀπαύστοις δεήσεσι.

Θεοτοκίον.
Πανύμνητε, Θεοτόκε πρόφθασον, καὶ θηράτρων τοῦ δολίου λύτρωσαί με, καὶ τῇ θερμῇ καὶ στεῤῥᾷ προστασίᾳ, ἐπιβουλῆς τοῦ ἐχθροῦ διαφύλαξον, καὶ πλήρωσόν με τῆς χαρᾶς, τοῦ Υἱοῦ καὶ Θεοῦ σου Ἀπείρανδρε.

Περίσῳζε, πάσης ἀνάγκης καὶ βλάβης τοὺς σὲ ὑμνοῦντας νοσημάτων καὶ λυπηρῶν, θεόφρον Ἀμβρόσιε, καὶ πλήρωσον τῶν πιστῶν τὰς αἰτήσεις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καὶ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν καμάτων ἱδρῶσι μακάριε, τὸν τῆς ψυχῆς σου χιτῶνα ἐκάθηρας, καὶ λάμψας φωτὶ τῷ τῆς χάριτος, τῶν προστρεχόντων σοι, πρέσβυς γεγένησαι νοσούντων τε ῥύστης, Ἀμβρόσιε.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ευαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. Ια΄, 27-30).
Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σὸν Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τα πλήθη των ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τα πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάτερ ἀξιάγαστε, τοῖς οἰκτιρμοῖς σου προστρέχω, θαῤῥῶν τῷ ἐλέει σου, δάκρυα προσάγω σοι ὁ ἀνάξιος, ῥῦσαί με τοῦ δράκοντος, τοῦ δεινοῦ θεσπέσιε, καὶ Χριστοῦ τοῦ Παντοκράτορος δοῦλόν με ποίησον, ταῖς ἁγιωτάταις πρεσβείαις σου, καὶ νόσων ἐλευθέρωσον, πάθους τε παντοίου με κάθαρον, καὶ τῶν ὀρθοδόξων, τὴν ποίμνην ἐξ ἐχθρῶν ἐπιβουλῆς, καὶ ἐξ αἱρέσεων λύτρωσαι, ἱερὲ Ἀμβρόσιε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τυραννούμενος νόσοις, ὥσπερ μάρτυς πολύαθλος καθυπέμεινας, τὰ ἄλγη καὶ θεράπων, παντοίων νοσημάτων, πεφανέρωσαι χάριτι, τῇ δωρηθείσῃ ἐκ Θεοῦ, Ἀμβρόσιε θεόφρον.

Τοῦ στομάχου τοὺς πόνους, καὶ αἱμόῤῥοιαν πᾶσαν πάτερ Ἀμβρόσιε, καὶ νόσους ἀνιάτους, φυγάδευσον ἐν τάχει, τῇ ἀφῇ τῶν λειψάνων σου, καὶ παραμύθησον καλῶς, ψυχὰς τῶν θλιβομένων.

Τὴν Μονὴν Συμεῶνος, Θεολόγου τοῦ Νέου μάκαρ Ἀμβρόσιε, λειψάνων σου τὴν θήκην, τιμῶσαν πάσης βλάβης, καὶ πυρὸς διαφύλαξον, σὺν Θεολόγῳ τὰς εὐχάς, προσάγων τῷ Κυρίῳ.

Θεοτοκίον.
Πρὸ τοῦ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος Μαρία ἔμεινας, καὶ πάλιν μετὰ τόκον, παρθένος οὖσα Κόρη, τὴν καρδίαν μου φώτισον, καὶ ἐνθυμήσεων αἰσχρῶν, ἀπάλλαξόν με τάχει.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Καταποθέντα, τῇ ἀκηδίᾳ θεόφρον, καὶ ταῖς θλίψεσι δεινῶς ἀπεγνωσμένον, πτέρυξι ἀγάπης, τῆς σῆς περίβαλλόν με.

Ἀτοπημάτων, καὶ ἐκ βαράθρων κακίας, ἡμᾶς λύτρωσαι Ἀμβρόσιε τρισμάκαρ, στίφη τῶν δαιμόνων, μακρύνων ταῖς εὐχαῖς σου.

Δακρύων ὄμβρους, καὶ κατανύξεως πόμα, πότισόν με ταῖς θερμαῖς σου ἱκεσίαις, πρὸς τὸν Ζωοδότην, Ἀμβρόσιε παμμάκαρ.

Θεοτοκίον.
Ἀπειρογάμως, τὸν Θεὸν Λόγον τεκοῦσα, περισκέπασόν με Ἄχραντε Μαρία, καὶ καταύγασόν με, φωτὶ θεογνωσίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὰ ἕλκη τῆς ψυχῆς μου, καὶ μώλωπας σαρκός μου, τῇ ἐνεργείᾳ τῆς χάριτος ἴασαι, τὸν Ἰησοῦν ἱκετεύων πάτερ Ἀμβρόσιε.

Τὴν ἄκτιστον σοφίαν, κτησάμενος θεόφρον, τὸν σοφιστὴν τῆς κακίας ἐκνεύρισον, αὐτοῦ παγίδας ἐκφεύγειν, καλῶς διδάσκων με.

Χριστοῦ με δεῖξον παῖδα, Ἀμβρόσιε παμμάκαρ, ταῖς εὐπροσδέκτοις πρεσβείαις πρὸς Κύριον, καὶ κληρονόμον τῆς δόξης, αὐτοῦ μὲ ποίησον.

Αἱρέσεων ἀθέων, διάλυσον ἐφόδους, καὶ ὀρθοδόξων τὸ κέρας κραταίωσον, τῷ Ἰησοῦ προσεδρεύων, κλεινὲ Ἀμβρόσιε.

Θεοτοκίον.
Τιμῶμέν σε Παρθένε, ὡς τέξασαν τὸν Λόγον, καὶ ὑπερτέραν Ἀγγέλων ὑπάρχουσαν, τῇ ἀνυστάκτῳ πρεσβεία σου στερεούμενοι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δάκρυσιν προσπέσωμεν εὐλαβῶς, εἰκόνι τῇ θείᾳ Ἀμβροσίου τοῦ θαυμαστοῦ, αἰτούμενοι πάντες, χαρίσματα ποικίλα, ψυχῆς εἰς σωτηρίαν ἀεὶ συντείνοντα.

Χαίροις τοῦ Δεσπότου δοῦλε πιστέ, ταλάντων τὸν πλοῦτον ἐπαυξήσας πόνοις πολλοῖς· χαίροις ὁ σκορπίζων, τοῖς πένησι τὴν χάριν, καὶ πάντας ἁγιάζων μάκαρ Ἀμβρόσιε.

Χαίροις τῆς Ῥωσίας ὁ θησαυρός, ἐκκλησίας πάσης τὸ ἀγλάϊσμα τὸ τερπνόν· χαίροις θλιβομένων, στεῤῥὰ παραμυθία, νοσούντων ὁ θεράπων πάτερ Ἀμβρόσιε.

Δεῦτε Συμεῶνος οἱ Μονασταί, εὐσεβῶν οἱ δῆμοι συνελθόντες χαρμονικῶς, τιμήσωμεν ἀξίως, Ἀμβρόσιον τὸν μέγα, τῇ θήκῃ τῶν λειψάνων αὐτοῦ προσπίπτοντες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου.
Φέγγος, τοῦ Χριστοῦ χαροποιόν, ἅλας οἰκουμένης ὑπάρχεις, θεῖε Ἀμβρόσιε, πᾶσι φαίνων ἄριστα λύχνῳ τοῦ βίου σου, καὶ ἀρτύων τοῖς λόγοις σου τοὺς σοὶ προσιόντας, πιστοὺς δὲ πρεσβείαις σου δεινῶν λυτρούμενος, πάντων τὰς καρδίας γινώσκων, πάθη δὲ ψυχῶν θεραπεύων, καὶ τὰ τῶν σωμάτων ἀῤῥωστήματα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.