Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Ιερομοναχο Αθανάσιο τουπίκλη Χαμακιώτη

  1. Ποίημα του Μητροπολίτου Εδέσσης κ. Ιωήλ

  2. Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Παρακλητικός Κανών εις τον Όσιο Αθανάσιο τον Νέο τον επονομαζόμενο Χαμακιώτη

Ποίημα του Μητροπολίτου Εδέσσης κ. Ιωήλ

†Εορτάζεται στις 17 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς τροπάριον·

Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νερατζιωτίσσης τῆς ἁγίας Μονῆς σου, ὁ ἐφημέριος ὁμοῦ καὶ διδάχος, καὶ πρεσβευτὴς ὑπῆρξας Ἀθανάσιε, νῦν δὲ ἐν ταῖς τάξεσι, συναφθεὶς τῶν ὁσίων, ἀπαύστως ἱκέτευε, τῷ Υἱῷ τῆς Παρθένου, χορηγηθῆναι πᾶσι τοῖς πιστοῖς, τὴν ὑγίειαν, ψυχῆς τε καὶ σώματος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς.
Ἀθανάσιε δός μοι ὑγείαν καὶ χάριν. Ἰωήλ.

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ἀθάνατον ἔχων διαμονήν, ὁρᾷς καθ᾽ ἑκάστην, ἐν τῷ θρόνῳ τὸν Πλαστουργόν, ὃν μὴ διαλίπῃς ἱκετεύων, ὑπὲρ ἡμῶν, Ἀθανάσιε ὅσιε.

Θεοῦ συνεργείᾳ ἀπαλλαγείς, κακῶν ἐθισμάτων, ἐκ νεότητος ἀσκητά, διδάσκαλος ὤφθης Ἐκκλησίας, διὸ λιταῖς σου, ἡμᾶς διαφύλαξον.

Ἀγήρω ἐκέρδισας τὴν ζωήν, ἀσκήσεσι πάτερ, ταῖς νηστείαις σου καὶ εὐχαῖς, διὸ τὴν μονήν σου καθοδήγει, εἰς σωτηρίους νομάς, Ἀθανάσιε.

Θεοτοκίον.
Νῦν Δέσποινα Μῆτερ ἀντιβολῶ, ὡς ἔσχατος πάντων, ἐν εἰκόνι σου τῇ σεπτῇ, μὴ παύσῃ σκεπάζουσα ἀπαύστως, τὴν σὴν Μονὴν ἐκ παγίδων, τοῦ ὄφεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀμπεχόνην τοῦ κλήρου, ἀμφιασθεὶς ὅσιε, τὰς ἱερουργίας ἐτέλεις, ὡς ἄλλος ἄγγελος· διὸ καὶ πρόφθασον, τῇ σῇ δυνάμει ὀρθῶσαι, τοὺς πεσόντας φίλους σου, ἐν λάκκῳ θλίψεων.

Στεφηφόρος εἰσῆλθες, ἐν ταῖς σκηναῖς ὅσιε, τῶν ἁγιωτάτων πατέρων, τῶν ὁμοήθων σοι, μεθ᾽ ὧν ἱκέτευε, ἀδιαλείπτως τηρῆσαι, πάντας τοὺς τιμῶντάς σε, Θεοῦ τὸ θέλημα.

Ἰατρὸς τῶν νοσούντων, ἀῤῥωστιῶν σώματος, καὶ Πνευματικὸς θεοφόρος, ψυχῶν πανεύφημε, φανεὶς βοήθησον, ἡμῖν τῷ κράτει σου πᾶσι, ἵνα Ἀθανάσιε, εὐθυπορήσωμεν.

Θεοτοκίον.
Εὐσεβούντων τὸ θάρσος, τῶν ταπεινῶν στήριγμα, καὶ ἀπηλπισμένων δειχθεῖσα, τὸ παραμύθιον, ἡμᾶς ἀπάλλαξον, Φανερωμένη Παρθένε, ἐξ ἰῶν ἀλάστορος, τῇ ἀντιλήψει σου.

Διάσωσον ἀπὸ τοῦ ἄλγους, ποικίλων ἀῤῥωστημάτων, τοὺς αἰτοῦντας τὴν σὴν ἀλκὴν Ἀθανάσιε, ἵνα τιμῶσι τὴν χάριν σου, θεοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τῆς Μάνδρας τῆς σῆς, φρουρὸς ἀκαταμάχητος, πιστῶν ποδηγός, μοναζουσῶν τὸ καύχημα, ἅγιε Ἀθανάσιε, Ἀμαρουσίου πόλεως σέμνωμα, ἐπεγνώσθης πάτερ ἀγαθέ, διὸ καὶ ἡμῖν μάκαρ βοήθησον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διανοίας τὴν σκότασιν, σκέδασον παμμάκαρ, ταῖς ἐνεργείαις σου, καὶ παράσχου Ἀθανάσιε, φωτισμὸν νοός μου, ὡς φιλάνθρωπος.

Ὀλεσίθηρ γενόμενος, παιδιόθεν ἅγιε Ἀθανάσιε, τῶν ποικίλων ἁμαρτάδων σου, πάντα τὰ ἐντός μου, πάθη στόρεσον.

Σωστικαῖς ἱκεσίαις σου, πρὸς τὸν ἀρχιποίμενα Ἀθανάσιε, τὴν εἰρήνην διασφάλισον, τῆς μικρᾶς σου ποίμνης, Πάτερ ὅσιε.

Θεοτοκίον.
Μαριὰμ Ἀειπάρθενε, τὸν σεπτόν σου τόκον ἀεὶ λατρεύομεν, ὃν δυσώπησον πρεσβείαις σου, ἵνα τοῦ βελίαρ πλόκους λύσωμεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλως τῷ Θεῷ, ἀνετέθης Ἀθανάσιε, διὸ πάντας τοὺς ἱκέτας σου ἀεί, μὴ ἐάσῃς ποδηγῶν, πρὸς τὰ οὐράνια.

Ἵσθι μεθ᾽ ἡμῶν, καὶ γενοῦ ταῖς ἱκεσίαις σου, ἀντιλήπτωρ ἐν ταῖς θλίψεσιν ἡμῶν, ὡς οἰκτίρμων καὶ προστάτης, Ἀθανάσιε.

Ὕψωσον σεπτέ, καὶ τὰς δύο θείας χεῖράς σου, πρὸς τὸν εὔσπλαχνον Δεσπότην καὶ Θεόν, ὑπὲρ πάντων τῶν πενήτων, Ἀθανάσιε.

Θεοτοκίον.
Γῆ καὶ οὐρανός, ἀνυμνεῖ σε Ἀειπάρθενε, καὶ σοὶ ψάλλει, τὴν ἱκέσιον ᾠδήν, ἵνα παύσῃς τῆς ψυχῆς ἡμῶν, τὰ τραύματα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐπίβλεψον, εὐμενῶς πανόσιε, ἐπὶ πάντας τοὺς οἰκοῦντας τοὺς τόπους, Ἀμαρουσίου Τουρλάδος καὶ Λαύρας, τοὺς σὲ ξενίσαντας πάτερ καὶ δώρησαι, τοῖς σὲ ὑμνοῦσιν ἐκ ψυχῆς, εἰρηναίαν ζωὴν Ἀθανάσιε.

Ἰάσεων, πολλαπλῶν ὁ αἴτιος, τῆς ψυχῆς καὶ πολυμόχθου σαρκός μου, θεοχαρίτωτε ἅγιε γέρον, ἐν ταῖς ἐσχάταις ἡμέραις γεγένησαι· διὸ μὴ παύσῃς χορηγῶν, τοῖς νοσοῦσι βροτοῖς τὰ ἰάματα.

Ἀΰλων, τῶν νοερῶν ὁμόηθος, ὁ βιώσας ὡσεὶ ἄγγελος ὤφθης, σὺ γὰρ ἐδέχθης ἐν κλίνῃ θανάτου, ὑπὸ ἀγγέλου τὰ δῶρα τῆς χάριτος· διὸ μὴ ὄκνει καὶ ἡμῶν, ἐπιστηρίζων τὸν νοῦν πρὸς τὰ κρείττονα.

Θεοτοκίον.
Νενόσηκε, ἡ ψυχή μου Πάναγνε, λογισμοῖς τοῦ ἀντιχρίστου βελίαρ, καὶ ὀδυνῶμαι βαρέως ὁ τάλας, καὶ πρὸς τὴν χάριν σου στρέφω τὰ ὄμματα, σῶσον τὸν δοῦλόν σου βοῶν, ἐκ τοῦ σατὰν ἐπηρείας Πανάχραντε.

Διάσωσον ἀπὸ τοῦ ἄλγους, ποικίλων ἀῤῥωστημάτων, τοὺς αἰτοῦντας τὴν σὴν ἀλκὴν Ἀθανάσιε, ἵνα τιμῶσι τὴν χάριν σου, Θεοφόρε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐν Ῥοδοπόλει διέλαμψας ἅγιε, ἐν τῷ ἡσύχῳ σου βίῳ καὶ ἤθει σου, παιδαγωγῶν τοὺς συνόντας σοι κάλλιστα, καὶ θεραπεύων κατ᾽ ἄμφω νοσήματα, διό σε τιμῶ Ἀθανάσιε.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17 – 23)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δένδρον τὸ πολύκαρπον, τοῦ οἰκισμοῦ τῆς Τουρλάδος, καὶ τῆς Λαύρας καύχημα, καὶ δοχεῖον χάριτος Ἀθανάσιε, ὁ ποιμὴν ὁ ἄριστος, τοῦ Ἀμαρουσίου, καὶ μονῆς σου ὁ σεπτὸς πατήρ, καὶ Ροδοπόλεως, λύχνος ὁ πολύφωτος ὅσιε, στενόντων μέγα στήριγμα, καὶ ἁμαρτανόντων διόρθωσις, γέγονας θεόφρον, διό σε ἱκτεύομεν στεῤῥῶς, τῇ σῇ δεήσει βοήθησον, πᾶσι τοῖς τιμῶσί σε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κρατύνεται ἡ ποίμνη, τῆς σῆς Φανερωμένης, μονῆς κατέχουσα, ὀστᾶ σου ζωηφόρα, τὰ ὄντως μυροδόχα, καὶ ἰάσεων πρόξενα· διὸ μὴ παύσῃς ἡμᾶς, καθαγιάζων τούτοις.

Ἀκηδίαν νοός μου, λογισμοὺς τῆς πορνείας, φιλοπλουτίας ῥοπήν, τὴν ὑψηλοφροσύνην, καὶ πᾶσαν ἁμαρτίαν, ταῖς λιταῖς σου ἐκδίωξον, ἐκ τῆς καρδίας ἡμῶν, τῶν σὲ παρακαλούντων.

Ἰατὴρ ἀῤῥωστούντων, Ἀθανάσιε πάτερ, Φανερωμένης μονῆς, ἐγένου ἐπ᾽ ἐσχάτων, τῇ χάριτι Κυρίου, διὸ πάντες σοὶ λέγομεν, τὰς νόσους τὰς χαλεπάς, παῦσον τῶν ἱκετῶν σου.

Θεοτοκίον.
Χαρὰ τῶν Ὀρθοδόξων, ἡ εἰκών σου Παρθένε, Νερατζιωτίσσης μονῆς, ὑπάρχουσα φωτίζει, τοὺς προσερχομένους, τὴν σὴν χεῖρα ἀσπάσασθαι, ἣν χαρμονὴν καὶ ἡμῖν, δώρησαι Θεοτόκε.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἁγίων Πάτερ, ποιμαντικὴν προτιμήσας, νυχθημέρως τοὺς πιστοὺς ἐξωμολόγεις· ὅθεν ταῖς λιταῖς σου, ἡμᾶς σοφὲ βοήθει.

Ῥιζοτομῆσαι, τὰ ζιζάνια πάντα, τῆς ψυχῆς μου Ἀθανάσιε ἐθέλω· διὰ τοῦτο ταῦτα, ἀνάσπασον λιταῖς σου.

Ἰσχύσας πάτερ, τῶν παθῶν καὶ δαιμόνων, δέομαί σου ταῖς πολλαῖς ἱκετηρίαις, τὴν σεπτὴν Μονήν σου, ἀλώβητον τηρῆσαι.

Θεοτοκίον.
Νῦν ἐν τῇ Μπάλλᾳ, προσκυνοῦσιν ἐν πίστει, τὴν εἰκόνα σου Παρθένε Θεοτόκε, καὶ αἰτοῦσι πάντες, τὴν σκέπην σου τὴν θείαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀνιάτων, ἡ θήκη τῶν ὀστῶν σου, ἐπιτελεῖ τῇ δυνάμει τοῦ Πνεύματος· διὸ ἡμῖν τοῖς νοσοῦσι, τὸ ἄκος δώρησαι.

Ὡς ἄγγελος Κυρίου, βιώσας ἐν τῷ κόσμῳ, συμπαραστάτης γενοῦ Ἀθανάσιε, τοῖς κεκμηκόσι βαρέως, φοβίαις ὅσιε.

Ἡ Μάνδρα σου γεραίρει, σὺν τῷ Ἀμαρουσίῳ, τὰ πολλαπλᾶ σου χαρίσματα ἅγιε, καὶ ταπεινῶς ἐξαιτεῖται, τὴν σὴν ἀντίληψιν.

Θεοτοκίον.
Λοιμῷ ἁμαρτημάτων, τοῦ ἀνθρωποκτόνου, ὁ δυστυχὴς κατατήκομαι Δέσποινα, καὶ προσδοκῶ ἰατρείαν, ψυχῆς καὶ σώματος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Τουρλάδος γόνος λαμπρός, καὶ Ἁγίας Λαύρας, θρέμμα πάτερ τὸ λογικόν, χαίροις ὁ ποιμάντωρ, Ἀμαρουσίου θεῖος, καὶ τῆς Μονῆς σου κτήτωρ, ὦ Ἀθανάσιε.

Ἔχον τὰ ὀστέα σου τὰ σεπτά, τὸ κοινόβιόν σου, Ἀθανάσιε ἱερέ, τὸν κακοῦργον ὄφιν, τροποῦνται καὶ τὰς τούτου, ἐνέδρας καὶ παγίδας, ἀποκαλύπτουσι.

Πάντας τοὺς ἐλθόντας εἰς ἑαυτόν, καὶ μετανοοῦντας, ἐκ καρδίας ποδηγετεῖς, ἱεροῖς σου λόγοις, καὶ σῷ ἀμέμπτῳ βίῳ, ἵνα τῆς μετανοίας, ὁδὸν πορεύσωνται.

Χαίροις τῶν πενήτων ὁ ἀρωγός, καὶ τῶν ἀποκλήρων, εὐσυμπάθητος ἀδελφός, τῆς ἐλεημοσύνης, συνέμπορος καὶ φίλος, ἀθάνατος δὲ πρέσβυς, ὦ Ἀθανάσιε.

Βλέψον εὐμενέστατα ἐφ’ ἡμᾶς, καὶ ἴδε τὴν ποίμνην, τῶν προβάτων τῶν λογικῶν, τῆς Φανερωμένης, καὶ δὸς ταῖς μοναζούσαις, τὴν χάριν σου πλουσίαν, θεοχαρίτωτε.

Πάτερ Ἀθανάσιε θαυμαστέ, ἱερέων κόσμε, μοναζόντων ὁ ὁδηγός, τῆς Νερατζιωτίσσης, ἀσφάλεια καὶ τεῖχος, πρεσβείαις σου στηρίζων, μὴ παύσῃς ἅπαντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ´. Τὴν ὡραιότητα.
Τὸν εὐσυμπάθητον Ἱερομόναχον, τὸν Ἀθανάσιον ὕμνοις τιμήσωμεν, οὗτος γὰρ ὤφθη ποδηγός, Μονῆς τῆς Φανερωμένης, ἅμα καὶ διδάσκαλος, τοῦ λαοῦ ἀκριβέστατος, ἀσκητὴς περίδοξος, τῶν πτωχῶν δὲ τὸ στήριγμα. Καὶ νῦν ἐν οὐρανοῖς ταῖς πρεσβείαις, ὑπὲρ ἡμῶν καθικετεύει.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάτερ ἐλεῆμον τοῦ λαοῦ, καὶ παρηγορία καὶ σκέπη, καὶ παραμύθιον, τῶν ἐν περιστάσεσι, καὶ ἐν ταῖς θλίψεσιν, ἐπεγνώσθης τοῖς θαύμασι, καὶ ταῖς ἰατρείαις· ὅθεν Ἀθανάσιε, τὸ σὸν κοινόβιον, τῆς Φανερωμένης Παρθένου, πάσης δυσφορίας καὶ βλάβης, ταῖς ἱκετηρίαις σου προστάτευσον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον εν Οσίοις Πατέρα ημών Αθανάσιο τουπίκλην Χαμακιώτην τον αγαθό Λευίτην της Νερατζιώτισσης Αμαρουσίου και Κτίτορα του εν Μπάλα Ησυχαστηρίου Παναγίας της Φανερωμένης

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀμαρουσίου τὸν θεόπνουν λευίτην, ἀθανασίας τὸν φερώνυμον, ὕμνοις ὡς τρυχομένων στήριγμα καὶ θεῖον τροφὸν τῶν πεινώντων μέλψωμεν, Ἀθανάσιον πάνυ, καὶ αὐτῷ προσπέσωμεν εὐλαβῶς ἐκβοῶντες· εὐχαῖς σου πέμψον ἔλεος ἡμῖν τοῦ φιλανθρώπου, σεπτέ, Παντοκράτορος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἄθανάσιε μάκαρ, εὐποιεῖν με ἀξίωσον. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίασον πάντας τοὺς εὐλαβῶς ὑμνοῦντας ἀγῶνας, Ἀθανάσιε ἱερέ, οὗς ἔτλης πρὸς δόξαν τοῦ Ὑψίστου καὶ κουφισμὸν ἀναγκῶν τῶν προσφύγων σου.

Θειότατε πάτερ, νεολαμπὲς Νερατζιωτίσσης ἄστρον, ζόφωσιν τῶν παθῶν ἡμῶν λῦσον, πάνσοφε, ἀκτῖσι Θεοπειθῶν σου εὐχῶν, Ἀθανάσιε.

Ἀξίωσον πάντας ἡμᾶς τυχεῖν εὐκλείας τοῦ πόλου, Ἀθανάσε, ἧς καλῶς ἐλέους ὡς κρήνη ἀπολαύεις καὶ ταπεινώσεως εὔοσμον λείριον.

Θεοτοκίον.
Ναοῦ σου λευίτου τοῦ ἱεροῦ ἐν Ἀμαρουσίῳ ἱκεσίαις, Μῆτερ Θεοῦ, καὶ κτίτορος Μάνδρας σου ἐν Μπάλᾳ, παράσχου πᾶσιν Υἱοῦ σου τὸ ἔλεος.

Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀρετῆς κοσμιότης, κενωτικῆς ἔσοπτρον προσφορᾶς πρὸς ἔχοντας χρείαν φῶς, Ἀθανάσιε, μὴ διαλείπῃς Χριστὸν ὑπὲρ ἡμῶν ἱκετεύων τῶν τιμώντων μνήμην σου τὴν πανσεβάσμιον.

Σαῖς εὐχαῖς ἐν ἀνάγκαις καὶ συμφοραῖς σπεύδομεν, ἱερεῦ Θεοῦ τοῦ Ὑψίστου, Πάτερ πανόσιε, τὸν τῆς ἀγάπης φανὸν καὶ συμπαθείας φωστῆρα, μάκαρ Ἀθανάσιε, πάντα πρὸς στένοντα.

Ἰερώτατον σκεῦος τοῦ πανσθενοῦς Πνεύματος, τῇ Φανερωμένῃ Παρθένῳ
Μάνδραν περίλαμπρον ὁ ἀνεγείρας, αὐτῆς λιταῖς κατάπεμψον πᾶσι χάριν, Ἀθανάσιε, τὴν ἐνοικοῦσάν σοι.

Θεοτοκίον.
Ἐπευλόγει σοὺς δούλους, Λόγου Θεοῦ, ἄχραντε Μῆτερ, καὶ ἁγίαζε πάντας σὲ μεγαλύνοντας ὡς θαυμασίων πηγὴν καὶ ἀντιλήψεως θείας πρὸς πιστούς σου πρόσφυγας φρέαρ ἀκένωτον.

Ὁδήγησον ἀθανασίας πρὸς δόμους τοὺς σοὺς ἱκέτας, Ἀθανάσιε, ἱερεῦ Ναοῦ ἐνθεώτατε Νερατζιωτίσσης Ὁδηγητρίας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλέους πηγή, τοῦ Παρακλήτου σκήνωμα, ψυχῶν ποδηγὲ πρὸς ἀρετῆς τελείωσιν, πάτερ Ἀθανάσιε, κλονουμένων ἄσειστον στήριγμα, Χριστοῦ τὸ μέγα ἔλεος ἡμῖν κατάπεμψον πᾶσι τοῖς ὑμνοῦσί σε.

Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μιμητής, Ἀθανάσιε, τοῦ παντελεήμονος πέλων Κτίσαντος, οἰκτιρμῶν σου σπάγχνα δεῖξόν μοι, τῷ πιστῶς προσφεύγοντι σῇ χάριτι.

Ἀμαρούσιον γάνυται ταῖς εὐεργεσίαις σου, Ἀθανάσιε μάκαρ, καὶ Νερατζιώτισσα, ἱερατικῇ διακονίᾳ σου.

Κόπασόν μου τὸν τάραχον τῶν παθῶν καὶ θλίψεων, Ἀθανάσιε, θλιβομένων ἡ ἀνάψυξις καὶ χειμαζομένων ἡ ἀντίληψις.

Θεοτοκίον.
Ἀφθαρσίας πρὸς δώματα ἴθυνον ἱκέτας σου, Μητροπάρθενε, κεχαριτωμένη Δέσποινα, τοῦ Ἀθανασίου παρακλήσεσι.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι πειρασμῶν, Ἀθανάσιε, συμπτώσεων καὶ κινδύνων τοὺς προστρέχοντας πιστῶς προσκυνῆσαι τὴν σορὸν σεπτῶν λειψάνων σου.

Ἔμπλησον χαρᾶς τὰς καρδίας τῶν τιμώντων σε, Ἀθανάσιε, ὡς πάντων εὐσεβῶν ὀλετῆρα λυπηρῶν δεινῶν καὶ θλίψεων.

Ὕμνοις σε φαιδροῖς εὐφημοῦμεν, Ἀθανάσιε, τὸν ἀνύστακτον ψυχῶν χειραγωγὸν ἀρετῆς πρὸς ὁλοκλήρωσιν καὶ θέωσιν.

Θεοτοκίον.
Πράυνον ἡμῶν τοῦ σαρκίου τὰ σκιρτήματα, Θεοτόκε, τῶν ἐν ὕμνοις καὶ ψαλμοῖς ὡς διάσωσμα βροτῶν μεγαλυνόντων σε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἔνθεος λειτουργὸς τοῦ Κτίσαντος, Ἀθανάσιε, σεπτῶν Μυστηρίων, τῆς Θεοτόκου Νερατζιωτίσσης, ὁ ἁγιάσας Ναὸν τοῖς ἀγῶσί σου, τὸν βίον σοῦ τῶν ὑμνητῶν καὶ τὰ ἔργα ἀεὶ καθαγίαζε.

Ἱλέωσαι πᾶσιν, Ἀθανάσιε, τὸν Χριστὸν ἡμῖν τοῖς σπεύδουσι πόθῳ ἐγκωμιάσαι σεμνὴν ἀγωγήν σου καὶ εὐποιΐας σου πράξεις, ἀοίδιμε, δι΄ ὧν οἰκτίρμονι Θεῷ ἐν ἐσχάτοις καιροῖς εὐηρέστησας.

Ἐπίβλεψον ἐφ΄ ἡμᾶς ὡς εὔσπλαγχνος, Ἀθανάσιε, Νερατζιωτίσσης κοσμῆτορ νέε καὶ θεῖε δομῆτορ Φανερωμένης Μονῆς, ἱερώτατε, ὁ καταδείξας οἰκτιρμῶν σπλάγχνα πᾶσιν ἀλγοῦσι καὶ κάμνουσι.

Θεοτοκίον.
Ἱκέτας σοῦ οὐρανῶν οἰκήτορας, κεχαριτωμένη Δέσποινα, δεῖξον, Ἀθανασίου τοὺς μέλποντας πόνους καὶ τὸν Υἱόν σου ἐκθύμως δοξάζοντας, τὸν ἀγαθόδωρον Χριστόν, πᾶσι νέμοντα πλούσιον ἔλεος.

Ὁδήγησον ἀθανασίας πρὸς δόμους τοὺς σοὺς ἱκέτας, Ἀθανάσιε, ἱερεῦ Ναοῦ ἐνθεώτατε Νερατζιωτίσσης Ὁδηγητρίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Καλαβρύτων τὸ ἔνθεον βλάστημα, Ἀμαρουσίου πολύτιμον κόσμημα καὶ τοῦ ἐν Μπάλᾳ Σεμνείου δομήτορα νῦν Ἀθανάσιον ὕμνοις τιμήσωμεν ὡς εὐσεβῶν ἀκλινῆ ἀντιλήπτορα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17 – 23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Λευΐτου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάτερ Ἀθανάσιε, Ἀμαρουσίου κοσμῆτορ, Καλαβρύτων βλάστημα, ἱερέων σέμνωμα καὶ θησαύρισμα τιμαλφὲς πίστεως, τῆς Φανερωμένης τῆς Μονῆς δομῆτορ ἔνθεε, ὡς καταφύγιον πάντων τῶν ἐκθύμως τιμώντων σε, κατεύθυνον σοὺς πρόσφυγας ἀπλανῶς εὐχαῖς σοῦ πρὸς θέωσιν καὶ Θεόθεν πέμψον ἡμῖν τὸ μέγα ἔλεος Θεοῦ, τοῦ πανοικτίρμονος Κτίσαντος καὶ παντελεήμονος.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεοφώτιστον σέλας τοῦ Χριστοῦ Ἐκκλησίας, φαιδραῖς ἀκτῖσί σου τῆς ἐλεημοσύνης καὶ ἄκρας συμπαθείας πρὸς ἀλγοῦντας καὶ στένοντας ὁ λάμψας ἄρτι, παθῶν ἡμῶν τὸν ζόφον λῦσον.

Μάνδρας Φανερωμένης θεῖε κτίτορ, λειψάνων αὐτὴν τῇ θήκῃ σου ἀεὶ καθαγιάζεις καὶ πάντας θεραπεύεις τοὺς αὐτὴν μετὰ πίστεως ἀσπαζομένους, σεπτὲ θεραπευτὰ νοσούντων.

Ἐκ τῆς γῆς τῶν λαγόνων, Ἀθανάσιε, ἄρτι ἀνεκομίσθησαν τὰ χαριτόβρυτά σου ὀστέα πρὸς ἁπάντων χαρμονὴν τῶν τιμώντων σε καὶ καταισχύνην ἐχθροῦ τοῦ βροτοκτόνου, πάτερ.

Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ, τοὺς προστρέχοντας πίστει Ναῷ πανσέπτῳ σου, σεμνὴ Φανερωμένη, ἁγίαζε καὶ ῥύου ἐπωδύνων κακώσεων, Ἀθανασίου σεπτοῦ εὐχαῖς, Θεογεννῆτορ.

Ὠδὴ η΄. τὸν Βασιλέα.
Ξενίας θείας τυχεῖν ἀξίωσον πάντας, Ἀθανάσιε, σὲ ἀνυμνοῦντας ὡς σεπτὸν λευΐτην Χριστοῦ τῆς Ἐκκλησίας.

Ἴδεῖν τὸ κάλλος Χριστοῦ ἡμᾶς μετὰ πότμον, Ἀθανάσιε, σαῖς ἱκεσίαις ταῖς θεοπειθέσιν ἀξίωσον, παμμάκαρ.

Ὡς ποδηγέτην Ἀμαρουρίου ἐνοίκων, Ἀθανάσιε, σὲ ἀνυμνοῦντες ἀπλανῆ εὐχάς σου αἰτούμεθα τὰς θείας.

Θεοτοκίον.
Συντήρει πάντας τῆς ἐπηρείας ἐχθίστου ἀσινεῖς, Θεοτόκε Παρθένε, Κεχαριτωμένη, εὐχαῖς Ἀθανασίου.

Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁσίων Ἱερεῶν καύχημα τὸ νέον, μὴ διαλείπῃς Χριστόν, Ἀθανάσιε, καθικετεύων ἀπαύστως ὑπὲρ προσφύγων σου.

Νικήτορας ἐν μάχαις κατ’ ἐχθίστου δεῖξον τοὺς σὲ τιμῶντας λαμπρῶς, Ἀθανάσιε, θριαμβευτὴν ὡς κακίας αὐτοῦ καὶ μήνιος.

Χαρίτων ἐκμαγεῖον, Ἱερεῦ Ὑψίστου, τῶν ἱκετῶν σου, σεπτὲ Ἀθανάσιε, σὲ ταπεινῶς ἀνυμνούντων ἀεὶ μνημόνευε.

Θεοτοκίον.
Μὴ παύσῃ, Θεοτόκε, Κεχαριτωμένη, ἐπευλογοῦσα ἡμᾶς καὶ στηρίζουσα ἐν βίου δίναις τοὺς πίστει σε μακαρίζοντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ταπεινώσεως ἡ εἰκῶν, ἐλεημοσύνης, Ἀθανάσιε, ὁ λειμῶν, Νερατζιωτίσσης ὁ ἱερὸς λευΐτης καὶ ἀπλανὴς ἰθύντωρ πάντων πρὸς θέωσιν.

Χαίρει Ἀμαρούσιον ἀγωγῇ τῇ θεοφιλεῖ σου, Ἀθανάσιε καὶ Μονὴ τῆς Φανερωμένης κτιτορικοῖς σου μόχθοις, σὺν τοῖς χοροῖς πενήτων, οὗς εὐηργέτησας.

Χαίροις, Καλαβρύτων γόνος λαμπρός, βλάστημα Τουρλάδας καὶ ἀνάστημα ἱερὸν τῆς Μονῆς τῆς Λαύρας, λευίτα θεοφόρε, θησαύρισμα χαρίτων, ὦ Ἀθανάσιε.

Πάτερ Ἀθανάσιε, ἐν κρυπτῷ ἅπαντας ἠλέεις τρυχομένους καὶ ἀκλινῶς ηὔχου τῷ Κυρίῳ ὑπὲρ ἐμπεριστάτων, νοσούντων καὶ καμνόντων ὡς εὐσυμπάθητος.

Πάντας προσκυνοῦντας πανευλαβῶς θήκην σου λειψάνων, Ἀθανάσιε, συμφορῶν ῥῦσαι καὶ κινδύνων παντοδαπῶν, λευῗτα Χριστοῦ τῆς Ἐκκλησίας πνευματοκίνητε.

Ἔχων παῤῥησίαν πρὸς τὸν Θεὸν ὥσπερ ἐλεήμων, Ἀθανάσιε, ἱερεὺς καὶ σεπτὸς ἰθύντωρ πιστῶν πρὸς σωτηρίαν, Αὐτὸν τοῖς σὲ τιμῶσι, πάτερ, ἱλέωσαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἄπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀθανάτων βραβείων δι’ ἀγαθότητα ἀξιωθέντα λευΐτην Ἀμαρουσίου σεμνόν, Ἀθανάσιον, τιμήσωμεν ὡς χάριτος ῥεῖθρον ποτίζον εὐσεβῶν τὰς καρδίας πρὸς καρπὸν πολύφορον σωτηρίας βοῶντες· ἴσθι ἀκέστωρ θερμὸς καὶ φύλαξ τῶν προσφύγων σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Σκέπε καὶ ἁγίαζε ἀεὶ Νερατζιωτίσσης λευῗτα θεοειδὲς καὶ σεπτὲ Μάνδρας, Ἀθανάσιε, ἐν Μπάλᾳ, Ὅσιε, τῆς σεμνῆς Θεομήτορος, Πεφανερωμένης, τοὺς πιστῶς τιμῶντάς σε καὶ ἱκεσίαις σου σπεύδοντας ἐν βίου ἀνάγκαις, συμφοραῖς καὶ θλίψεσι, πάτερ, συμπαθείας τέμενος χρυσότευκτον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μάνδραν σου περίσκεπε, Ἀθανάσιε,
σὺν Κυρίλλῳ σεμνῷ, Χαραλάμπης ψάλλει.