Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Δαβίδ τον Θαυματουργόν τον εν Ευβοια Διαλάψαντα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 1 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς τοῦ Σωτῆρος θεοφόρος θεράπων, καὶ βοηθὸς τοῖς ἐν ἀνάγκαις τελοῦσι, καὶ πρεσβευτὴς ὑπὲρ ἡμῶν πρὸς Κύριον, ῥύου τοὺς προστρέχοντας, τῇ Ἀγίᾳ σου σκέπη, πάσης περιστάσεως, καὶ δεινῶν νοσημάτων, καὶ πᾶσι δίδου ὅσιε Δαβίδ, τῆς ἀρωγῆς σου, τὰ θείᾳ δωρήματα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Φύλαττε ἡμᾶς Δαβίδ θεόφρον. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὸς ἀπολαύων τοῦ Τριφεγγοῦς, φωτὶ θεοφόρε, τῶν ἁγίων σου πρεσβειῶν, ψυχῆς μου διάλυσον τὸν ζόφον, καὶ ἀρετῶν ταῖς ἀκτῖσι με λάμπρυνον.
Ὑψόθεν ἐπίβλεψον εὐμενῶς, Δαβίδ θεοφόρε, τοὺς προστρέχοντας εὐλαβῶς, τῇ θεῖα σορῷ σου καὶ παράσχου, τούτοις σοφέ τὴν θερμήν σου βοήθειαν.
Λαμπτῆρα νεόφωτον καὶ θερμόν, προστάτην σε Πάτερ, εύραμένη παρὰ Θεοῦ, ἡ Εὔβοια χαίροι καρπουμένῃ, τῶν σῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Θεοτοκίον.
Ἁγνείας δοχεῖον φωτολαμπές, Ὑπέραγνε Κόρη, καὶ καρδία τε καὶ νοῖ, καὶ πάσῃ αἰσθήσει με ἁγνεύειν, τῇ σῇ όξεία πρεσβεῖα ἀξίωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν θαυμάτων πλουσίως, παρὰ Θεοῦ Ὅσιε, οἵα περ πηγὴν κεκτημένος, χάριν τὴν ἄφθονον, βλύσον τὰ νάματα, τῆς σὴς θερμῆς προστασίας, Πάτερ τοῖς ἐν καύσωνι, δεινῶν στενάζουσι.
Τῶν ψυχῶν τὰς ὀδύνας, ὡς συμπαθῇς ἴασαι, καὶ τάς τῶν σωμάτων κακώσεις, Πάτερ θεράπευσον, τῇ δεδομένη σοι, παρὰ Θεοῦ ἐξουσίᾳ, τῶν πταισμάτων ἄφεσιν, ἡμῖν αἰτούμενος.
Εὐπραγίαν ἐν βίῳ, καὶ συμφορῶν λύτρωσιν, καὶ ἀπαλλαγὴν πάσης νόσου, καὶ πάσης θλίψεως, δίδου ἑκάστοτε, τοῖς σὲ προστάτην πλουτοῦσι, τῇ θερμῇ πρεσβεῖα σου, Δαβίδ μακάριε.
Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, ἡ τὸν Θεὸν τέξασα, ἐν βρότεια ὕλη ἀῤῥήτως, δόξης τὸν Ἥλιον, τῇ άγλαΐα σου, τὴν σκοτισθείσαν ψυχήν μου. φώτισον καὶ λύτρωσαι, πάσης ζοφώσεως.
Διάσωσον, Δαβίδ θεόφρον ἐκ πάσης βλάβης καὶ νόσου, τοὺς ἐν πίστει τῇ σῇ πρεσβεῖα προστρέχοντας, οἵα θεράπων Κυρίου δεδοξασμένος.
Ἐπίβλεψον, ἐν εὐμενία Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, καὶ πύργος άπροσμάχητος, ἐδείχθης σοφέ, τοῖς πίστει ἐκβοῶσι σοι, καὶ θερμῶς κραυγάζουσι· θεοφόρε Δαβίδ τάχος πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἀεὶ τῇ Τριάδι παριστάμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μιμητὴς ἀληθέστατος, τῶν πάλαι Όσίων πάτερ γενόμενος, σὺν αὑτοῖς ἀεὶ ἱκέτευε, Ὅσιε Δαβίδ ὑπέρ τῆς ποίμνης σου.
Ἀπὸ πάσης ἀπάλλαξον, Πάτερ δυσχερείας, καὶ περιστάσεως, τοὺς θερμῶς Δαβίδ προσπίπτοντας, τῇ σορῷ τῇ θείας τῶν λειψάνων σου.
Σὲ προστάτην καὶ ἔφορον, Λίμνη Εὐβοίας Πάτερ πλουτήσασα, τῇ σῇ χάριτι ἑκάστοτε, ἀπὸ πάσης ῥύεται στενώσεως.
Θεοτοκίον.
Διανοίας λαμπρότητα, καὶ εἰρήνην δίδου ἐν τῇ καρδία μου, καὶ σκανδάλων με τοῦ ὄφεως, ἀσινῆ Παρθένε διαφύλαττε.
ᾨδὴ ε΄. Φώτισον ήμᾶς.
Ἄνωθεν ἀεί, ἐπιβλέπων διαφύλαττε, τὴν άγίαν σου Μόνην πάτερ Δαβίδ, τὴν θερμῶς ἀνακειμένην τῇ σῇ χάριτι.
Βλέμμα ἱλαρόν, οὐρανόθεν Πάτερ ἔκτεινον, τοῖς προσπίπτουσιν τῇ Κάρα σου πιστῶς, καὶ παράσχοι τὰς αἰτήσεις τούτοις Ὅσιε.
Ἴασαι ἡμῶν, τὰ συντρίμματα μακάριε, καὶ στενώσεων ἐν βίῳ χαλεπῶν, ἀσινεῖς πάτερ Δαβίδ ἡμᾶς διάσῳζε.
Θεοτοκίον.
Δύναμιν ἡμῖν, οἵα Μήτηρ τοῦ Παντάνακτος, τοῦ πατεῖν τὰς ἐπηρείας τοῦ ἐχθροῦ, δίδου Δέσποινα καὶ σκέπε τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεώ.
Θαυμάτων, τὴν δωρεὰν κεκτημένος, παραδόξως ἐνεργεῖς τοῖς αἰτοῦσι, τῆς ἀρωγῆς σου ταχέως τὴν χάριν, καί τῆς ἀκρίδος πληγήν τὴν ὀλέθριον, ἴασαι Ὅσιε Δαβίδ, ὡς πιστῶν βοηθὸς ἑτοιμότατος.
Ἐπλήγην, τοῦ δυσμενοῦς τῇ κακία, καὶ προσώζεσαι τοῖς μώλωψι Πάτερ, ἄλλα τῇ σῇ συμπαθείᾳ προσφεύγω, ἵνα ῥυσθῶ τῆς θλιβούσης με μάστιγος· σὺ οὖν παράσχου μοι σοφέ, τὴν κατ’ ἄμφω ὑγείαν καὶ ἴασιν.
Ὁ μέγας, νήσου Εὐβοίας κοσμήτωρ, καὶ θερμότατος πιστῶν ἀντιλήπτωρ, πάτερ Δαβίδ τῶν χαρίτων τὸ σκεῦος, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, τοὺς προσιόντας εὐλαβῶς, τῇ σορῷ τῶν ἁγίων λειψάνων σου.
Θεοτοκίον.
Φωτὶ με, τῶν πρεσβειῶν σου Παρθένε, τὸν ἐν σκότει χαλεπῆς ῥαθυμίας, καὶ ἀμαυρώσει δεινῆς ἁμαρτίας, καταβιοῦντα καταύγασον δέομαι, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν, τοῦ Θεοῦ τὴν ζωήν μου κυβέρνησον.
Διάσωσον, Δαβίδ θεόφρον ἐκ πάσης βλάβης καὶ νόσου, τοὺς ἐν πίστει τῇ σῇ πρεσβεῖα προστρέχοντας, οἶα θεράπων Κυρίου δεδοξασμένος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, επ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τῇ σῇ πρεσβείᾳ Δαβίδ καταφεύγοντες, καὶ τῇ ἁγία σου Κάρα προστρέχοντες, ῥυσθείημεν πάσης κακώσεως, καὶ πειρασμῶν καὶ σκανδάλων τοῦ ὄφεως· σὺ γὰρ ἡμῶν πρέσβυς πρὸς Κύριον.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοΰ Όσιου αΰτοΰ.
Στίχος. Τὶ ἀνταποδώσομεν τῷ Κυρίῳ…
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαίου.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοὶ παρεδόθη ὑπό τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμή ὁ Πατήρ, οὐδέ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰμή ὁ Υἱός, καὶ ὢ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμὶ καὶ ταπεινός τῇ καρδία καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καί τὸ φορτίον μου ἐλαφρὸν ἐστι.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγαν ἀντιλήπτορα, ἔχει σε Λίμνη Εὐβοίας, καὶ σκέπην καὶ ἔφορον, ἡ Μονῇ σου Ἅγιε ἐν σοὶ χαίρουσα· βοηθεὶς πᾶσι γάρ, ὡς Θεοῦ θεράπων, τοῖς τῇ θεῖα ἀντιλήψει σου, πιστῶς προστρέχουσι, καὶ παρέχεις χάριν σωτήριον, Δαβίδ θεομακάριστε, τοῖς ἀσπαζομένοις τὴν Κάραν σου, ὅθεν σοι βοῶμεν· ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, τὴν καθ’ ἡμῶν ἀποδίωκε, βλάβην τοῦ ἀλάστορος.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν βλύζει ὡς δρόσον, καὶ παρέχει ὑγιείαν ψυχῆς καὶ σώματος, ἡ πάντιμος σου Κάρα, σβεννύουσα τὴν φλόγα, νοσημάτων καὶ θλίψεων, τῶν προσιόντων αὐτῇ, Δαβίδ μετ’ εὐλαβείας.
Ὁ κωνώπων τὴν ῥύμην, τῇ θερμῇ ἐντεύξει διώξας Ὅσιε, ἐχθρῶν τῶν ἀοράτων, καὶ ὁρατῶν κακίας, ἀνωτέρους διάσῳζε, θαυματοφόρε Δαβίδ, τοὺς σὲ ἀνευφημοῦντας.
Νοσημάτων παντοίων, συμφορῶν πανωδύνων πικρῶν στενώσεων, σκανδάλων ψυχοφθόρων, καὶ στεναγμῶν καὶ πόνων, τῶν ἐν βίῳ ἀπάλλαττε, θαυματοφόρε Δαβίδ, τοὺς σὲ ὑμνολογοῦντας.
Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, καθαρότητα βίου καὶ νοῦν ἀκέραιον, εὐθύτητα καρδίας, καὶ ἤθη μετανοίας, καταξιῶσαν δέομαι, ἵνα τῆς ἄνω ζωῆς, μετά τὸ τέλος τύχω.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔπιδε Πάτερ, ἐπί τοὺς σπεύδοντας πίστει, τῇ Ἁγία Μονῇ καὶ δίδου τούτοις, τῆς σῆς προστασίας, τὰς σωτηρίους δόσεις.
Ῥοῦν ἁμαρτίας, τὸν κατακλύζοντα Πάτερ, τὰς ψυχὰς ἡμῶν ξήρανον ἀοράτως, καὶ ζωῆς τῆς θείας, βλύσον ἡμῖν τὸ ὕδωρ.
Ἅπας προστρέχων, τῇ παναγία σου Κάρα, ἁγιάζεται κατ’ ἄμφω θεοφόρε, καὶ κηρύττει πᾶσι, τᾶς σᾷς εὐεργεσίας.
Θεοτοκίον.
Σαρκὶ τεκοῦσα, τὸν Ὑπερούσιον Λόγον, ἀλογίας με παθῶν ἀλογωτάτων, λύτρωσαι Παρθένε, καὶ σῶσον με εἰς τέλος.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀναβλύζει, ἡ σεπτὴ σορός σου, καὶ θεραπεύει δεινὰ ἀῤωστήματα, ὢν ἡμᾶς ῥῦσαι τῆς ῥύμης Δαβίδ μακάριε.
Μονήν σου τὴν άγίαν, σκέπε θεοφόρε, καί τῇ Εὐβοίᾳ ἀπᾴσῃ πρυτάνευε, τῆς πατρικῆς εὐλογίας σου τὰ δωρήματα.
Ὁδεύειν ἡμᾶς Πάτερ, καθ’ ἑκάστην ὤραν, τῆς σωτηρίας τὴν τρῖβον ἐνίσχυσον, ὡς ἂν Δαβίδ τῆς ἀλήκτου ζωῆς μετάσχωμεν.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, δεδοξασμένη παρθένε Μητρόθεε, τῆς οὐρανίου με δόξης μέτοχον ποίησον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἀνατεθέντα ἀπὸ παιδός, Χριστῷ τῷ Σωτῆρι, καὶ ἐν βίῳ ἀγγελικῷ, λάμψαντα ἐν κόσμῳ, ἐν τοῖς ὑστέροις χρόνοις, Δαβίδ τὸν θεοφόρον, ὕμνοις τιμήσωμεν.
Χαίροις τῶν Όσιων ὁ μιμητῆς, καὶ χάριτος τούτων καὶ τῆς δόξης συγκοινωνός, Δαβίδ θεοφόρε, θεράπον τοῦ Κυρίου, καί τῆς διπλῆς ἀγάπης, ἔνθεον ὄργανον.
Λοκρὶς ἡ πατρίς σου πνευματικῶς, χαίρει καὶ καυχᾶται, τῇ σῇ δόξῃ τῇ θαυμαστῇ, ἐξαιρέτως Πάτερ, ἐν σοὶ άγαλλιάται, ἡ Εὔβοια πλουτοῦσα, τὴν θείαν Κάραν σου.
Πνεύματος δοχεῖον περιφανές, ὤφθης θεοφόρε, διὰ βίου ἀσκητικοῦ ὅθεν ἐδοξάσθης, θαυμάτων ἐνέργεια, καὶ ἅπασι παρέχεις, χάριν σωτήριον.
Χαίροις τῆς Μονῆς σου θερμὸς φρουρός, καὶ Λίμνης προστάτης, τῆς τιμώσης σε εὐλαβῶς· χαίροις τῶν ἐν νόσοις, καὶ θλίψεσι καὶ πόνοις, ὁ μέγας ἀντιλήπτωρ, Δαβίδ πατὴρ ἡμῶν.
Δίδου οὐρανόθεν ὡς συμπαθῇς, Δαβίδ θεοφόρε, αἰτημάτων τὴν παροχήν, τοῖς θερμῶς αἰτοῦσι, τὴν χάριν σου παμμάκαρ, καὶ αἴτει τῶν πταισμάτων, ἡμῖν τὴν ἄφεσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας θερμῶς, ταῖς σαῖς ἀντιλήψεσι Πάτερ, καὶ προσκυνοῦντας πιστῶς, τὴν Ἀγίαν Κάραν σου, καὶ θαυματόβρυτον, ἀνωτέρους διάσῳζε, ἐκ πάσης ἀνάγκης, ἴασιν καὶ λύτρωσιν, πᾶσιν αἰτούμενος· σὺ γὰρ βοηθὸς ἡμῖν ὤφθης. Ὅσιε Δαβίδ καὶ προστάτης, καὶ πρὸς τὸν Χριστὸν μεσίτης ἕτοιμος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέησιν δέχου Δαβίδ Θαυματοφόρε
ἣν σοι Γεράσιμος θερμῶς ἀναφέρει.