Δυο Παρακλητικοί Κανόνες εις τον Όσιο Δημήτριο τουπίκλη Γκαγκαστάθη
Παρακλητικός Κανών εις τον Όσιο Δημήτριο τουπίκλη Γκαγκαστάθη
Ποίημα Γεωργίου Αποστολάκη του από Δικαστων

† Εορτάζεται στις 29 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῷ Πλατάνῳ ἀνεβλάστησας μάκαρ, ὣσπερ τό κρίνον ἐν ἐρήμῳ τοπίῳ, λαμπρύνας τὴν χορείαν τῶν ἁγίων λευϊτῶν· ὅθεν σὺ Δημήτριε, τῶν πιστῶν τὰς αἰτήσεις, δέξου καὶ προσάγαγε, ἐκτενῶς τῷ Δεσπότῃ· μὴ παραβλέψῃς δέησιν ἡμῶν, τῶν προσκυνούντων μυρίπνοον κάραν σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΕΜΟΥ ΟΣΙΕ ΠΑΤΕΡ ΔΗΜΗΤΡΙΕ. ΓΕΩΡ(ΓΙΟΥ).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πειθόμενος κλήσει τῇ μυστικῇ, κατέστης Κυρίῳ, ἀκροθίνιον ἱερόν, καὶ πρότυπον πᾶσι νῦν παρέχεις, τοῖς Πρεσβυτέροις οὕς, Ἅγιε φώτισον.
Ῥευμάτων τῶν θείων ὁ ἀγωγός, ἰσάγγελε Πάτερ, καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, κατάφλεξον πάσας ἁμαρτίας· παρὰ Κυρίου γὰρ ἔχεις τὴν δύναμιν.
Ἐνδόξου Κυρίου οἱ Ἱερεῖς, ψυχῶν ναοδόμον, ἀδελφὸν καὶ συλλειτουργόν, Δημήτριε πάτερ σε καλοῦσι, ὡς ἀντιλήπτορα θεῖον καὶ ἄριστον.
Θεοτοκίον.
Συνήγορος οὖσα ἁμαρτωλῶν, κεχαριτωμένη, παντευλόγητε Μαριάμ, πικρᾶς τυραννίας διαβόλου, τὰς διανοίας ἡμῶν ἀποκάθαρον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βεβαιώτατος φίλος, τῶν μοναχῶν γέγονας, μονὰς ἐνισχύων ποικίλως· ὅθεν προστρέχει νῦν, τῇ μεσιτείᾳ τῇ σῇ, τῶν μοναστῶν ἡ ὁλότης, καὶ μιγάδων ὅμιλος, πάτερ Δημήτριε.
Ἐπὶ σοὶ ἐγκαυχᾶται, καὶ σὲ πλουτεῖ φύλακα, Μονὴ σεβασμία Κορμπόβου, ἥν ἐστερέωσας· διὸ βοᾶ ἐκτενῶς, τῇ πατρικῇ σου ἀγάπῃ, μοναστῶν ὑπέρμαχον, μεῖναι αἰώνιον.
Ὑμνωδεῖν καί συμψάλλειν, ἀνελλιπῶς ἔσπευδες, σὺν τοῖς μονασταῖς Μετεώρων, ἔνσαρκε Ἄγγελε· ὅθεν προστάτευσον, τὸν ἱερώτατον χῶρον, καὶ γενοῦ ἐγγύησις, ἡ ἀπαράγραπτος.
Θεοτοκίον.
Εἰς τὴν σκέπην σου Μῆτερ, ὅσοι πιστῶς ἔδραμον, τῇ σῇ παῤῥησίᾳ χρωμένη, πάντας προήγαγες, ἐν τῇ ἀγάπῃ τῇ σῇ, εἰς τὴν χαρὰν τοῦ Υἱοῦ σου, ὡς σεπτὸν Δημήτριον, τέκνον σου ἔνθερμον.
Διάσωσον, τοὺς τοῖς Ἁγίοις λειψάνοις σου προσιόντας, τοὺς τιμῶντας πανευλαβῶς σε θεῖε Δημήτριε, καὶ δώρησαι ἴασιν νοσημάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πραΰς, ταπεινὸς καί Ἄγγελος ἐν σώματι, Χριστοῦ λειτουργός, ἐδείχθης ἱερώτατος· διό σοι προσφεύγομεν, θεοφόρε Ππάτερ Δημήτριε· πάσης ἀνάγκης λύτρωσαι ἡμᾶς, Κυρίῳ ταχέως ἐξαιτούμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὕδωρ βλύσον τῆς χάριτος, ἐπί τῶν τεκνίων ἡμῶν φιλότεκνε, καί ὁδήγησον τά βήματα, εἰς τήν θείαν μάνδραν ἐξαιτούμεθα.
Πολυτέκνων τό καύχημα, γέγονας μακάριε ὡς πολύτεκνος· ὅθεν τούτους ἀεί φύλαττε, προσβολῆς ἁπάσης καί κακώσεως.
Ἐν τῷ κόσμῳ ἐβίωσας, σκύβαλα ἡγούμενος τά ἐγκόσμια, ἁπλοῦς ὤν καί ἀφιλάργυρος, οἰκτιρμῶν ὡς κρήνη ἀνεξάντλητος.
Θεοτοκίον.
Ῥήσει θείᾳ κυήσασα, τὸν Δημιουργόν τῶν ὅλων καὶ Κύριον, πειρασμῶν με Κόρη λύτρωσαι, τῶν προσγενομένων τῇ καρδίᾳ μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἒφορον στεῤῥὸν, τῶν θρεμμάτων σε ὁρίζομεν, καί προστάτην, ὦ Δημήτριε, ἀγρῶν· γεωργὸς καὶ κτηνοτρόφος γὰρ ἐτέλεσας.
Μόχθον γεωργῶν, σὺ εὐλόγησον Δημήτριε· ἐγνωκώς γὰρ τῶν καμάτων ὁρμαθόν, τῶν καρπῶν τὴν προστασίαν σὺ ἀνάλαβε.
Οἴκους ἀγροτῶν, καὶ ποιμένων τὰ ἐκθρέμματα, ἐποπτεύεις συμπαθῶς ὡς ἐν ζωῇ, καὶ πρεσβεύεις ὑπὲρ πάντων τῶν τιμώντων σε.
Θεοτοκίον.
Ὓμνος ὁ ἐμός, Μαριὰμ ἐστί ἀνάξιος· τὸν Σωτῆρα γὰρ ἐκύησας Χριστόν, ἀπειράνδρως καὶ ἀφράστως Μητροπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὀδύρομαι, ἀσθενείας ἕνεκεν, καὶ ἐλπίδα σωτηρίας οὐκ ἔχω· διὸ βοῶ ὦ Δημήτριε μάκαρ, μήὴ καταλείπῃς ἐμὲ ἀπροστάτευτον· ἰσχύεις γὰρ τοῦ βοηθεῖν, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Σωμάτων τε, καὶ ψυχῶν θεράποντα, καὶ πνευμάτων πονηρῶν σε διώκτην, ὁ Παντοκράτωρ ἀνέδειξεν Πάτερ· ὅθεν ἡμᾶς τῇ ἐνθέρμῳ πρεσβείᾳ σου, σωματικάς καὶ ψυχικάς, ἀλγηδόνας ταχέως θεράπευσον.
Ἰάτρευσον, τὸν σὸν δοῦλον Ἅγιε, καὶ παράσχου τῆς ὑγιείας τὸ δῶρον, ἐπὶ τὸ τέκνον σου βλέψον παμμάκαρ, καὶ δὸς τοῦ πόνου ταχεῖαν ἀνάψυξιν, ἵνα σῳζόμενος ὑμνῶ, τὴν πολλήν σου πρὸς πάντας συμπάθειαν.
Θεοτοκίον.
Ἐπλήγην, τῇ δυσμενῇ ἀσθενείᾳ, καὶ προσώζεσα τοῖς μώλωψι Μῆτερ, ἀλλὰ τῇ σῇ μεσιτείᾳ προσφεύγω, ἵνα σωθῶ τῶν κακῶν καὶ τῆς μάστιγος, καὶ βίου κρείττονος καλῶς, σῇ πρεσβείᾳ Πανάμωμε ἄρξωμαι.
Διάσωσον, τοὺς τοῖς Ἁγίοις λειψάνοις σου προσιόντας, τοὺς τιμῶντας πανευλαβῶς σε θεῖε Δημήτριε, καὶ δώρησαι ἴασιν νοσημάτων.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς προστάτην τῶν Χριστιανῶν ἐπουράνιον, καὶ μεσίτην πρὸς τὸν Ποιητὴν στεῥεώτατον, νῦν κεκτήμεθα οἱ πιστοί Δημήτριον σεπτόν· διὸ πρόφθασον ὡς ἀρωγός, εἰς τὴν ἐνίσχυσιν ἡμῶν, τῶν δεόντως καλούντων σε, τάχυνον πρὸς Δεσπότην, καὶ αἴτει τὴν σωτηρίαν, τῶν προσκυνούντων τὴν σωρόν, τῶν λειψάνων σου Δημήτριε.
Προκείμενον.
Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην και οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ἁγίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄριστα ἐκέρδησας, τήν τοῦ Χριστοῦ Βασιλείαν, Ἱερεῦ θεσπέσιε· ὅθεν δέξαι δέησιν τοῦ ἱκέτου σου· θλῖψις γὰρ ἔχει με, νόσος ἀνίατος, ἐν ὀδύναις με προσβέβληκε, σκέπην σε κέκτημαι, ὁμοίως ἐν γῇ ἀσθενήσαντα, πάντοθεν πολεμούμενος, σὲ παραμυθίαν κατέχω μόνον· Ἅγιε τοῦ πόνου, ἐλπὶς καὶ προστασία ἀσθενῶν, μή μου παρίδῃς τὴν δέησιν, ἐμὸν πάθος ἴασον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δημητρίου τὴν μνήμην, τῶν πιστῶν αἱ χορεῖαι, λαμπρῶς ὑμνήσωμεν, μετὰ τῶν Ἀρχαγγέλων, καὶ πάντων τῶν Ἀγγέλων, καθυμνοῦντες τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ πλουσία σου χάρις, Ἀρχιστράτηγε θεῖε καλῶς ἐφύλαττεν, Δημήτριον κινδύνων· διὸ καὶ ἐξαιτοῦμαι, ὁ ταλαίπωρος δοῦλός σου, ὅπως πρεσβείᾳ τῇ σῇ, σωθήσωμαι ἐν Κρίσει.
Μελετῶν τὸν σὸν βίον, ἀπορῶ καὶ θαυμάζω, κλεινὲ Δημήτριε· Ταξιαρχῶν δυάδος, εἶχες τὴν προστασίαν, διαρκῆ καὶ ἀόρατον· καὶ σὺν αὐτοῖς νῦν ἡμᾶς, περίσωσον κινδύνων.
Θεοτοκίον.
Ἡ Ἁγία Εἰκών σου, Θεοτόκε Παρθένε, ποιεῖ θαυμάσια· φωτὶ γὰρ τῷ ἀύλῳ, λαμπρῶς φωτιζομένη, συνευφραίνει τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τόν Βασιλέα.
Τῶν ἀκαθάρτων, καὶ παμπονήρων πνευμάτων, ἀνεδείχθης ὁ μέγας διώκτης· ὅθεν ῥῦσαι Πάτερ, αὐτῶν τῆς ἐπηρείας.
Ῥῶσιν σωμάτων, καὶ τῶν ψυχῶν ἀναβλύζει, ἡ φιλτάτη Ἁγία σου κάρα, τοῖς ἀσπαζομένοις, αὐτὴν βεβαίᾳ πίστει.
Ἵλεων Πάτερ, τοῖς ἀσθενοῦσι γενέσθαι, τὸν Δεσπότην ἀεί ἐκδυσώπει, πᾶσιν αἰτουμένοις, μετάνοιαν γνησίαν.
Θεοτοκίον.
Ἒχουσα Μῆτερ, πρός σόν Υἱὸν παῤῥησίαν, ἐκ παντοίων φύλαττε κινδύνων, τοὺς ἐξαιτουμένους, θερμῶς σὴν μεσιτείαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνης αἰωνίου, νυνὶ ἐπαπολαύων, τῆς ἁμαρτίας τὸν νοῦν ἡμῶν κάθαρον, καὶ τῶν παθῶν θεραπείαν παράσχου Ἅγιε.
Ἐγνώσθη Θετταλίᾳ, Δημήτριε παμμάκαρ, σῶν ἀρετῶν καὶ θαυμάτων τὸ πέλαγος· διὸ καὶ χαίρει προστάτην σε ὀνομάζουσα.
Ὦ πάντων εὐσεβούντων, ἄγρυπνε προστάτα, καὶ τῶν ψυχῶν ὁδηγὲ θεοπρόβλητε, τῶν Ἱερέων Κυρίου γενοῦ τὸ στήριγμα.
Θεοτοκίον.
Ῥῶσιν καὶ εὐλογίαν, Κεχαριτωμένη, πᾶσι τοῖς δούλοις σου δώρησαι Ἂχραντε, ὅπως Χριστῷ τῷ σῷ Τόκῳ εὐαρεστήσωμεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Θετταλίας θεῖος βλαστός, καὶ τῶν Ἱερέων, τελειώτατος ὁδηγός, ἐλεημοσύναις, νηστείαις ἀγρυπνίαις, καὶ προσευχαῖς σχολάζων, πάτερ Δημήτριε.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν καλὸν Πατέρα, ἱερώτατον καὶ σεπτόν, τῶν ἐφημερίων τὸ κλέος καὶ τὴν δόξαν, Δημήτριον τὸν μέγαν, ἔνθεον ἄνθρωπον.
Γεωργῶν προστάτην καὶ βοηθόν, πολυτέκνων οἴκων, ἀρωγόν τε καὶ σιτιστήν, μοναζόντων φίλον, καὶ ἀσθενῶν σωτῆρα, κεκτήμεθά σε πάτερ, ἡμῶν Δημήτριε.
Χαίροις Ἱερέων θεία κρηπίς· χαίροις τῶν Ἁγίων, ἡ ἐσχάτη ἡ κορωνίς· χαίροις Θεολόγου, Μονῆς στεῤῥός προστάτης, καὶ τῶν ἐκεῖ βιούντων, σεμνὸν προσφύγιον.
Τῶν ἀσπαζομένων πανευλαβῶς, τὴν σεπτήν σου κάραν, ὦ Δημήτριε θαυμαστέ, φύλαττε τοὺς οἴκους, καὶ δίδου εὐλογίαν, πᾶσι τοῖς αἰτουμένοις, τὴν σὴν βοήθειαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι οἱ Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Τοῦ Πλατάνου τὸν γόνον, σεπτὸν Δημήτριον, τὸν Ἱερέα Ὑψίστου, Ταξιαρχῶν τιμητήν, μακαρίσωμεν φαιδρῶς καὶ στεφανώσωμεν, ὅτι παρέδωκεν ἡμῖν, σωτηρίους διδαχάς, ἐν πράξει καὶ θεωρία, ἱκετεύων νῦν τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας ἐλεεῖς δοῦλε Χριστοῦ, τοὺς καταφυγόντας ἐν πίστει, ταῖς σαῖς ἀόκνοις λιταῖς· μέγας πρέσβυς πέλεις γάρ, ἡμῶν πρὸς Κύριον· διὸ καὶ πίστει βοῶμέν σοι· ἐκ πάσης ἀνάγκης, πειρασμῶν τε θλίψεων, σοφὲ Δημήτριε, σῶσον τοὺς πιστῶς σε τιμῶντας, καὶ τῆς Βασιλείας γενέσθαι, τοῦ Χριστοῦ μετόχους καταξίωσον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Μνημονεύων μή παύοις ταπεινοῦ Γεωργίου,
εὐλαβοῦς σου οἰκέτου, ὑμνητοῦ τε σου βίου.
Παρακλητικός Κανών εις τον αγαθό Λευΐτη του Πλατάνου Τρικάλων αρτίως εκλάψαντα Όσιο και θεοφόρο πατέρα ημών Δημήτριο τουπίκλην Γκαγκαστάθη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν πνευματέμφορον λευΐτην Πλατάνου καὶ πολυτόκον κατὰ πνεῦμα καὶ σάρκα πατέρα εὐφημήσωμεν πιστοὶ ἐκτενῶς, εὐλαβῆ Δημήτριον, ἀνακράζοντες πόθῳ· ἄνθρωπε ἰσάγγελε καὶ ζωῆς κληρονόμε τῆς αἰωνίου, ῥῦσαι σαῖς λιταῖς τοὺς σοὺς ἱκέτας δεινῶν τῆς κολάσεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΔΗΜΗΤΡΙῼ, ΑΝΘΡΩΠῼ ΤΟΥ ΘΕΟΥ ΠΡΟΣΠΙΠΤΩ. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δημήτριε, ἄνθρωπε τοῦ Θεοῦ, ἐν χρόνοις ἐσχάτοις ὁ ἐκλάμψας μαρμαρυγαῖς ἁπλότητος καὶ χρηστοηθείας, ἡμων τὰ σκότη εὐχαῖς σου διάλυσον.
Ἠδάφισας φρύαγμα τοῦ ἐχθροῦ, Δημήτριε, σθένει τῶν ἀόκνων σου προσευχῶν· διὸ καὶ ἡμᾶς Χριστῷ πρεσβεύεις εὐχῆς τοῖς ὅπλοις παλαῖσαι τὸν βέβηλον.
Μὴ παύσῃ τὸν Κύριον δυσωπῶν ὑπὲρ τῶν τιμώντων πολιτείαν σου τὴν σεπτήν, Δημήτριε, κλέϊσμα Πλατάνου καὶ ἱερέων ἁπάντων εὐπρέπεια.
Θεοτοκίον.
Ἡλίου γλυκεῖα τοῦ νοητοῦ καὶ πάντιμε Μῆτερ, Δημητρίου θερμαῖς λιταῖς τὴν νύκτα ἐξάλειψον παθῶν μου καὶ ἀρετῆς παμφαεῖς τρίβους δεῖξόν μοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταξιάρχην προστάτην τὸν Μιχαὴλ ἔχοντα καὶ ἀγγελικὴν πολιτείαν ἐπιδειξάμενον ἀνευφημοῦντες λαμπρῶς, κλεινὸν Δημήτριον, πάντες τὴν αὐτοῦ ἀντίληψιν ἀπεκδεχόμεθα.
Ῥῦσαι πάσης ἀνάγκης καὶ ζοφερῶν θλίψεων, ἱερεῦ Θεοῦ τοῦ Ὑψίστου πανοσιώτατε, τοὺς προσκυνοῦντας πιστῶς τὴν τῶν λειψάνων σου θήκην καὶ φαιδρῶς τιμῶντάς σε, μάκαρ Δημήτριε.
Ἱερώτατε μύστα τῆς τοῦ Θεοῦ χάριτος, ὁ τοὺς λογικοὺς νουθετήσας ἄρνας τῆς ποίμνης σου ταῖς σαῖς σοφαῖς διδαχαῖς, πάτερ Δημήτριε, δεῖξον τοῖς θερμοῖς ἱκέταις σου πᾶσι συμπάθειαν.
Θεοτοκίον.
Ὡς μεσίτριαν πάντων χριστιανῶν ἔνθερμον σὲ ὑμνολογοῦντες, Παρθένε, καὶ παραμύθιον τῶν θλιβομένων πικρῶς ἀναβοῶμεν· σοὺς δούλους ἴθυνον πρὸς θέωσιν καὶ τελειότητα.
Διάσωσον, πνευματοφόρε Δημήτριε, σοὺς ἱκέτας ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοὺς τιμῶντάς σε ὡς νέον ὡράϊσμα εὐσεβείας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστόν, ὅν θερμῶς ἐφίλεις, καθικέτευε διδόναι ἡμῖν πταισμάτων ἀπολύτρωσιν, ἱερεῦ Δημήτριε, τοῦ Πλατάνου εὖχος ὑπέρτιμον· σὲ γὰρ Χριστός, ὁ Κτίστης τοῦ παντὸς ἐν χρόνοις ἐσχάτοις ἐθαυμάστωσεν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀμπεχόμενος ἔνδυμα, κραταιὲ Δημήτριε, ἀφθαρτότητος, τῆς φθορᾶς ἡμῶν ἀπέκδυσον τὴν στολὴν πρεσβείαις σου πρὸς Κύριον.
Νεοσμίλευτον ἄγαλμα τῆς Θεοῦ ἀγάπης καὶ ταπεινώσεως, τοὺς ἱκέτας σου, Δημήτριε, δεῖξον ἐκμαγεῖα θείας γνώσεως.
Θεοφόρε Δημήτριε, ὁ μυρίσας κόσμον ὀδμαῖς χαρίτων σου, δυσωδίαν μου ἀπέλασον ἐμπαθείας, μίσους καὶ κακότητος.
Θεοτοκίον.
Ῥύπου κάθαρον, Δέσποινα, τὴν ἐσπιλωμένην ἡμῶν διάνοιαν καὶ πρὸς βίον καθαρότητος ἴθυνον τοὺς σοὶ θερμῶς προσφεύγοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ λειτουργὸν πνευματέμφορον τιμῶντές σε ἀνακράζομεν· Δημήτριε, ἡμῶν τὰς δεήσεις τῷ Θεῷ θερμῶς προσάγαγε.
Πέλων ἀρωγὸς ἐν τῷ βίῳ σου, Δημήτριε, τῶν στενόντων, νῦν ὑψόθεν καὶ ἡμᾶς μὴ ἐλλείπῃς ἐποπτεύων, τοὺς ὑμνοῦντάς σε.
Ὥδευσας καλῶς τὴν στενὴν ὁδόν, Δημήτριε· ὅθεν ἔφθασας εἰς πλάτος οὐρανῶν, εἰς ὃ ἕλκυσον καὶ πάντας τοὺς σοὺς πρόσφυγας.
Θεοτοκίον.
Τόμε τῶν βροτῶν σωτηρίας θεοχάρακτε, πλημμελήματα ἐξάλειψον ἡμῶν, τῶν πιστῶς μακαριζόντων σε, Θεόνυμφε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐράνωσον τῶν πιστῶν τὸ φρόνημα, ἐπὶ γῆς ὁ ἀκλινῶς ἄρτι, Πάτερ, οὐρανοδρόμον χαράξας πορείαν, ἱεροφάντορ παμμάκαρ, Δημήτριε, ἵνα σὺν σοὶ ἐν οὐρανοῖς καὶ ἡμεῖς εὐφραινώμεθα πάντοτε.
Ὑπέρλαμπρον τῆς ἀγάπης σκήνωμα, εὐλαβείας καὶ πραότητος κέρας, ὁ διασώσας τὴν κώμην Πλατάνου ἐξ ὀλεθρίων δεινῶν, καθικέτευε Χριστὸν καὶ ἅπαντας ἡμᾶς ἐκ τῆς μήνιδος σῶσαι τοῦ δράκοντος.
Θειότατε ἱερεῦ, Δημήτριε, ἀπλανέστατε πιστῶν ποδηγέτα πρὸς βιοτὴν τὴν ἀγήρω, μὴ παύσῃ ὑπὲρ ἡμῶν δυσωπῶν τὸν Παντάνακτα, ἵνα τῆς κρείττονος χαρᾶς ἀπολαύσωμεν πάντες πρεσβείαις σου.
Θεοτοκίον.
Ἐπόμβρισον τὰ ἐλέη, Δέσποινα, τοῦ Υἱοῦ σου δαψιλῶς τοῖς τιμῶσί σε εἰς αἰῶνας αἰώνων, Παρθένε, ὡς ὀμβροτόκον νεφέλην χρηστότητος, εἰρήνης ἄμφω καὶ χαρᾶς ἀενάου πιστῶν ὁμηγύρεως.
Διάσωσον, πνευματοφόρε Δημήτριε, σοὺς ἱκέτας ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ τοὺς τιμῶντάς σε ὡς νέον ὡράϊσμα εὐσεβείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἀρχαγγέλων τῆς δόξης συμμέτοχος καὶ τῶν Ἁγίων ἐν πόλῳ συνόμιλος, σημειοφόρε Δημήτριε, πρέσβευε Χριστῷ ἡμᾶς ἐκτενῶς βλάβης ῥύσασθαι, σὲ τοὺς λαμπρῶς μακαρίζοντας, ὅσιε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17 – 33 ).
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ….
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μιχαὴλ Ἀρχάγγελον ἔχων προστάτην ἐν βίῳ καὶ ζωὴν ἰσάγελον διανύων, ὅσιε, θείου Πνεύματος δαψιλῶς εἴληφας οὐρανόθεν χάριν καὶ πολίτης θεῖος γέγονας τῆς ἄνω πόλεως, ἱερεῦ Δημήτριε, ὄλβιε· διόπερ σοῦ δεόμεθα· τὸν Παμβασιλέα ἱκέτευε δωρηθῆναι πᾶσιν εἰρήνην καὶ ὁμόνοιαν πιστοῖς, τοῖς ἀνυμνοῦσιν ἀγῶνάς σου πρὸς ἀγήρω βίωσιν.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀφλημάτων μοι λύσιν δίδου σαῖς ἱκεσίαις, σεπτὲ Δημήτριε, πρὸς τὸν Θεὸν τῆς δόξης, οὗ ὅσιος λευΐτης ἐπὶ γῆς ἐχρημάτισας καὶ οὗ τὸ κάλλος ὁρᾷς τὸ ἄῤῥητον ἐν πόλῳ.
Ὕμνοις στέφοντες θείοις τὴν σεμνὴν βιοτήν σου καὶ τοὺς καμάτους σου πρὸς θέωσιν βοῶμεν· Δημήτριε, μὴ παύσῃ δυσωπῶν τὸν Παντάνακτα ἰθύνειν πρὸς οὐρανῶν λειμῶνας σοὺς ικέτας.
Πολυτέκνων πατέρων ἐποφθεὶς ἄρτι κλέος λαμπρόν, Δημήτριε, τοὺς οἴκους πολυτέκνων ἐπόπτευε θεόθεν καὶ χορήγει τὰ πρόσφορα, ὡς ἔχων πεῖραν αὐτοῖς, ταῖς σαῖς θερμαῖς πρεσβείαις.
Θεοτοκίον.
Ῥαθυμίας ὁμίχλην ἀποδίωξον πόῤῥῳ ἡμῶν, Θεόνυμφε, σκοτίζουσαν καρδίας τῶν δούλων σου καὶ πᾶσι χρυσαυγὴν ἐγρηγόρσεως, τοῖς καταφεύγουσι σοί, ἀνάτειλον, Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῆς ἀγάπης ἀναδειχθεὶς πρὸς τοὺς πέλας καὶ τὸν Κτίστην, Δημήτριε, φάρος, φθόνου καὶ κακίας ἀπέλασόν μου ζόφον.
Στηλογραφία τῆς ἀκακίας ὑπάρχων, σκοτομήνην, Δημήτριε, λῦσον τῆς μνησικακίας ἡμῶν θερμαῖς εὐχαῖς σου.
Πυρὸς γεέννης αἰωνιζούσης μὲ ῥῦσαι, τὸν προσπίπτοντα σαῖς δροσοβόλοις ἱκεσίαις, πάτερ Δημήτριε, πρὸς Κτίστην.
Θεοτοκίον.
Ἵνα δοξάζω ἀεὶ τὸν μονογενῆ σου, Θεοτόκε, Υἱὸν παῦσον σάλον ζοφερόν, Παρθένε, παθῶν μου χαμαιζήλων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Παθῶν ἡμῶν ἀκάνθας θέρισον δρεπάνῃ τῶν σῶν εὐχῶν πρὸς τὸν Κτίστην, Δημήτριε, ὁ δι’ εὐχῆς καταντήσας εἰς τὴν ἀπάθειαν.
Τοὺς σοὺς ἐπιστηρίζων πρόσφυγας μὴ παύσῃ πρὸς ἀρετῆς προκοπήν, ὁ τὴν ποίμνην σου ἐν σαῖς ἀγκάλαις στηρίζων στεῤῥῶς, Δημήτριε.
Ὡράϊσας ἀρτίως κώμην τοῦ Πλατάνου καὶ τοὺς χοροὺς εὐσεβούντων, Δημήτριε, τοὺς καταφεύγοντας πόθῳ τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Χαρίτωσον σοὺς δούλους, τοὺς τιμῶντας μνήμην τοῦ Δημητρίου τοῦ θείου, Παντάνασσα, καὶ σὲ καρδίᾳ καὶ χείλεσι μεγαλύνοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, ἱερέων ἡ καλλονή, χάριτος πυξίον, στηλογράφημα ἀρετῶν, εὐσπλαγχνίας στῦλε καὶ προσευχῆς ἀόκνου ὑπογραμμός, πρεσβῦτα θεῖε, Δημήτριε.
Χαῖρε, ἐνθεώτατε λειτουργὲ τοῦ Θεοῦ, ὁ πέλων εὐωδία ὅλος Αὐτοῦ, χαίροις, ὁ ἐν ὥρᾳ τῆς θείας Λειτουργίας ὀδμαῖς ἡδύνων πάντας θείαις, Δημήτριε.
Σκέπε τοὺς τιμῶντας πανευλαβῶς μνήμην σου τὴν θείαν καὶ λειψάνων σου τὴν σορὸν κατασπαζομένους, Δημήτριε παμμάκαρ, λευῗτα τοῦ Πλατάνου πανιερώτατε.
Ἔχων ἐν κινδύνοις καὶ συμφοραῖς ταχινὸν προστάτην τὸν Ἀρχάγγελον Μιχαήλ, ὁρατῶν μανίαν ἐχθρῶν καὶ ἀοράτων ἐτρόπωσας, λευῗτα θεῖε, Δημήτριε.
Χαίροις, τῶν καμνόντων ὁ ἀρωγὸς καὶ τῶν θλιβομένων ἀντιλήπτωρ καὶ βοηθός, χαίροις, τοῦ Πλατάνου τῆς κώμης ὁ προστάτης καὶ πλουτισμὸς πενήτων, μάκαρ Δημήτριε.
Χαίροις, ἀγαπήσεως τοῦ Χριστοῦ στήλη καὶ σοφίας τῆς ἐνθέου φανὸς λαμπρός, χαίροις, ὁ ἐν χρόνοις ἐσχάτοις κατευφράνας σοῖς τρόποις εὐσεβούντων δήμους, Δημήτριε.
Χαίροις, ἱερέων ἡ καλλονή, προσευχῆς ἀόκνου ἐργαστήριον καὶ εἰκὼν φιλοθέου βίου, Δημήτριε, χαρίτων τοῦ θείου Παρακλήτου ἄστρον νεόφωτον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱερέα Πλατάνου τὸν θεοείκελον, εὐαρεστήσαντα Κτίστῃ ἐν τοῖς ἐσχάτοις καιροῖς πολιτείᾳ διαυγεῖ, εὐχῇ καὶ δάκρυσιν, ὡς ἀσωμάτων μιμητήν, ἐπαινέσωμεν πιστοὶ Δημήτριον ἐκβοῶντες· εὐώδει μύρῳ εὐχῶν σου τοὺς σὲ γεραίροντας κατεύφρανον.
Ἕτερον. Ὅμοιον.
Ἱερέα Πλατάνου Τρικάλων μέλψωμεν, ἀγγελοφρούρητον ὄντως ἐν δίναις βιοτικαῖς, Μιχαὴλ ἀρχιστρατήγου ἰσοστάσιον, ὕμνοις Δημήτριον φαιδροῖς, Γκαγκαστάθην, οἱ πιστοί, ὡς χάριτος ἐκμαγεῖον, ὑπὲρ ἡμῶν δυσωποῦντα Χριστόν, Θεὸν τὸν πολυεύσπλαγχνον.
Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ χάρις τοῦ Πνεύματος σὲ ἱερέα σοφόν, παιδείας τὸν ἄμοιρον τῆς κοσμικῆς, θαυμαστέ, ἀρτίως ἀνέδειξε, φίλε τῶν Ἀρχαγγέλων· ὅθεν σὲ ἀνυμνοῦντες τὰς πρὸς Θεὸν λιτάς σου πρὸς τελείωσιν πάντες αἰτούμεθα, Πλατάνου τερπνὸν ἄνθος, Δημήτριε.
Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ῥῦσαι σοὺς ἱκέτας προσβολῆς πάσης τοῦ δολίου βελίαρ καὶ ἀνηκέστου φθορᾶς τοὺς ἀνευφημοῦντάς σε, σεπτὲ Δημήτριε, ἱερεῦ ὁσιώτατε Ὑψίστου καὶ σκεῦος διαυγὲς τῆς χάριτος, ὡς πρὸς τὸν Κύριον ἔχων παῤῥησίαν πρεσβεύειν ἀκλινῶς ὑπὲρ τῶν τιμώντων
μνήμην σου τὴν θείαν καὶ πανσέβαστον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἰσχύος ἔμπλησον, Δημήτριε, θείου
Χαραλάμπη, σπεύδοντα τῇ ἀρωγῇ σου.

