Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Εφραίμ ο Φιλοθείτης

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Η Κοίμηση του στις 8 Δεκεμβρίου

*Ο παρών Παρακλητικός Κανών αποτελεί προϊόν ευλαβείας του υμνογράφου προς τον εν οσίοις Γέροντα και προορίζεται δια προσευχητική χρήση.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξής·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Φιλοθείτην ἀσκητήν θεοφόρον, Ἀμερικῆς ἰεραπόστολον νεόν, εἰκάδος θεῖον κτήτορα Μονῶν ἐν αὑτῇ, ὧπερ ἐνδιαίτημα προσευχῆς ἀσιγήτου, σιωπῆς καί νήψεως εὐφημήσωμεν πόθῳ· καί ταῖς αὑτοῦ προστρέξωμεν λιταῖς, πρός τόν σωτῆρα ἡμῶν τόν εὐίλατον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εφραίμ τοῦ εν Ἀριζόνι θερμή ἰκεσία. Χ.Μ.Μ

ᾨδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἐφραίμ ὁσιώτατε ἀσκητά, Μονῆς Φιλοθέου Καθηγούμενε καί λαμπρέ, φωστήρ Ἀριζόνος ἱκετῶν σου, πρός σωτηρίαν κατεύθυνον βήματα.

Φιλόχριστε πάτερ σεπτέ Ἐφραίμ, γενέτειραν πόλιν ὁ τοῦ Βόλου καταλιπών, ἐν χρόνοις ἀκμῆς νεότητος σου, Χριστόν φιλεῖν σούς ἱκέτας ἀξίωσον.

Ῥεόντων ἁπάντων καί γεηρῶν, Ἐφραίμ ὑπερόπτα ὁ τήν κλίμακα ἀνελθών, πασῶν ἀρετῶν δι΄εγκρατείας, ὀδούς ἡμῖν ἀπαθείας ὑπόδειξον.

Θεοτοκίον.
Ἁγίαζε πάντας σούς ὑμνητάς, ἁγνή Θεοτόκε καί παγίδων τοῦ πονηροῦ, ὦ Αριζονίτισσα Παρθένε, ῤύου τούς πίστει σή χάρητι σπεύδοντας.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύων μή παύσει ὑπέρ ὑμῶν Κύριον, ὄν Ἐφραίμ ἐκ μέσης καρδίας μάκαρ ἠγάπησας, καί ἀγωγῆς θαυμαστῆς ὣ ηὐερέστησας πόνοις, ἀσκητά καί πάνσοφε ἰεραπόστολε.

Μή ἐλλίπῃς πρεσβεύων Ἀθωνιτῶν σέμνωμα, καί Ἀμερικῆς τῶν περάτων θεῖε ἀπόστολε, πνευματοφόρε Ἐφραίμ, Χριστῶ ἡμῖν καταπέμψαι, ἄμφω ῥῶσιν ἄνωθεν σθένος καί δύναμιν.

Τούς τιμῶντας σε πόθῳ πρός ουρανού δώματα, ἴθυνον Ἐφραίμ κατευθύντωρ, ὡς ἀπλανέστατος, ψυχῶν πρός δόμους λαμπρούς, τῆς ἐν Χριστῷ μετανοίας, πάτερ καί θεώσεως ὄντως ἰσάγγελε.

Θεοτόκιον.
Ὁδηγός πλανωμένων πρός τήν ὀδόν Τόκον σου, τήν ζωήν τήν ἄληκτον, Μῆτερ καί τήν ἀλήθειαν, τήν μόνη τάχος γενοῦ, Θεογενήτωρ Παρθένε, Δέσποινα Ὑπέραγνε, Αριζονίτισσα.

Ἁγίασον, ταῖς σαῖς πρεσβείαις πρός Ὕψιστον σούς ἱκέτας, ὁ τήν τρίβον ἁγιασμοῦ Ἐφραίμ χαριτόβρυτε, ψυχαῖς ὑποδείξας σοι προσιούσας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σεμνοῦ Ιωσήφ ἡσυχαστοῦ διάδοχον, εὐχῆς νοερᾶς καί νήψεως τόν σύνοικον, ἀσκητήν ἰσάγγελον Φιλοθέου Μονῆς Καθηγούμενον, καί φωτιστήν Ἐφραίμ Ἀμερικῆς, τιμῷμεν, ἡμῶν ὡς πρέσβυν ἔνθερμον.

ᾨδή δ΄. Εἰσακήκοα, Κύριε.
Ὑμνηταῖς σου κατάπεμψον ἄνωθεν εὐχαῖς σου τό θεῖον ἔλεος, νῦν Ἐφραίμ τοῖς εὐφημοῦσι σε, ζῆλον Κολλυβάδων τόν δεικνύμενον.

Ἐπευλόγει καί στήριζε, τούς τιμῶντας μάκαρ Ἐφραίμ καμάτους σου, ἱερούς πρός ὁλοκλήρωσιν, ἀρετῆς καί πίστεως κραταίωσιν.

Νῦν ἀρτίως τά σκάμματα ἰεραποστόλον ἀνεζωγράφησας, ἐν Ἀμερικῇ μακάριε, Ὅσιε Ἐφραίμ φρουρέ προσφύγων σου.

Θεοτοκίον.
Ἀειπάρθενε στήριζε κλονουμένους Μῆτερ Αριζονίτισσα, δούλους χάριτος σου Δέσποινα θεαυγούς Ἐφραίμ θερμαῖς δεήσεσι.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ῥεύμασιν Ἐφραίμ, σῶν δακρύων ὁ τόν Άθωνα, καταρδεύσας καί τήν γῆν Ἀμερικῆς, τήν καρδίαν μου εὐχῶν σου ῥείθροις πίανον.

Ἵλεων Ἐφραίμ, τόν Χριστῷ ἡμῖν ἀπέργασαι, ὦ ἀσκήσει εὐηρέστησας εὐχῇ, καί σαρκός, σκληραγωγία Πάτερ Ὅσιε.

Ζῆλον ἱερῶν, Ἀποστόλων ἔχων ἔδραμες, ἐξ Ἐώας εἰς τήν δύσιν ἀσκητά, ἀντιλήπτωρ εὐσεβῶν Ἐφραίμ ἀνύστακτε.

Θεοτόκιον.
Ὄλβε τιμαλφές, Παρθενίας καί σεμνότητος Θεοτόκε ῥῦσαι πάντας πειρασμῶν, καί στενώσεων πιστούς Ἀριζονίτισσα.

ᾨδή στ΄. Τήν δέησιν.
Νεόβλαστον, ἴον ἐκ τοῦ Άθωνος, ἄρτι μεταφυτευθέν εἰς τήν χώρα, Ἀμερικῆς πρός πιστῶν εὐωδίαν αὑτῆς Ἐφραίμ δυσωδίᾳ ἀπέλασον, ἡμῶν παθῶν ταῖς σαῖς εὐχαῖς, πρός Χριστόν τόν Φιλάθρωπόν Κύριον.

Ἱδρώτων σου, καί δακρύων χεύμασιν, ὁ τόν Άθωνα γεωργήσας, Μονῆς σεπτῆς προεστώς Φιλοθέου, καί πᾶσις Ἀμερικῆς τῷ ἀρότρῳ σου, θεωπειθών ἱκεσιῶν, ὑμνητῶν σου καρδίας γεώργησον.

Θεόσοφε, ἀσκητά ὁμόζηλε, Ιωσήφ Ἡσυχαστοῦ Ἀρσενίου, καί Ιωσήφ ἄλλου καί Χαραλάμπους τῶν καινιστῶν τῶν σεμνείων τοῦ Άθωνος, Ἐφραίμ εὐχαῖς σου τάς ψυχάς, τῶν προσφύγων σής χάριτος καίνισον.

Θεοτόκιον.
Ἐπάκουσον, τῶν ἡμῶν δεήσεων, καί προσάγαγε αὑτάς τῷ Υἱῶ σου, ὤσπερ εὐῶδες θυμίαμα Μῆτερ, Ἀριζονίτισσα ἡ καταπέμπουσα, θεόθεον πᾶσι ὑετόν, ὑγείας χαράς καί δυνάμεως.

Ἁγίασον, ταῖς σαῖς πρεσβείαις πρός Ὕψιστον σούς ἱκέτας, ὁ τήν τρίβον ἁγιασμοῦ Ἐφραίμ χαριτόβρυτε, ψυχαῖς ὑποδείξας σοι προσιούσας.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τῆς Φιλοθέου Μονῆς Καθηγούμενε, Ἀμερικῆς νέε Ιεραπόστολε, ἀδιαλείπτου εὐχῆς ὤσπερ σκήνωμα, σε ἀνυμνοῦμεν Ἐφραίμ καί διάθερμον, ἡμῶν μεσίτῃν καί πρέσβυν πρός Ὕψιστον.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπί τόπου πεδινοῦ· καί ὄχλος πολύς μαθητῶν αὐτοῦ καί πλῆθος πολύ τοῦ λαοῦ ἀπό πάσης τῆς Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἵ ἦλθον ἀκοῦσαι αὐτοῦ καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν· καί οἱ ὀχλούμενοι ἀπό πνευμάτων ἀκαθάρτων καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καί ἰᾶτο πάντας. Καί αὐτός, ἐπάρας τούς ὀφθαλμούς αὐτοῦ εἰς τούς μαθητάς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστίν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καί ὅταν ἀφορίσωσιν ὑμᾶς, καί ὀνειδίσωσιν, καί ἐκβάλωσιν τό ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καί σκιρτήσατε· ἰδού γάρ ὁ μισθός ὑμῶν πολύς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἂθωνος ἀνάστημα πνευματικέ κατευθῦντορ, εὐσεβοῦς πληρώματος οὐρανοῦ πρός δώματα ἰσαπόστολε, ὁ μονάς εἴκοσιν ἄρτι ἀνεγείρας, ἔν Ἀμερική Ἐφραίμ πανόσιε, Παρακλήτου Πνεύματος σκήνωμα, ὁ μέγας ἐν τοῖς σκάμμασι τοῖς ἀσκητικοῖς καθικέτευε, ἐκτενῶς ὑψόθεν καρδίας σου τό ὄντως ἐφετόν, διδόναι ἄμφω ὑγείαν τοῖς ἀνευφημοῦσι σε.

Σῶσον ὁ Θεός τόν λαό σου….

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥῦσαι βλάβης ἐχθίστου, πειρασμῶν καί κινδύνων καί περιστάσεων, Ἐφραίμ τούς σε ὑμνοῦντας πνευμάτων ἀκαθάρτων, ὡς ὀλέτην πατήσαντα, ἐνέδρας τοῦ πονηροῦ, ἀγῶσι νυχθημέροις.

Μονοτρόπων ἀλείπτης ἀπλανάστετος πέλων Ἐφραίμ καί ἄριστος, ψυχῶν πιστῶν ἰθύντωρ, σκηνάς πρός σωτηρίας μετανοίας ὑπόδειξον, ὀδούς τοῖς ὕμνοις λαμπροῖς, ἐγκωμιάζουσι σε.

Ἡδονῶν χαμαιζήλων ὑπερόπτας ἱκέτας τούς σούς ἀνάδειξον, Ἐφραίμ εἰς ἀπαθείας ὁ ἐπαρθείς ἐπάλξεις, διά πόνων ἀσκήσεων, συντόνων καί φυλακῆς, αἰσθήσεων τῶν πέντε.

Θεοτόκιον.
Ἱκετῶν σου προστάτις καί φρουρός καί ἀκέστωρ Ἀριζονίτισσα, γενοῦ τῶν καθ’ ἑκάστην σε ἀνυμνολογούντων, καί σπευδόντων σή χάριτι, ἐν πειρασμοῖς καί δεινοῖς, Κυρία Θεοτόκε.

ᾨδή η΄. Τόν Βασιλέα.
Καρποφορήσας, Ἐφραίμ ἐν τῆ Ἐκκλησία, γεωργός ὡς ἀκάματος δρέψον, ἄρτῳ εὐσεβείας τούς σε ὑμνολογοῦντας.

Ἐφραίμ θεόφρον, πέμψον θεόθεν σήν χάριν, ἐφ’ ἡμῖν τιμῶσιν ὡς σκεῦος, διαυγές χαρίτων, καί ἀρετῆς πυξίον.

Σκέπε καί ῥύου, Ἐφραίμ πιστούς ἐπηρείας, μισοκάλου σεπτέ Ἀθωνῖτα, ὁ αὑτοῦ ἀσκήσει συντρίψας τάς ἐνέδρας.

Θεοτόκιον.
Ἰσχύος πλῆσον, Ἀριζονίτισσα Μῆτερ, ἐν βυθό ἀσθενείας κειμένους, Κεχαριτωμένῃ, Κυρία Θεοτόκε.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἀγῶσι νυχθημέροις, προσευχῇ ἀόκνῳ καί νήψει Ἐφραίμ εὐηρέστησας, τῷ Λυτρωτῇ ὀν ἱκέταις τοῖς σοῖς ιλέωσαι.

Χαράς τῆς αἰωνίου, ποίησον μετόχους, τοῖς σε τιμῶσιν Ἐφραίμ ὤσπερ μέτοχον, τῆς ἐν τῷ πόλῳ ἀλήκτου ἀγαλλιάσεως.

Μνημόνευε τῶν πίστει σε μακαριζόντων, καί αἰτουμένων Εφραίμ ἱκεσίας σου, πρός τόν φιλάθρωπον Κτίστην ἡμῶν καί Κύριον.

Θεοτόκιον.
Μή παύσῃ Θεοτόκε σύν Ἐφραίμ τῷ θείω, ἰλεουμένοι πιστοῖς παμμακάριστε, τὸν σόν Πανάχραντον Τόκον Θεόν τόν εὔσπλαγχνον.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Φιλοθέου ὁ προεστώς, Μάνδρας Ἀριζόνας καί εἰκάδος Ἀμερικῆς, ἀσκητά σεμνείων, Ἐφραίμ πνευματοφόρε, δομήτωρ Ἀποστόλων θείων ὁμόζηλε.

Χαίροις ὁ τοῦ βόλου σεπτός βλαστός, τοῦ Ἁγιωνύμου Ὂρους ἄνθος ἡδυτερπές, χαίροις Φιλοθέου ὁ προεστώς τῆς Μάνδρας, Ἐφραίμ καί μονοτρόπων θεῖον ὡράισμα.

Χαίροις ἐνδιαίτημα προσευχῆς, ποδηγέ ἀζύγων σωτηρίας πρός ἀτραπούς, χαίροις μάκαρ κτήτωρ, Ἀμερικῆς Σεμνείων, Ἐφραίμ Ὀρθοδοξίας νέον ἐγκαύχημα.

Χαίροις ὁ ζηλώσας Ἡσυχαστοῦ, Ἰωσήφ τούς τρόπους, μονοτρόπων φωστήρ Ἐφραίμ, ὦ ἐν τῷ Ἁγίῳ, τῷ Ὄρει ὑπετάγης, καί ὦ τῆ σή ἀσκήσει κατευηρέστησας.

Φρούρει καί ἁγίαζε ἐκτενῶς, πάντας εὐφημοῦντας σήν ἰσάγγελον ἀγωγήν, καί ἐκδεχομένους ἐνθέρμους σου πρεσβείαις, Ἐφραίμ πρός τόν Δεσπότην πάντων καί Κύριον.

Ἔχων παρρησίαν πρός τόν Θεόν, ὡς Ἁγιορείτης πάτερ ὅσιε ἀσκητής, ὁ ἐν Ἀριζόνι ἡσύχως τελευτήσας, Ἐφραίμ Αὑτοῦ τό μέγα πέμψον μοι ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Ἀγωγῇ ἰσαγγέλῳ εὐχή καί δάκρυσιν, εὐαρεστήσας Κυρίῳ Φιλοθείτα Ἐφραίμ, πρός ζωήν ἐκ τοῦ θανάτου μεταβέβηκας, ἐν Ἀριζόνι ἀσκητά ὁ ἐν τῆ Ἀμερική, εἰκάδος Μονῶν δομήτωρ, καί χάριν εὗρες πρεσβεύειν, ὑπέρ τῶν πίστει εὐφημούντων σε.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε μεγαλύνωμεν Ἐφραίμ, Μάνδρας Φιλοθέου ἐν Ἄθω, τόν προεστῶτα λαμπρῶς, θείω ἁγιάσαντα αὑτοῦ σκηνώματι, Ἀριζόνα κραυγάζοντες Πανόσιε πάτερ, θεῖον ἐντευκτήριον εὐχῆς καί νήψεως, πέμψον οὐρανόθεν σήν χάριν ὡς Ἀμερικῆς σε τιμῶσι πᾶσιν εὐκλεεῖ ἰεραπόστολον.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή