Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Ευμένιο Σαριδάκη

  1. Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

  2. Ποίημα Ιωάννου Τσιλιμιγκάκη

Παρακλητικός Κανών εις τον εν Οσίοις Πατέρα ημών Ευμένιο τον Κρητά εν Αθήνα Εκλάψαντα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας 

†Εορτάζεται στις 23 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Συναγαλλόμενον παμφώτοις Ἀγγέλοις καὶ παριστάμενον Χριστῷ τῷ εὐσπλάγχνῳ, πατέρα εὐσυμπάθητον, προστάτην λεπρῶν καὶ καμνόντων μέλψωμεν, κατακεκοσμημένον μαργαρίταις νήψεως καὶ σαλότητος τρόποις, θεοειδῆ Εὐμένιον, λιτὰς τὰς διαθέρμους αὐτοῦ ἐξαιτούμενοι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Εὐμένιε συμπαθές, πρέσβευε ὑπὲρ ἡμῶν. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐμένιε, πάτερ θεοειδές, νεόφωτον ἄστρον, ταπεινώσεως καὶ εὐχῆς, Χριστὸν σοῖς ἱκέταις εὐμενίζου, τοῖς ἀνυμνοῦσι τιμίους καμάτους σου.

Ὑπέρτιμος ὄλβος ὡς ἀρετῆς, Εὐμένιε μάκαρ, καὶ θησαύρισμα τιμαλφές, πιστῶν ἀπλανοῦς ποδηγεσίας, πρὸς σωτηρίαν ἡμᾶς χειραγώγησον.

Μυρίπνοον λείριον Ἐθιᾶς, τοῦ Μονοφατσίου, ἐν τῇ Κρήτῃ πάτερ σεπτέ, Εὐμένιε ἥδυνον εὐχαῖς σου, ἀδιαλείπτοις τοὺς σοὶ καταφεύγοντας.

Θεοτοκίον.
Ἐπάκουσον πάντων ὡς ἀγαθὴ, δεήσεων Μῆτερ, αἰτουμένων σὴν ἀρωγήν, καὶ σκέπην καὶ θείαν μεσιτίαν πρὸς τὸν Υἱόν σου, Θεὸν τὸν εὐΐλατον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεοπύρσευτον σέλας τῆς τοῦ Χριστοῦ πίστεως, ηὔγασας Εὐμένιε μάκαρ, σοῖς ἀναλώμασι, Νοσοκομεῖον σεμνέ, τῶν λοιμωδῶν νοσημάτων, νῦν ὁ λύων ζόφωσιν, νόσων προσφύγων σου.

Ἱερέων λαμπρότης πανευλαβῶν πρόσδεξαι, τὰς ἡμῶν θερμὰς ἱκεσίας, πάτερ Εὐμένιε, καὶ πρὸς τὸν πάντων Θεὸν, αὐτὰς προσάγαγε, μάκαρ, ἵνα πάντες εὕρωμεν, ἄμετρον ἔλεος.

Ἐξεφαύλισας μῆνιν τοῦ πονηροῦ ὅπλοις σου, προσευχῆς καὶ βίου ἀμέμπτου, πάτερ Εὐμένιε, ὁ δυσωπεῖν τὸν Χριστόν, χάριν εὑρὼν καθ’ ἑκάστην, δοῦναι πᾶσιν ἄνωθεν ῥῶσιν καὶ δύναμιν.

Θεοτοκίον.
Σκέπε δούλους σου Μῆτερ τοὺς σὲ λαμπρῶς μέλποντας, δόξης σου ἐξ ὕψους ἀῤῥήτου, Θεογεννήτρια, τοῦ Εὐμενίου λιταῖς, εὐαρεστήσαντος βίῳ, ἀκραιφνεῖ τῷ Τόκῳ σου, παντελεήμονι.

Εὐμένιε, τῶν εὐλαβῶν Ἱερέων ἡ κοσμιότης, Νικηφόρου, τοῦ ἐν λεπροῖς ὁσίου διάκονε, Θεὸν εὐμενίζου τοῖς σὲ τιμῶσι.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς Κουδουμᾶ ὁ ἔνοικος Εὐμένιε, βλαστὲ Ἐθιᾶς καὶ Ἀθηνῶν διάκοσμε, ἱερεῦ πανόσιε, Νικηφόρου Ὁσίου διάκονε, καὶ ὁδηγὲ πιστῶν πνευματικὲ, πρὸς νῆψιν εὐλόγει τοὺς τιμῶντάς σε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὑπερεύχου Εὐμένιε, τῶν ἐκδεχομένων τὰς ἱκεσίας σου, πρὸς τὸν Ὓψιστον Ὃν πόνοις σου, νυχθημέροις πάτερ ἐμεγάλυνας.

Μετανοίας Εὐμένιε, δεῖξόν μοι τὰς τρίβους ἅσπερ διήνυσας, ἀρετῆς πρὸς ὁλοκλήρωσιν, καὶ ἀγγέλοις ἔνδοξον συνοίκησιν.

Πράϋνόν μου σκιρτήματα, τῆς σαρκός Εὐμένιε πανσεβάσμιε, ὁ σταυρώσας πάθη σώματος, σὺν ταῖς ἁμαρτίαις θείᾳ χάριτι.

Θεοτοκίον.
Ἀγλαόμορφε Δέσποινα, Εὐμενίου σκέπη καὶ καταφύγιον, Κουδουμιανὴ πανάχραντε, περιφρούρει πάντας τοὺς οἰκέτας σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θλίψεων ἡμᾶς, λυπηρῶν καὶ περιστάσεων, ῥῦσαι πάντας τοὺς προστρέχοντας τῇ σῇ, ἀντιλήψει χαριτόβρυτε Εὐμένιε.

Ἔμπλησον χαρᾶς, τὸν ἐν θλίψεσιν Εὐμένιε, καὶ στενώσεσιν ἱκέτην σου θερμόν, Λοιμωδῶν, Νοσοκομείου ἀγαλλίαμα.

Σκεῦος ἱερὸν, Θείας Χάριτος Εὐμένιε, ῥυπτικαῖς σου ἱκεσίαις πρὸς Θεὸν, ῥύπον κάθαρον ἡμῶν παθῶν καὶ θλίψεων.

Θεοτοκίον.
Πέμψον ὀχετοὺς, σῆς ἑτοίμης ἀντιλήψεως, Εὐμενίου παρακλήσεσι σεπταῖς, εὐσεβέσι, Μητροπάρθενε πανάχραντε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥωννύμενοι, ἐκ τῆς ἐνοικούσης σοι, Θείας Χάριτος Εὐμένιε μάκαρ, οἱ ἀλγεινῶς ἀσθενοῦντες τιμῶμεν, τὴν σὴν πρὸς πάντας νοσοῦντας συμπάθειαν, ὁ δι’ εὐχῆς θεραπευθεὶς, ἐκ λοιμώδους σεπτέ ἀῤῥωστήματος.

Ἐν κλύδωσι, βίου τοῖς προσφεύγουσι, τῇ σῇ χάριτι Εὐμένιε πάτερ, ὁδήγει πρὸς γαληνότατον ὅρμον, τῆς ἠρεμίας χαρᾶς καὶ ἀνέσεως, πνευματικῆς σαῖς πρὸς Θεὸν, διαθέρμοις τρισμάκαρ δεήσεσι.

Συνέτισον, πάντας καὶ ἁγίασον, τοὺς τιμῶντας σὴν ὑπέρτιμον μνήμην, εὐσυμπαθὲς τῶν λεπρῶν ὑπηρέτα, καὶ Νικηφόρου Εὐμένιε σύσκηνε, Νοσοκομείου Λοιμωδῶν, ἱερεῦ νοσημάτων θειότατε.

Θεοτοκίον.
Βοήθεια, ταχινὴ τῶν δούλων σου, ἐν ἀνάγκαις Θεοτόκε Παρθένε, σπεῦσον ἡμῖν ἐν κακώσεσι βίου, καὶ συμφοραῖς καὶ δειναῖς περιστάσεσιν, ὡς συμπαθὴς δούλοις τοῖς σοῖς, βοηθῆσαι πανύμνητε Δέσποινα.

Εὐμένιε, τῶν εὐλαβῶν Ἱερέων ἡ κοσμιότης, Νικηφόρου τοῦ ἐν λεπροῖς ὁσίου διάκονε, Θεὸν εὐμενίζου τοῖς σὲ τιμῶσι.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Εὐσυμπαθῶς πρὸς πιστοὺς διακείμενε, δεινῶς ἀλγοῦντας Εὐμένιε Ὅσιε, ὁ τοῦ λεπροῦ Νικηφόρου ὁμόζηλος, τῆς ἀρετῆς καὶ ἀνάγκης διάκονος, ἐν ὑγιείᾳ συντήρει σοὺς πρόσφυγας.

Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον·
Ἐκ τοῦ Κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17 – 22 ).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον,ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Εὐμένιε, χαῖρε, βλαστὲ Κρητονήσου, Ἱερεῦ θειότατε,
δι’ ὃν Ἀστερούσια ἐπαγάλλονται, διακονίᾳ σου πρὸς δεινῶς ἀλγοῦντας Λοιμωδῶν χαίρει τὸ ἵδρυμα νόσων, πανεύφημε, ἐν Ἀθήναις καὶ ὁ χριστώνυμος λαὸς ποδηγεσίᾳ σου ἀπλανεῖ ὑμνεῖ εὐφραινόμενος σὴν ἁγίαν μνήμην, ἣν πάντες καταστέφοντες ᾠδαῖς
εὐτάκτοις ἀπεκδεχόμεθα πρὸς Θεὸν πρεσβείας σου.

Σῶσον, ὁ Θεὸς, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐργαστήριον θεῖον σεαυτὸν ὁ ποιήσας εὐχῆς καὶ νήψεως, Εὐμένιε μετέστης, πρὸς δόμους οὐρανίους, ἱκετεύων τὸν Κύριον, ῥῶσιν ἡμῖν παρασχεῖν, τοῖς ἀλγεινῶς νοσοῦσι.

Βελεμνῶν τοῦ Βελίαρ ἀσινεῖς διατήρει ἡμᾶς Εὐμένιε, ἃ προσευχῇ συντόνῳ, ἐπάτησας νηστείᾳ, καὶ παννύχοις σου στάσεσιν, ἐγκρατευτὰ θεαυγές, δοχεῖον Παρακλήτου.

Ἐκδυσώπει ἀπαύστως τὸν Χριστὸν δοῦναι πᾶσι πιστοῖς ὑγίειαν, Εὐμένιε θεόφρον, σὺν θείῳ Νικηφόρω, ᾧ καλῶς διηκόνησας, τῶν νόσων τῶν λοιμικῶν, ἐν τῷ Νοσοκομείῳ.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ ἐλεοῦσα Παρθένε Θεογεννήτρια, Ὁσίου Εὐμενίου, λιταῖς θεοπειθέσι, τὰ ἐλέη κατάπεμψον, ἡμῖν πλουσίως ἁγνή, Υἱοῦ μονογενοῦς σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πιστῶν ἐν μάχαις, κατὰ δεινοῦ βροτοκτόνου, παραστάτης Εὐμένιε πέλεις, ὁ αὐτοῦ πατήσας, ὀφρὺν τὴν ἐπηρμένην.

Εὔθυνον τρίβους, τῶν εὐλαβῶς σὲ ὑμνούντων, ὁ βαδίσας Εὐμένιε μάκαρ, ἀτραπὸν ἐν βίῳ, στενὴν καὶ τεθλιμμένην.

Ῥοὰς δακρύων, ἡμῶν ἀπόσμηξον μάκτρῳ, σῆς ἀγάπης Εὐμένιε θεῖε, ὁ διακονήσας, λεπροῖς καὶ παρειμένοις.

Θεοτοκίον.
Ἡγιασμένε, ναὲ ἁγνείας Παρθένε, δεῖξον πάντας ναοὺς σοὺς ἱκέτας, σωφροσύνης Μῆτερ, καὶ ἤθους παναρίστου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ τὸν Σωτῆρα, δυσωπῶν ἀπαύστως, ὑπὲρ ἡμῶν σὲ τιμώντων Εὐμένιε, ἱερουργὲ μυστηρίων ἄχράντων ἔνθεε.

Ὡς ἔνθερμον μεσίτην, πρὸς Θεὸν τῶν ὅλων, προβάλλομέν σε ἀπαύστως Εὐμένιε, σὺν Νικηφόρῳ, προθύμως ᾧ διηκόνησας.

Νῦν ὕμνοις μελιῤῥύτοις, σὲ ἀνευφημοῦμεν, ὡς ταπεινῶν ἱερέων ὡράϊσμα, πᾶσι δωρούμενον χάριν, τὴν σήν Εὐμένιε.

Θεοτοκίον.
Χαρίτων μυροθήκη, Κεχαριτωμένη, τῇ εὐωδίᾳ τῆς σκέπης σου εὔφρανον, καὶ ἀντιλήψεως θείας τοὺς σὲ γεραίροντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ ἐκλάμψας ἀρτιφανῶς, ἀρωγῇ πρὸς πέλας, ἐν τοῖς πόνοις ὑπομονῇ, ἄκρᾳ ταπεινώσει καὶ ἀρετῇ ἐχέφρον, Εὐμένιε πατέρων νέων ὑπόδειγμα.

Χαῖρε εὐσυμπάθητε λειτουργὲ, τοῦ Νοσοκομείου, νοσημάτων τῶν λοιμικῶν, χαίροις Νικηφόρῳ ὁ καθυπηρετήσας, ἐκ λέπρας τῷ νοσοῦντι μάκαρ Εὐμένιε.

Χαίροις θεῖον βλάστημα Ἐθιᾶς, Κουδουμᾶ Σεμνεῖον, ἰατρεῖον ὁ ἀνευρών, χαίροις τοῦ Νικήτα Μονῆς τοῦ μεγαλάθλου, ὁ μοναστὴς καὶ κλέος Κρήτης Εὐμένιε.

Χαίροις, ταπεινώσεως ἀκρεμών, ἀρετῆς πυξίον, ὁ χαρίεις καὶ προσηνής, χαίροις, ὁ τὸν Κτίστην ἡμῖν ἐξευμενίζων, τοῖς σὲ ὑμνολογοῦσι μάκαρ Εὐμένιε.

Σκέπε καὶ ἁγίαζε ἀκλινῶς, τοὺς ἐξαιτουμένους, τὰς πρεσβείας σου πρὸς Θεόν, Ἱερέων εὖχος, Εὐμένιε παμμάκαρ, σὺν Νικηφόρῳ θείῳ ᾧ ὑπηρέτησας.

Χάριν σου κατάπεμψον ἐφ’ ἡμᾶς, σὲ ἀνευφημοῦντας, ἰατῆρα ὡς ἀλγεινῶν, νοσημάτων πάτερ Εὐμένιε χαρίτων, ὡς οὐρανίων βάθρον ἀδιασάλευτον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον· Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Παρακλήτορα θεῖον τῶν ἐν τοῖς κλύδωσι, τὸν ἀρωγὸν ἐν ἀνάγκαις, καὶ ποδηγὸν ἀπλανῆ, πρὸς εὐσέβειαν λαοῦ ἐγκωμιάσωμεν, ὕμνοις, Εὐμένιον παθῶν, ὡς ὁμόζηλον Ἰώβ, πνευμάτων κακῶν διώκτην, καὶ εὐμενέστατον πρέσβυν, ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε φιλοσίων ἡ πληθὺς, ὕμνων καταστέψωμεν ῥόδοις, τὸν τοῦ Θεοῦ ἐκλεκτόν, ταπεινὸν Εὐμένιον, τὸν ἱλαρώτατον, Ἱερέα καὶ σύσκηνον, λεπροῦ Νικηφόρου, τοῦ ὁσίου κράζοντες· Ἐπιδαψίλευσον, πᾶσιν ὑμνηταῖς σου σὴν χάριν, ῥῶσιν καὶ ὑγίειαν ἄμφω, ταῖς θεοπειθέσι σου δεήσεσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχα·
Μακάριον Ἐπίσκοπον ἀεὶ σκέπε,
Εὐμένιε μάκαρ, Χαραλάμπης κράζει.
Γεώργιον τήρει βλάβης ἀπήμονα
ἐχθρου, Εὐμένιε, ψάλλει Χαραλάμπης.

Χαιρετισμοί εις τον Όσιο Ευμένιο Σαριδάκη

Πηγή

Πατήρ Ευμένιος· Ο κρυφός άγιος της εποχής μας

Παρακλητικός Κανών στον Όσιο και Θεοφόρο Πατέρα ημών Ευμένιο το Νέο τον εκ Κρήτης Ορμώμενο και εν Αθήνα Τελειωθέντα

Ποίημα Iωάννου Τσιλιμιγκάκη

†Εορτάζεται στις 23 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ ταπεινώσει ἐκφυγόντας ἐνέδρας, τοῦ ἀντιδίκου καὶ Χριστῷ τῷ Κυρίῳ, εὐαρεστήσας δέδειξαι πιστόν ἐδρασμός, παύων ἀῤῥωστήματα τῆς σαρκός τε καί πάθη, τῶν ψυχῶν δεινότατα συμπαθώς θεραπεύων, τῆς εὐμενείας ἔσοπτρον Θεού, σημαιοφόρε Εὐμένιε ὅσιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εὐμενείας ἐπώνυμον Χριστοῦ ὑμνῶ. Ιωάν(νου)

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐμένιον ὅσιον τὸν κρυπτόν, Χριστοῦ εὐμενείας, τὸν ἐπώνυμον ἀνυμνῶ, εἰκόνα σαλότητος ἁγίας, καὶ χαρισμάτων τοῦ Πνεύματος ἔμπλεων.

Ὑπέμεινας μένος τοῦ δυσμενοῦς, Εὐμένιε πάτερ, ὃν ἀγῶνος δι’ εὐσεβοῦς, καὶ θείας καθεῖλες βοηθείας, διὸ ἐν ἄνω Σιών ἐστεφάνωσαι.

Μονὴ τῆς Τριάδος τῆς Παντουργοῦ, ἐν βίῳ γενέσθαι, ἠξιώθης πανευκλεές, ἣν νῦν ἐν Μοναῖς ἐπουρανίοις, ὑπὲρ ἡμῶν ἐκδυσώπει Εὐμένιε.

Θεοτοκίον.
Ἐνέργειαν παῦσον πειρασμικήν, Παρθένε σπιλοῦσαν ὡραιότητα τῆς ψυχῆς, καὶ σῶμα ῥυπαίνουσαν πτωχόν μου, τὸ ἠδοναῖς ἐν ἀλόγοις τρεπόμενον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικηφόρῳ Ὁσίῳ προσκολληθεὶς ὅσιε, δι’ ὑπακοῆς ἐγκαρδίου, χαρίτων ἔμπλεως, τῶν ἰαμάτων κρουνός, καὶ νοερὰς ἐργασίας, θείων ἐργαστήριον ὤφθης Εὐμένιε.

Εὐμενῶς τὰς δεήσεις σῶν ἱκετῶν πρόσδεξαι, τῶν ὑπὸ παθὼν τρυχομένων, ψυχῆς καὶ σώματος, καὶ ἐπ’ ἐλπίδι τὴν σήν, σεπτὴν τιμῶντας εἰκόνα, καὶ ἀντιβολοῦντάς σε, θεῖε Εὐμένιε.

Ἱερώτατον πέλεις νήσου Κρητῶν καύχημα, καὶ τῶν εὐσεβῶν Ἀθηναίων, κλεινὸν θησαύρισμα, θαλαττευόντων λιμὴν καὶ ἰατὴρ τῶν νοσούντων, ἀγαθὲ Εὐμένιε Πάτερ φιλεύσπλαγχνε.

Θεοτοκίον.
Ἀσθενοῦντας τὸ σῶμα καὶ τὴν ψυχὴν ἴασαι, τοὺς πασθενεστάτῃ πρεσβείᾳ τῇ σῇ προσφεύγοντας, καὶ τὴν εἰκόνα τὴν σήν, πανευλαβώς προσκυνοῦντας, ἰαμάτων νάματα βρύουσαν Δέσποινα.

Εὐμένιε, τῆς εὐμενείας ἐπώνυμε τοῦ Κυρίου, ἀναδέδειξαι τῇ αὐτοῦ δυνάμει καὶ χάριτι, προστάτης Κρητῶν τε καὶ Ἀθηναίων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἰσχὺν δυσμενοῦς ἐμφρονῶ σου σαλότητι, πατάξας ἐχθροῦ, κλεινοῦ ἐδείχθης ἄστεως, παρακλήτωρ ἔνθεος καὶ πατὴρ πατέρων Εὐμένιε, στερεῶν ἐν πίστη ὀρθῇ, πληθὺν Ὀρθοδόξων, καὶ σεμνῇ βιοτῇ.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σεβασμίαν εἰκόνα σου, σέβομεν Εὐμένιε τῇ προχέουσαν, ἀσθενοῦσι τὰ ἰάματα, καὶ πεφορτισμένοις τὴν ἀνάπαυσιν.

Εὐμενέστατον Κύριον, δυσωπῶν μοι παύσῃ ὑπὲρ τεκνίων σου, τῶν ἐν βίου περιστάσεσι, ὅσιε Εὐμένιε βοώντων σοι.

Παταχθεὶς ὑπὸ πνεύματος, πάτερ ἀντιθέου καὶ ματαιόφρονος, ἐνεδύσω τὴν ταπείνωσιν, ὅθεν καὶ δεδόξασαι Εὐμένιε.

Θεοτοκίον.
Ὡς Θεὸν σωματώσασα, τὸν τὰς ἀσθενείας λαβόνταα πάναγνε, Θεοτόκε καὶ βαστάσαντα, νόσους τῶν ἀνθρώπων ἀνυμνοῦμέν σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέον Ἀθηνῶν, ἀναδέδειξαι καλλώπισμα, μαθητεύσας Νικηφόρου τοῦ σεπτοῦ, παρὰ τοὺς πόδας ὁσιότατε Εὐμένιε.

Ὕψος τὸ τῆς σῆς, ταπεινώσεως Εὐμένιε, καταπεμφθείσης σοὶ ὑψωθὲν ἁπλῶς, μετ’ εὐλαβείας οἱ Ὀρθόδοξοι θαυμάζομεν.

Μέμνησο ἡμῶν, τῶν τιμώντων τὴν εἰκόνα σου, καὶ ἀπάλλαξον παθῶν φθοροποιῶν, καὶ ἐπηρείας τοῦ ἀλάστορος Εὐμένιε.

Θεοτοκίον.
Ὅπλων κατ’ ἐχθρῶν, ἀοράτων τὴν πρεσβείαν σου, πρὸς Τριάδα κεκτημένῃ Μαριάμ, οὐ δειλιῷμεν Θεοτόκε παντευλόγητε.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Νηστείαις τε, καὶ πολλαῖς ἀσκήσεσιν, οὐρανόφρων ἐν τῇ γῆ ἀνεδείχθης, καὶ τὸν ἐχθρὸν εὐχερῶς ἐξεγέλας, τῶν δυσμενῆ θεοφόρε Εὐμένιε, σαλότητος ἤθει σεπτῷ, τὸ ξενίζοντι κόσμον τὸν ἄκοσμον.

Χαρίσμασιν, ἐκ παιδὸς κεκόσμησε, δαψιλέστατα Εὐμένιε πάτερ, καὶ γὰρ πολλῇ ταπεινώσει διάγων, τοῦ Παρακλήτου τὴν χάριν ἐφείλκυσας, καὶ ὤθφης πλήθους εὐσεβῶν, ἀντιλήπτωρ θερμὸς καὶ διδάσκαλος.

Ῥαπίσματι, ἀγαθὲ Εὐμένιε, δυσμενεῖ σε ὁ ἀρχέκακος ὄφις, τρώσας δεινῶς οὐκ ἐξίσχυσεν ὅλως, τοῦ ἀπολέσαι σε ἄνερ θειότατε, καὶ γὰρ Χριστός σε θαυμαστῶς, ἐνεργῶν τὸ καθόλου ἰάσατο.

Θεοτοκίον.
Ἱκέτευε, τὸν Θεὸν ὃν ἔτεκες, ὑπὲρ πάντων τῶν τιμώντων σε πίστει, οὓς ἐκ πασῶν ὁρατῶν διατήρει, καὶ ἀοράτων παγίδων τοῦ δράκοντος, θερμαῖς σου Δέσποινα εὐχαῖς, Ὀρθοδόξων ἐλπὶς ἀκαταίσχυντε.

Εὐμένιε, τῆς εὐμενείας ἐπώνυμε τοῦ Κυρίου, ἀναδέδειξαι τῇ αὑτοῦ δυνάμει καὶ χάριτι, προστάτης Κρητῶν τε καὶ Ἀθηναίων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Εὐμενείας τὸν τῆς τοῦ Κυρίου ἐπωνύμον, συμπαθείας καὶ ἀοργησίας ἀνάπλεων, θαυμασίων τὸν ὑπουργόν, καὶ χάριτος κρουνόν, κρυπτὸν ὅσιον τῶν Ἀθηνῶν, καὶ ἐγκαλλώπισμα Κρητῶν, ἀρετῶν ἐργαστήριον, πλάνης τὸν καθαιρέτην, πιστῶν δὲ τὸν ποδηγέτην, σημειοφόρον καὶ σαλόν, ἐπαινέσωμεν Εὐμένιον.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ. (Τρίς)
Στίχος. α΄.
Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Στίχος.
Σοὶ θύσω θυσίαν αἰνέσεως καὶ τὸ ὀνόματι Κυρίου ἐπικαλέσομαι.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ’, 17-22).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μένος τοῦ ἀλάστορος, καθυπομείνας θεόφρον, ἀμέτρον εὐμένειαν, τὴν τοῦ Παντοκράτορος ἀνεκήρυξας, τοῖς πιστοῖς ἅπασι, λόγοις καὶ σημείοις, παρακλήτορ συμπαθέστατε, ποιμὴν πανάρετε, θείων ἀσκητῶν ἰσοστάσιε, ἀρχαίων καὶ ὁμότροπε, κλέος Ὀρθοδόξων Εὐμένιε, ὅθεν ἱκεσίας, πιστῶν μὴ ὑπερίδῃς τὰς θερμάς, τῶν προσκυνούντων τὴν μνήμην σου, καὶ μακαριζόντων σε.

Σῶσον ὁ Θεὸς τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σὺν πᾶσι τοῖς Ἁγίοις, ἐν σκηνώμασι θείοις τὸν ἐπὶ πάντων Θεόν, Εὐμένιε δυσώπει, ὑπὲρ τῶν σε τιμώντων, ἐν καρδίας ἁπλότητι, καὶ μεσιτείαν τὴν σήν, θερμῶς ἐξαιτουμένους.

Τίς Πάτερ τῶν ἀνθρώπων, προσπελάσας ποτέ σοι τῷ ταπεινῷ καὶ σοφῷ, καὶ πλήρει χαρισμάτων, σοῦ τοῦ θεοφωτίστου, ἀρετὴν οὐκ ἐθαύμασε, τῆς εὐμενείας Θεοῦ, φερώνυμε θεόφρον;

Ὀσμὴν ἀθανασίας, Εὐμενίου ὁ τάφος τοῖς προσκυνούσι πιστῶς, ἐκπέμπει καὶ ἰᾶται, σωμάτων ἀλγηδόνας, καὶ ψυχῶν ἀῤῥωστήματα, καὶ καταπαύει ἐχθροῦ, ἐνέργειαν δολίου.

Θεοτοκίον.
Ὑπὸ τὴν κραταιάν σου, καταφεύγομεν σκέπη οἱ πειρασμοῖς ἐν πολλοῖς, τρυχόμενοι καὶ πίστει, φωνοῦντές σου τὴν κλῆσιν, Μαριάμ ἀειπάρθενε, ἀπεκδεχόμενοι νῦν, ψυχῶν τὴν σωτηρίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὲρ ὑγιείας, τῶν ἀσθενῶν ἐκδυσώπει, παῤῥησίᾳ Εὐμένιε θείᾳ, καὶ ὁλοκληρίας, Τριάδα τὴν Ἁγίαν.

Μένος νικήσας, τοῦ δυσμενοῦς ἀντιδίκου, τῶν πιστῶν ἑδρασμὸς ἀναδειχθῇς, πίστιν εἰς Κυρίου, Εὐμένιε θεόφρον.

Νενοσηκότα, ψυχὴν καὶ σῶμα βαρέως, σὺ με ἴασαι θείαις λιταῖς σου, πάτερ θεοφόρε, Εὐμένιε καὶ σῶσον.

Θεοτοκίον.
Ὡς Ὑπερτέρα, τῶν ἀσωμάτων Ἀγγέλων, εὐλαβῶς σε οἱ πιστοὶ ἀνυμνοῦμεν, Λόγον τὸν πρὸ πάντων, γεννήσασαν Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱλέωσαι θερμαῖς σου, ὅσιε πρεσβείαις, καὶ θεοδέκτοις εὐχαῖς σου, Χριστὸν τὸν Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἡμᾶς Εὐμένιε.

Ὡραίους παρὰ πόδας, πάτερ μαθητεύσας, τοῦ Νικηφόρου ἐδείχθης ἀστήρ φαεινός, σημειοφόρος τε μέγας, κλεινέ Εὐμένιε.

Ἀθῆναι ἐγκαυχῶνται, σοῦ τὴν πολιτείᾳ, Κρητῶν δε νῆσος τιμᾶται γενέθλη ἡ σή, καὶ γὰρ οἰκεῖος ἐδείχθης, Χριστοῦ Εὐμένιε.

Θεοτοκίον.
Νοῦν πάντα ὑπερέχει, σύλληψις ἡ ξένη, Θεοῦ τοῦ Λόγου ἀχράντῳ ἐν μήτρα τῇ σῇ, εἰς σωτηρία ἀνθρώπων, ἁγνὴ Θεόνυμφε.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τὸ ἐγκαύχημα τῶν Κρητῶν, καὶ τῶν Ἀθηναίων, ἐγκαλλώπισμα τὸ κρυπτόν, χαίροις ὁ πλουτήσας χαρίσματα ποικίλα, πιστοῖς δε ὑπουργήσας τούτοις Εὐμένιε.

Χαίροις ὁ ποιμὴν ὁ θαυματουργός, χαίροις τοῦ Ὑψίστου, ὁ ἰσάγγελος λειτουργός, χαίροις ὦ εὐχαῖς σου τὴν τίγριν ἡμερώσας, βροτοὺς δὲ θεραπεύσας πλείστους Εὐμένιε.

Θραῦσον τὰς παγίδας τοῦ δυσμενοῦς, ὄφεως ἀρχαίου, θερμοτάταις σου προσευχαῖς, καὶ ἱκετηρίαις, Χριστὸν πρὸς τὸν Σωτῆρα, τὸν πλήρη εὐμενείας μάκαρ Εὐμένιε.

Ἔρωτος ἀνάπλεως θεϊκοῦ, ἐκ παιδὸς ὡράθης, εὐμενείας τύπε Θεοῦ, καὶ διακονήσας Χριστῷ ἀφιλαργύρῳς, Εὐμένιε ποιμένων ὤφθης ἀκρώρεια.

Ἤθους ἀσυνήθους τε καὶ σαλοῦ, γέλωτι πολλάκις, κατεγέλας τοῦ πονηροῦ, καὶ τῷ ἐν Ἁγίοις ἐλάτρευες Κυρίῳ, Πατέρων Ὀρθοδόξων κλέος Εὐμένιε.

Ἵλεων ἀπέργασαι τὸν Θεόν, ἐμοὶ τῷ ἀθλίῳ, ὃν ποθήσας ἀπὸ παιδός, χάριτος ἐπλήσθης, Εὐμένιε ποικίλης, δι’ ἧσπερ καταυγάζεις κόσμου τὰ πέρατα.

Τρόπους ἐκμιμούμενος τῶν σαλῶν, ἄριστα ἐφρούρεις, τὸν ἀτίμητον θησαυρόν, τὸν ἐν τῇ σεπτῇ σου, καρδία κεκρυμένον, Εὐμένιε πατέρων μέγα θησαύρισμα.

Ὧ σου μακαρίας τῆς βιοτῆς, ὦ τῆς εὐμενείας, καὶ ἁπλότητος θαυμαστῆς, ὧ σοῦ τῆς καρδίας ἀγάπης καιομένης, Εὐμένιε πρὸς πάντας σοὶ τοὺς προστρέχοντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.
Θείᾳ χάριτι καὶ εὐμενείᾳ, φλὸξ εἰσῆλθέ σου, ἐν τῇ καρδία, πυρπολοῦσά σε θεόφρον Εὐμένιε, καὶ καταθέλγουσα ὅθεν ἐχώρισας, πρὸς βιοτὴν μοναζόντων ἰσαγγέλον, ἀλλὰ πρέσβευε Κυρίῳ ὑπὲρ τῶν πίστει σε, καὶ πόθῳ ἀνυμνούντων παναοίδιμε.

Δόξα καὶ νῦν.
Θεοτοκίον.
Σε τὴ μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν, Θεοτόκε Παρθένε, ἐν τῇ σαρκί τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἰός σοῦ καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μένος βροτοκτόνου τὸ δεινόν, τοῦ δυσμενεστάτου καθεῖλες, τῇ ταπεινώσει τῇ σῇ, ὅσιε Εὐμένιε, θεοχαρίτωτε, Ἐκκλησίας θησαύρισμα, πιστῶν ἀντιλήπτορ, κρήνη τῶν ἰάσεων, κλεινοῦ δε ἄστεως, κλέος καὶ καλλώπισμα Κρήτης, τῆς ἁγιοτόκου καὶ κόσμου, κόσμε καὶ εὐχέτα διαπρύσιε.