Παράκληση εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Φιλόθεο Ζερβάκο τον Αρτιφανώς εκλάψαντα εν Πάρω
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 8 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Πακίων γόνε καὶ Παρίων κοσμήτωρ, τοῦ Παρακλήτου δεδεγμένος τὴν χάριν, ἐν τοῖς ἐσχάτοις ἔτεσιν σοφίας κρουνός· ὤφθης καὶ ὁμόζηλος ἀσκητῶν τῆς ἐρήμου, ὅθεν δυσωποῦμεν σε, σοφισμάτων τοῦ πλάνου, τοὺς σοὺς ἱκέτας λύτρωσαι ταχύ, τοὺς σὲ τιμῶντας ἐκθύμως Φιλόθεθε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Φίλον ἀρετῶν θείων Φιλόθεε δεῖξον με. Χ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φιλόθεε χάριτος δαψιλούς, νεότευκτε οἶκε, τῶν αἰτουμένων σὰς εὐχάς, χαρίτων παντοίων πλῆσον τάχος, ὡς ἀεὶ μεγαλύνω σὺ πρόνοια.
Ἰδεῖν με ἀξίωσον τὸν Χριστόν, ἐν πολῇ τῇ ἄνω, Φιλοθέου ζωῆς οἰκῶν, ὁ τίνα ψυχῆς ἀΰλῳ ὄμμα, ἐν οὐρανοῖς ἔσχες ἄνω πολίτευμα.
Λειμὼν μυροβόλος καὶ εὐανθής, εὐχῆς ἀσιγήτου, πελλῶν πρέσβευε τῷ Χριστῷ, Φιλόθεε ἄνθη μετανοίας, ἐν τῇ ἀνίκμῳ καρδία βλαστήσε μου.
Θεοτοκίον.
Ὁδήγησον πάντας πρὸς σωστικούς, λιμένας τοὺς πόθῳ, ἀνυμνοῦντας σε Μαριάμ, τοῦ νέου Ὁσίου Φιλοθέου, Μυρτιδιώτισσα εὖχος ἀτίμητον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεαυγέστατον ἄστρον τῆς τοῦ Χριστοῦ πίστεως, τῷ καταφωτίσα ἀκτῖσι, πάντας χρηστότητος, καταύγασον μου τὸν νοῦν, φωτί τῆς γνώσεως Πάτερ, ἶνα ὕμνους μέλπω σε θείοις Φιλόθεε.
Ἀκακίαν ἐμπρέπων καὶ βιοτὴν Ὅσιε, πάλαι τῶν ἄρτι Πατέρων, σῶφρον δυκνύμενος, ἡμῖν ἰθύνεις καλῶς, πρὸς θείαν ἅμιλλα πάντας, τοὺς προσερχομένους σοι Μάκαρ Φιλόθεε.
Ῥαθυμίας τὸν ζόφον ταῖς σαῖς εὐχαῖς σκέδασον, ἦμαρ ἐγρηγόρσεως θεῖο, πάτερ Φιλόθεε, τῶν προστρεχόντων τῇ σῇ, πρός τὸν Θεὸν παῤῥησία, ἵνα τῷ Παντάνακτι συμβασιλεύσωμεν.
Θεοτοκίον.
Ἐνδυνάμωσον πάντας μετὰ σπουδῆς σπεύδοντας, σου τῇ ἀντίληψιν Παρθένε Μυρτιδιώτισσα, καταπατήσε ὀφρύν, τοῦ μισοκάλου βελίαρ, καὶ γενέσθαι Πνεύματος ἀγγεῖα εὔχρηστα.
Φιλόθεον, ἡμᾶς ἀνύσαι ἀξίωσον πολιτείαν, τοὺς τιμῶντας σε ἐκτενῶς τρισμάκαρ Φιλόθεε, καὶ θραῦσον τὰς πάγας τοῦ μισοθέου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Παθὼν ζοφερῶν ἀπάλλαξον πρεσβείαις σου, καὶ ἄχθους δεινοῦ, σοὺς πρόσφυγας Φιλόθεε, μονοτρόπων κλεῖσμα καὶ Ὁσίων ἄστρον νεόφωτον, ὡς ἐν ἀεὶ τιμῶντες σε ᾠδαῖς, φωτὸς θείου μετόχι γενόμεθα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ταμειούχε τῆς χάριτος, ἰαμάτων κῦρος σεπτῶν Φιλόθεε, δωρεῶν παντοίων ἔμπλησον, τοὺς ἀσπαζομένους σου τὸ σκήνωμα.
Ὡς τὸν πάλαι ὁμόζυγος ἀσκητῶν τῷ ἀγόνῳ τῆς καρδίας μου, ταῖς πρεσβείαις σου γεώργησον, ἵνα μεγαλύνω σε Φιλόθεε.
Νεοσμίλευτον ἄγαλμα τῆς ἀδιαλείπτου εὐχῆς Φιλόθεε, ἐργαστήριον ἀνάδειξον, προσευχῆς ἀόκνου τοῦ σοὺς πρόσφυγας.
Θεοτοκίον.
Θαψανών ἐγκαλλώπισμα, Θεοτόκε θάψον διαβούλια, ὄνειρα τοῦ παναλάστορος, ταῖς τοῦ Φιλοθέου παρακλήσεσι
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔκλυσας ἐχθρούς, τὴν σκοτόμαιναν Φιλόθεε, ἀστραπαῖς τῆς σῆς Ὁσίας βιοτῆς, ὅθεν κράζω σύ τὰ σκότει μου διάλυσον.
Ἴθυνον ἡμῶν, πρὸς Ἐδέμ τὰ διαβήματα, ὁ ἀσκήσεις διοδεύσας ἀτραπούς, σωστικὰς ἀρτίως Ὅσιε Φιλόθεε.
Ὥσπερ θησαυρός, ἀνεκτίμητον κατέχουσα, ἢν ἐδόμησας Μονήν τὸν Θαψανών, τῷ σὸν σκῆνος ἁγιάζει πάντας Ὅσιε.
Θεοτοκίον.
Νέον ἀσκητῶν, ἀγαλλίαμα Μητρόθεε, Φιλοθέου τοῦ ἐν Πάρῳ τὰς ἡμῶν, ἱκεσίαις πρός τὸν Κύριον εἰσάγαγε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Φιλόθεε, τῶν Πακίων βλάστημα, καὶ Μονῆς τῆς Λογκοβάρδας προΐστωρ, ὁ ἐν ἐσχάτοις τοῖς χρόνοις ἀσκήσας, θεοπρεπώς ἐκτενῶς καθικέτευε, ὑπέρ τῶν πίστει ἀκλινεῖ, εὐθυμούντων τοὺς θείους ἀγῶνας σου.
Ἱκέσιον, σὺ κανόνα πλέκοντες, δυσωποῦμεν σε Φιλόθεε μάκαρ, μὴ διαλίπῃς πρὸς ἀγυμνασμένους, τῷ Παντεπόπτῃ ἡμῶν τὰ αἰτήματα, τῶν προσφεύγόντων ἀσκητά, τῇ θερμὴ πρὸς Αὐτὸν μεσιτείᾳ σου.
Λευκάνθεμον, μυριστόν τῆς χάριτος, τοῦ καρκίνου δυσωδία διώκεις, καὶ ὡς καλὸς φυτοκόμον ὑγείας, τοῖς προστρέχουσι θείοις Φιλόθεε, δυνάμει τοῦ Πανσθενουργού, Ἰησοῦ ὦ ἐν βίῳ ἠγάπησας.
Θεοτοκίον.
Οὐ παύω σε, Μυρτιδίων καύχημα, Θεοτόκε μυστικῶς μεγαλύνω, σὺν Φιλοθέου τὸν νέο Ὁσίων, καὶ παραλήπτωρ εὑρών τῇ τὴν ἴασιν, ὑπό τῆς χάριτος τῆς σής, ἐν Κυθήροις ποτὲ Ὑπερύμνητε.
Φιλόθεον, ἡμᾶς ἀνύσαι ἀξίωσον πολιτείαν, τοὺς τιμῶντας σε ἐκτενῶς τρισμάκαρ Φιλόθεε, καὶ θραῦσον τὰς πάγας τοῦ μισοθέου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν Μυροθήκη τῆς Θείας χρηστότητος καὶ εὐωδία ζωῆς καθαρότητος, τιμήσωμεν πάντες Φιλόθεε, ἀναβοῶντες ἡμῶν φαῦλον κράξεων ταχὺ δυσωδίαν ἀπέλασον.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχος. Μακάριος Ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄, 17-22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πύρσευμα νεόφωτον, τῇ τοῦ Χριστοῦ Ἐκκλησία, πέφηνας Φιλόθεε, λαμπρὸν ἰσαγγέλου σου βίῳ Ὅσιε, πελλῶν γὰρ πάντιμον, Πνεύματος Ἁγίου, σκεῦος τε μύστην τιμῶσί σε, ἀφθόνως χάριτας, προσευχῆς ἀόκνου ἐναύλισμα, καὶ πάνσοφε διδάσκαλε, τῶν ἐπιζητούντων τὰ κρείττονα, ὅθεν σὺ βοῶμεν, καταύγασον ὑψόθεν καὶ ἡμῶν, ψυχῆς ζοφώδους τὰ μύχια, τῶν μακαριζόντων σε.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θείου Πνεύματος στόμα, πρὸς πηγὰς σωτηρίου διψῶντας ἴθυνας, Φιλόθεε σοῖς λόγοις, διὸ σε δυσωποῦμεν, καὶ ἡμᾶς καθοδήγησον, πρὸς οὐρανίους αὐλάς, καὶ θεϊκὰς σκηνώσεις.
Ἐλλαμπόμενος φέγγει παρακμὴ τῷ τοῦ θείου σεμνὲ Φιλόθεε, τῆς ἀκηδίας σκότος, ἡμῶν ἀποδιώκεις, τῶν ἀεὶ εὐφημούντων σε, καὶ διεγείρῃς ἡμᾶς, πρὸς κτίσῃ τῶν κρειττόνων.
Ἐξ ἐχθρῶν ἀοράτων ἐπιθέσεως πάντας, ἀτρώτους φύλατε, Φιλόθεε τοὺς θείαν, κατέχοντας ἀσπίδα, τὰς σεπτὰς ὑποθήκας σου, καὶ διδαχῶν σου σοφῶν, τὴν πλημμυρίδα Πάτερ.
Θεοτοκίον.
Δυνατοὺς ἐν τῇ πίστη τοῦ Υἱοῦ καὶ Θεοῦ σου Μυρτιδιώτισσα, τοὺς σοὺς οἰκέτας τήρει, εὐχαῖς τοῦ Φιλοθέου, διδασκάλου τοῦ ἐμφρόνως, μεθ΄ων δυσώπει Χριστό,υπέρ τῶν σε τιμώντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ’ ὕψους δίδου, γνῶσιν ἡμῖν ἀόρατος, τοῦ νοεῖν Θεοφόρε καὶ πράττειν, τὰς σωτηριώδη, λύσι τίλλει καὶ θεία.
Ἰάσεις βλύζεις, ταῖς ἀσθενοῦσι καρδίαις, ὡς ὁ λόγος Φιλόθεε μάκαρ, καί τὸ νοῦν ἐγείρει, ἐξ’ ἀγνωσίας τάφου.
Ξενίας ὄντως, Δεσποτικῆς καὶ τραπέζης, ἀθανάτου Φιλόθεε θεῖε, τετευχὸς μὴ παύσεις, ὑπὲρ ἡμῶν πρεσβεύεις.
Θεοτοκίον.
Οὐρανομήκη, ἐν ψαλμῳδία ὑμνοῦμεν, σε τὸν Κτίστην ἀφραστώς τεκοῦσα, Μύρτιδίων γέρας, Πολύτιμον Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νικήσας τὸν ἀρχαῖον, πτερνιστῇ ἰσοβίων, θεοφιλῆ καὶ ἀσκήσει Φιλόθεε, νικήσας ἄνομα πάθη, πιστοὺς ἀξίωσον.
Μυρίπνοον ὡς ῥόδον, πρόκειται ἡ λάρναξ, ἡμῖν σῶν θείων λειψάνων Φιλόθεε, ἢν ἀσπαζόμενοι χάριν ἀεὶ λαμβάνομεν.
Ἔνθεος διανύει, ἀρετῆς τὸν δρόμον, τοὺς εὐφημοῦντας ἐν πόθῳ Φιλόθεε, Παρίων σέμνωμα πάντιμον καταξίωσον.
Θεοτοκίον.
Χαρά τοῦ Φιλοθέου, καὶ παραμυθία, Μυρτιδιώτισσα σκέπε ἀείποτε, τοὺς μεγαλύνοντας πίστη τὸν θεῖον τόκον σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἐκκλησίας ἀρτιφανές, ἄστρον τῷ φωτίζων, τῶν προσφύγων σου τὰς ψυχάς, τὰς ἐζοφομένας Φιλόθεε Παμάκαρ, βουλαῖς τῆς πολιτείας τῆς φιλοθέους σου.
Χαίροις τῶν Πακίων σεπτὸς βλαστός, καὶ τῆς νήσου Πάρου, στῦλος ὄντως φωτοειδής, Χαίροις Λογκοβάρδας καὶ Θάψανων κοσμήτωρ, Φιλόθεε χαρίτων θείων ὁ ἔμπλεως.
Χαίροις ποδηγέτης τῶν εὐσεβῶν, πρὸς λιμένα θείων, φάρε Πάρου νεολαμπές, Χαίροις διδασκάλων ἐνθεοῦ κοσμιότης, Φιλόθεε καὶ φύλαξ τῶν εὐφημούντων σε.
Χαίροις ἐγχειρίδιον συμβουλῶν, σωστικῶν καὶ βίου, παναμώμου καὶ Ἱεροῦ, τόμος θεοφόρε χρυσόδετος Πατέρων, ὁμόζηλε τῶν πάλαι μάκαρ Φιλόθεε.
Χάριτας βλυστάνεις παντοδαπάς, ἡ σεπτὴ σορός σου, ἐν τῇ Μάνδρα τῶν Θαψανών, τοῖς προσερχομένοις αὐτοὶ μετ’ εὐλαβείας, Φιλόθεε ἀζύγων ἔκτυπον κάλιστον.
Σκέπε Ὀρθοδόξους ἁπανταχοῦ, γῆς εὑρισκομένους, καὶ προστρέχοντας σαῖς εὐχαῖς, ἀσκητῶν ἐνθέων νεοφανῶν ἀκρότης, Φιλόθεε Ὁσίων δήμου συνάρθμε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Δι’ευχής ἀσιγήτου ἀποτάξας τὸ φρόνημα, τῆς σαρκὸς προσείλκυσας χάριν, δαψιλῇ τὴν τοῦ Πνεύματος, καὶ φίλτατος θεράπων τοῦ Θεοῦ, Φιλόθεε ὤφθης ἀρτιφανώς, ἀποστάζεις εὐσεβέσιν σοφίας Νέκταρ θείων τοῖς κραυγάζουσι· Δόξα τῷ σε δόξαντι Χριστῷ, Δόξα τῷ σε στεφανώσαντι, Δόξα τῷ δωρουμένο δία σου ἡμῖν τὰ κρείττονα.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Λογκοβάρδας φωστῆρα τὸν Παμφαέστατον, καὶ εγκαλώπισμα Πάρου, τὸν ἐν ἐσχάτοις καιροῖς, ἐποφθέντα τοῦ Κυρίου φίλον γνήσιον, ὡς θεοθέντα εὐσεβῶς, κατὰ μέθεξιν πίστη, Φιλόθεον τὸν θεόπνουν, ἐγκωμιάσωμεν σπεῦσον, ἀναβοῶντες βοηθήσαι ἡμᾶς.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκεῦος Παρακλήτου τιμαλφές, ῥιζοτόμε πᾶσις κακίας, καὶ φυτοκόμε σεπτέ, βίου τελειότητος, Χριστὸν ἱκέτευε, ἀποτέμνειν ζιζάνια, εὐχῶν σου δρεπάνι, πράξεων τῶν φαύλων μου, σοφὲ Φιλόθεε, ἵνα τὴν σὴν μνήμην ἐκθύμως, ὅθεν μεγαλύνω ὁ τάλας, ὁ ἀεὶ προστρέχων τῇ σῇ χάριτι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.