Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Αρχιμανδρίτη Σάββα τουπίκλη Αχχιλέως

  1. Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

  2. Ποίημα Αθανασίου Δ. Κυπραίου

Παρακλητικός Κανών στον Όσιο Πατέρα ημών Αρχιμανδρίτη Σάββα Τουπίκλην Αχιλλέως Kτήτορα Ιερού Ναού Αγ. Γεωργίου Καρέα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Η Κοίμηση του στις 3 Αυγούστου

*Ο παρὼν Παρακλητικὸς Κανὼν ἀποτελεῖ προϊὸν εὐλαβείας τοῦ ὑμνογράφου πρὸς τὸ ἐξυμνούμενον ἱερὸν πρόσωπον, τὸ λαβὸν τὸ βραβεῖον τῆς ἄνω κλήσεως διὰ τῆς θεαρέστου ἱερατικῆς αὐτοῦ διακονίας καὶ δεητικὸν πρὸς τὸν εὐΐλατον Κύριον, εἰς τὸν Ὁποῖον πιστεύομεν ὅτι Αὐτὸ ἔχει παῤῥησίαν· ἄλλωστε, ἐκ τῆς ἐξυμνήσεως αὑτῆς καὶ τῆς δεητικῆς καταστάσεως καὶ ὁ ἴδιος ὁ ποιητὴς ἐνισχύεται καὶ ἐνδυναμοῦται εἰς τὸν ἀγῶνα πρὸς ἀρετῆς τελείωσιν.
Συνετέθη ἐξ ἰδίας τοῦ ὑμνογράφου προθέσεως, σκοπεύει μόνον εἰς πνευματικὴν αὐτοῦ ἐνίσχυσιν καὶ εἰς τὸν ἐμπλουτισμὸν τῆς ἐκκλησιαστικῆς γραμματείας.
Διὰ τὴν εὐρεῖαν αὐτοῦ χρῆσιν ἡ μόνη ἁρμοδία νὰ ἀποφανθῇ ἐν ἀπωτέρῳ μέλλοντι εἶναι ἡ Ἱερὰ Σύνοδος τῆς Ἐκκλησίας μας.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῇς·

 Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀρχιμανδρίτην ὁσιώτατον Σάββαν, μεγαλομάρτυρος Ναοῦ Γεωργίου, ἐν τῷ Καρέα κτήτορα ᾠδαῖς μελιχραῖς, ὡς πνευμάτων μέλψομεν ἀκαθάρτων ὀλέτην, καὶ πιστῶν ἀλάθανστον, πρὸς Θεὸν ποδηγέτην, ἀναβοῶντες· Πάτερ σαῖς εὐχαῖς, πρὸς σωτηρίας ἡμᾶς τρίβους ἴθυνον.

Δόξα.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν δαιμόνων διώκτην, καὶ Καρέα τὸ καύχημα, τὸν μυσταγωγὸν τοῦ Κυρίου, δεῦτε πάντες τιμήσωμεν, πατέρων ἀκροθίνιον σεπτόν, φανέντα ἐν ἐσχάτοις τοῖς καιροῖς, τὸν διδάξαντα προθύμως τὸν ἱερόν, καὶ θεῖον Εὐαγγέλιον· δόξα τὸ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε ἀναδείξαντι, δόξα τῷ δωρουμένῳ διά σου, Σάββα, τὰ κρείτονα.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σάββα πέμψον σὴν χάριν ἡμῖν θεόθεν. Χ.Μ.Μ.

Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα δυσώπει καὶ Λυτρωτήν, ἡμῶν μάκαρ Σάββα, ὑπὲρ πάντων σῶν εὐλαβῶς, σπευδόντων σῇ χάριτι ἐν βίου, ἀνάγκαις δίναις, κινδύνοις καὶ θλίψεσιν.

Ἀλάθανστον κόσμου χειραγωγόν, πρὸς τρίβον εὐθεῖαν, τὴν ἀπάγουσαν πρὸς σκηνάς, τοῦ πόλου κατέγνωμέν σε Σάββα, Χριστοῦ λευΐτα σεπτὲ καὶ πανόσιε.

Βοήθει τοῖς σπεύδουσι εὐλαβῶς, τῇ σῇ παῤῥησίᾳ, ἐν ἀνάγκαις καὶ πειρασμοῖς, θειότατε Σάββα σαῖς πρεσβείαις, ἐλθεῖν αἰσίαν εἰς ἔκβασιν, ὄλβιε.

Θεοτοκίον.
Βλαστοῦ νησοῦ Κύπρου τοῦ εὐθαλοῦς, λιταῖς Θεοτόκε, Σάββα ἐμφρόνως ἀρετῆς, ταμεῖα ἀνάδειξον σοὺς δούλους, σῶν θαυμασίων πληθὺν μεγαλύνοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀσθενῶν ἀντιλήπτωρ καὶ ἰατρὲ τάχιστε, Σάββα σοὶ οἰκούσῃ ἀφθόνως, χάριτι σπεύδοντας, σαῖς διαθέρμοις εὐχαῖς, ἰάσω καὶ δαιμονῶντας, πονηροῦ τῆς μάστιγος τάχος ἀπήλλαξας.

Παναοίδιμε Σάββα ἡμῶν ἀχλὺν θλίψεων, καὶ τῶν λυπηρῶν τὴν ὀμίχλη, σκέδασον τάχιστα, θεοπειθέσιν εὐχαῖς, ταῖς σαῖς πανόσιε Πάτερ, βίου καθαρότητος ἔμπνουν θησαύρισμα.

Ἔδειξέ σε ἡ χάρις τοῦ πανσθενοῦς Πνεύματος, σὲ θεοφορούμενε Σάββα, θεῖον ὁμόζηλον, Προδρόμου καὶ Ἡλιοῦ, λογοῖς καὶ ἔργοις ταμεῖον, Ὀρθοδόξου πίστεως ὄντως ἀσύλητον.

Θεοτοκίον.
Μητροπάρθενε σπεῦσον ἐν πειρασμοῖς Ἄχραντε, πάντας βοηθῆσαι σοῖς δούλοις καὶ περιστάσεσιν, ἐνθέρμοις Σάββα λιταῖς, ἐπέμβασίν σου ἰδόντος, ἐν Μονῇ τῆς χάριτος θείας Κικώτισσα.

Κατάδειξον, ἡμῖν τὴν χάριν σου Σάββα ἀρχιμανδρῖτα, δαιμονώντων ὁ ἰατήρ, καὶ πάντων προσφύγιον, καμνόντων ἣν εἴληφας οὐρανόθεν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐχῆς ἐραστὴν καὶ πρόβολον συνέσεως, ταχὺν ἰατρόν, νοσούντων εὐφημήσωμεν, καὶ διώκτην δαίμονος, θεῖον Σάββαν, Καρέα οἰκήτορα, καὶ ἀπλανῆ πιστῶν χειραγωγόν, ἀρίστων ἠθῶν, σοφὲ πρὸς ἔπαλξιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ψάλειν πάντας ἀξίωσον, τῷ Κυρίῳ Σάββα θεομακάριστε, σε αὐτὸν ᾧ ἀφιέρωσας, ἔφεσιν ψυχῆς σου ὅλην Πάντιμε.

Ὁδηγὸς πρὸς μετάνοιαν, καὶ πρὸς παραδόσεων διατήρησιν, Ὀρθοδόξων Σάββα πέφηνας, εὐσεβῶν σπευδόντων σοι ἑκάστοτε.

Νύκτα Σάββα ἐκδίωξον, ἀγνωσίας τῶν ἐπικαλουμένων σε, ἀστραπαῖς τῶν σῶν δεήσεων, πρὸς τὸν Φωτοδότην πᾶσις κτίσεως.

Θεοτοκίον.
Σωτηρίας πρὸς δώματα, ἴθυνον σοὺς δούλους Θεογεννήτρια, καταφεύγοντας σῇ χάριτι, καὶ ἐκδεχομένους ἱκεσίαις σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤσχυνας ἐχθρόν, ἀγωγῇ σου τὸν παμβέβηλον, θεαρέστῳ ἱερεῦ Θεοῦ σεμνέ, θεῖε Σάββα τῶν Ἀγγέλων ἰσοστάσιε.

Νῦν ὡς τοῦ Θεοῦ, ἐκλεκτὸν Σάββα θεράποντα, σὲ ὑμνοῦντες ἐκδεχόμενα λιτάς, πρὸς Αὐτόν, τὰς διαθέρμους σου πανόλβιε.

Χάριν σου πολλήν, εὐκαμψίαν ἐκ τοῦ σκήνους σου, Σάββα ἔδειξας τοῖς σπεύσασι πιστῶς, σὲ προπέμψαι εἰς ζωὴ τὴν αἰωνίζουσαν.

Θεοτοκίον.
Αὔξησον ἡμῶν, πόθον Μῆτερ πρὸς μετάνοιαν, τὴν πλυθὺν μεγαλυνόντων σου Ἁγνή, θαυμασίων καὶ ἀντίληψιν πρὸς δούλους σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥανίδας μου, τῶν δακρύων πρόσδεξαι, ὡς θυμίαμα πανεύοσμον Σάββα, οὗ προσευχαὶ πρὸς τὸν θρόνον Ὑψίστου, ὥσπερ θυμίαμα θεῖον ἀνέβαινον, ὑπὲρ ἡμῶν τῶν ἀναιδῶς, ὑβριζότων Αὐτὸν αἰσχραῖς πράξεσιν.

Ἱκανῶσον, Σάββα τοὺς ἱκέτας σου, ἀσφαλῶς βαδίσαι τρίβον τοῦ βίου, καὶ καταντῆσαι εἰς πόλους σκηνώσεις, τοὺς εὐλαβῶς ἐκτελοῦντας τὴν μνήμην σου, πνευματικὲ χειραγωγέ, πρὸς σωτήριον πάντων μετάνοιαν.

Νὺν μέλποντες, σὲ ὡς οἶκον χάριτος, θεῖε Σάββα ἀλγεινῶς ἀσθενοῦντα, τῶν ἐξαρπάσαντα ἐκ τοῦ θανάτου, καὶ δι’εὐχῶν θεραπεύσαντα ὅρασιν, ἀνδρὸς προστρέξαντος πιστῶς, σαῖς θερμαῖς πρὸς τὸν Κτίστην δεήσεσι.

Θεοτοκίον.
Ἡ πάνσεμνος, Μήτηρ τοῦ Παντάνακτος, ἐπευλογεῖ οὐρανόθεν σοὺς δούλους, καὶ καθαγίαζε πάντων τὰ ἔργα, μεγαλυνόντων σε ὡς ἐνδιαίτημα, ἡγιασμένον τοῦ Θεοῦ, καὶ καθέδραν Αὐτοῦ ἀχειρότευκτον.

Κατάδειξον, ἡμῖν τὴν χάριν σου Σάββα ἀρχιμανδρῖτα, δαιμονώντων ὁ ἰατήρ, καὶ πάντων προσφύγιον, καμνόντων ἣν εἴληφας οὐρανόθεν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν ἰατρὸν τῶν νοσούντων τιμήσωμεν, καὶ ἐλατῆρα δαιμόνων ἐν ᾄσμασι, Καρέα τῶν οἰκιστὴν καὶ ὁμότροπον, τῶν Ἀποστόλων ὡς χάριτος σκήνωμα, θεόπνουν Σάββαν, ἡμῶν πρέσβυν ἔνθερμον.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-23).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολύ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καί τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Λευΐτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σάββα σκεῦος χάριτος, τοῦ πανσθενοῦς Παρακλήτου, ἱερέων σέμνωμα, προσφορᾶς πρὸς ἅπαντας διειδέστατων, ῥεῖθρον θειότατε, καὶ τῶν ἀκαθάρτων, τῶν πνευμάτων ὀλετήριον, ἡμῶν ἐπάκουσον, τῶν θερμῶν δεήσεων ἄνωθεν, καὶ πέμψον πᾶσι δύναμιν, σθένος ἄμφω ῥῶσιν ὑγιείαν, καὶ χαρὰν τοῖς πίστει, τιμῶσί σε ὡς ἄνθρωπον Θεοῦ, σαυτὸν πιστῶν ὁμηγύρεως, χρείαις ἀναλώσαντα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μὴ παρίδῃς δεήσεις, τῶν σπευδόντων σὺ Σάββα, ἐν περιστάσεσι, καὶ σὲ μακαριζόντων, ὡς ἰατρὸν νοσούντων, ὁδηγὸν ἀπλανέστατον, πιστῶν καὶ τὸν ἐνδεῶν, τροφὸν καὶ παραστάτην.

Ἱερέων ἀμέμπτων, θεοφορεῖτε Σάββα σεπτὲ διάκοσμε, ἀγῶσιν ὁ κοσμήσας, τὴν σὴν ἱερωσύνην, θεαρέστοις ἱκέτευε, ὑπὲρ ἡμῶν τὸν Θεόν, σαφῶς δοξάσαντά σε.

Νικητὰς σοὺς ἱκέτας, ἐν ἀγῶσι τοῦ βίου Σάββα ἀνάδειξον, τοὺς δι’ ἠθῶν ἀμέμπτων, μοχθοῦντας καθ’ ἑκάστην, διατήρησην ἔνθεε, πατέρων θεοσεβῶν, τῶν νέων ἐκμαγεῖον.

Θεοτοκίον.
Θεοτόκε καὶ Παρθένε, οὐρανῶν ὑπερτέραν Θεογεννήτρια, ἁπάντων φθειρομένων, τοὺς μεγαλύνοντάς σε, ὑπερόπτας ἀνάδειξον, ἡγιασμένη σκηνή, καὶ κλίνῃ τοῦ Δεσπότου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὔφρανον Σάββα, ὀδμαῖς λιτῶν σου ἐνθέρμων, πρὸς Θεὸν τὰς ψυχὰς σῶν προσφύγων, Πνεύματος Ἁγίου, ὀσφράδιον ὡς θεῖον.

Ὁ τῶν ἀγώνων, τοῦ Ἡλιοὺ καὶ Προδρόμου, ζηλωτὴς πέλων Σάββα γενέσθαι, καταξίωσόν με, τῆς σωφροσύνης στῦλον.

Θεράπων νόσων, Σάββα σεπτὲ ἀνιάτων, καὶ πνευμάτων διῶκτα ἀλάλων, ὑπερόπτας δεῖξον, ἡμᾶς παθῶν εὐχαῖς σου.

Θεοτοκίον.
Εὐλογημένη, Θεογεννήτορ τοῦ πόλου, οἰκιστὰς τοὺς οἰκέτας σου δεῖξον, Σάββα θεοφόρου, λιτὰς ἐκδεχομένους.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναῷ δομῆτορ Σάββα, θείου Γεωργίου, ὑπὲρ ἡμῶν σὺν αὐτῷ καθικέτευε, τῶν νυχθημέρους ἀγῶνας, μεγαλυνόντων σου.

Χαρὰς καρδίας πλῆσον, Σάββα ἱκετῶν σου, ἐν δυσθυμίᾳ στενόντων καὶ θλίψεσι, σαῖς πρὸς τὸν Κτίστην τῶν ὅλων, θερμαῖς δεήσεσι.

Μνημόνευε ἁπαύστως, τῶν μνημονευόντων, πρὸς τοὺς πτωχοὺς σὴν ἀνύστακτον μέριμνα, καὶ ἀσθενεῖς πάτερ Σάββα, ἀγάπης σκήνωμα.

Θεοτοκίον.
Μαρία τὸν Δεσπότην, καὶ Θεὸν τῶν ὅλων, ἡ ἐν γαστρὶ ὑπὲρ λόγον κυήσασα, Αὐτὸν ἀπέργασαι ἵλεων, τοῖς ἱκέταις σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἁλώνης σεπτὸς βλαστός, ἔπους τῶν Κυπρίων ὁ γεναίος ἀγωνιστής, χαίροις ἐν Ἀθήναις, ὁ φιλανθρώπως δράσας, διάκοσμε Καρέα, Σάββα μακάριε.

Χαίροις ἱερέων ἡ καλλονῇ, τοῦ Ναοῦ δομῆτορ ἐν Καρέᾳ τοῦ θαυμαστοῦ, Σάββα Γεωργίου, καὶ θεῖε ἀντιλῆπτορ, νοσούντων καὶ καμνόντων, φιλανθρωπότατε.

Χαίροις Ὀρθοδόξου διαγωγῆς, σέμνωμα ὀλέτα, τῶν πνευμάτων τῶν πονηρῶν, χαίροις ποδηγέτα, πνευματικὲ πρὸς πόλον, τῶν σοὶ προσερχομένων, Σάββα θεόπνευστε.

Χαίροις ὁ ἐκλάμψας ἁρτιφανῶς, ἀστραπαῖς θαυμάτων καὶ ἰάσεως ἀσθενῶν, χαίροις ὁ διδάξας, καὶ ἐν ταὐτῷ ποιήσας, ἀρχιμανδρῖτα Σάββα, κόσμου προσφύγιον.

Τοῦ Μεγαλομάρτυρος τοῦ Ναοῦ, κτίτορ Γεωργίου, ἐν Καρέᾳ ἐξορκισμοῖς, καὶ εὐχαῖς ἐνθέρμοις, αὐτὸν ἔδειξας Σάββα, τοῦ Σιλωὰμ ὡς ἄλλην, κρήνην ἰάσεων.

Τήρει οὐρανόθεν τοὺς εὐσεβεῖς, ἀσινεῖς μανίας, θεῖε Σάββα τοῦ δυσμενοῦς, καὶ τοὺς Ὀρθοδόξους, ἀξίωσον ἐμμένειν, ἐν δόγμασι πατρῴοις Πάτερ ἀοίδιμε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Χαριτόβρυτε Σάββα, Κυπρίων σέμνωμα, κτίτορ στεῤῥοῦ Γεωργίου, ἐν τῷ Καρέᾳ Ναοῦ, ἀντιλῆπτορ ἀσθενῶν πτωχῶν προσφύγιον, καὶ ὀλετὴρ υἱὸν ταχύ, τῶν δαιμόνων εὐσεβῶν, θεόθεν γενοῦ ἀκέστορ, τῶν σὲ τιμώντων ὡς λύχνον, ἐμπεριστάτων ἀντιλήψεως.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε νῦν Ἁλώνης τὸν βλαστόν, ἴον εὐθαλέστατον Κύπρου, Καρέα εὖχος σεπτόν, Γεωργίου κτίτορα Μεγαλομάρτυρος, τοῦ Ναοῦ καὶ συλλήπτορα, δεινῶς τρυχομένων, Σάββαν εὐφημήσωμεν τὸν ἱερώτατον, ὡς θερμὸν πιστῶν παραστάτην, ἐν δεινοῖς στενώσεσι λύπαις, καὶ τοῦ βίου πάσαις περιστάσεσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ὁδήγει, Σάββα πρὸς σκηνώσεις τοῦ πόλου
σὸν ὐμνηπόλον, θεόφρον, Χαραλάμπη.

Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφὸν Παναγιώτη,
διὰ τὴν παραχώρησιν τῆς Παρακλήσεως καὶ τὴν Εἰκόνα τοῦ Ὁσίου Γέροντος.

Παρακλητικός Κανών εις τον Όσιο Σάββα τουπίκλην Αχιλλέως του Κυπρίου του Ιαματικού και των δαιμονων Διώκτου

Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου

Πατήστε το Play για να ακούσετε την Παράκληση

† Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ Γ΄ Αὐγούστου.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἑκατόνταρχος ὁμοῦ Χαναναίᾳ, ὡς ὑποδείγματα στερρὰ τῆς ἐλπίδος, τῶν αἰτημάτων πλήρωσιν ἀνεῦρον εὐθύς, ἄνευ γε τῆς παρακλήσεως, μεσιτῶν καὶ δωρήματος. Ὅμως ὑστερῶν αὐτῶν, οὐκ ἔχω παρρησίαν. Τὴν σὴν πρεσβείαν ἔχοιμι ἀεί, Σάββα οἰκτίρμον, θυμίαμα εὔοσμον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς  ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ εὐθὺς ὁ Κανών.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Γυμνὸς παρρησίας καὶ ἐνδεής,  πρὸς σὲ καταφεύγω μεσιτείαν ἐπιζητῶν· περίβαλε πάτερ ταῖς εὐχαῖς σου, καὶ τῇ στολῇ παρρησίας με ἔνδυσον.

Ἐν κόλποις προστρέχων τοῖς πατρικοῖς, ὡς ἄσωτος νέος σωτηρίαν ἐπιποθῶ· τοῦ Πλάστου πλατύνων τὴν ἀγκάλην, ταῖς ἱκεσίαις ταῖς σαῖς με διάσωσον.

Τοῖς ἔργοις ἀρνούμενος τὸν Θεόν, προσπίπτω σοι Σάββα συγκατάβασιν ἐκζητῶν· τὸν συγκαταβάντα σαρκωθῆναι· ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου ἱκέτευε.

Θεοτοκίον.
Σκηνὴ θεοδόχος τοῦ Ἀβραάμ, ἐδείχθης Παρθένε δεξαμένη τὸν Ἰησοῦν· τῶν ὑμνολογούντων τὸν Υἱόν σου, τὰς ἱκεσίας καὶ δάκρυα πρόσδεξαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀρετὴν σωφροσύνης ἀπὸ παιδὸς ἔδειξας, καὶ τῇ καθαρότητι βίου, Σάββα ἐνέμεινας· διὸ ἱκέτευε νῦν, ἁμαρτιῶν ἐξ ἀγνοίας, μὴ μνησθῇ ὁ Κύριος, καὶ ἐκ νεότητος.

Ἐπολέμεις βαρβάροις δαυϊτικῶς ὅσιε, καὶ ὡς ὁ ἀλείπτης αἱ μάχαι, σὲ προεγύμνασαν, ἵνα ῥωννύμενος νῦν, τῷ διαβόλῳ παλαίῃς, καὶ συντρίβῃς γόητας, σύμμαχε ἄτρωτε.

Τῆς ψυχῆς τὸ πεδίον ἐρημικὸν γέγονε, καὶ τῇ ἀκαρπίᾳ νοός μου, δείλαιος ἔζησα· τὸν τῆς ἀνδρείας καρπόν, τῶν ἀθλοφόρων τὸ κλέος, τῷ θερμῶς ὑμνοῦντί σε,  βλάστησον ἅγιε.

Θεοτοκίον.
Παμφαέστατε στῦλε πανσθενουργὲ Δέσποινα, σὺ τῶν ἀποστόλων τὸ στόμα, θάρσος ἀκλόνητον, ἐν τῷ φωτί σου ἁγνή, ἀποδιώκουσα φόβον, μαρτυρίας δύναμιν, δίδου τῷ δούλῳ σου.

Διάλυσον, τῶν πονηρῶν δαιμονίων τὰς  μεθοδείας, ὅτι πάντες οἱ ἀσθενεῖς εἰς σὲ καταφεύγομεν, ὡς σύμμαχον ἀσφαλῆ καὶ προστάτην.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀνάπτων παθῶν, τὴν ὕλην ῥαθυμίᾳ μου, τῷ ζόφῳ καπνοῦ, καλύπτω τὰ οὐράνια· διὰ τοῦτο κράζω σοι· πανοικτίρμον Σάββα ἐκβλάστησον, τοῖς σοῖς δακρύοις ἄλσος ἀρετῶν, καὶ γνόφον τοῦ καύματος διάλυσον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τοῦ ποιμνίου φειδόμενος, τῶν προβατοσχήμων ἡμᾶς ἀπάλλαξον, γαλουχῶν τοὺς σοὶ προσπίπτοντας, καὶ εἰς τόπον χλόης κατασκήνωσον.

Τῶν σκοτίων αἱρέσεων, τοὺς πεπλανημένους ἐν ματαιότητι, μετανοίᾳ καταλάμπρυνον, ὡς ἀστὴρ τοῦ Πνεύματος πολύφωτος.

Τῆς ἀγάπης ἀνάζεσιν, καὶ τῆς μετανοίας τὴν ἀναβάπτισιν, τῇ καρδίᾳ μου κατάπεμψον, ἵν’ ἱκέτης γένωμαι εὐάρεστος.

Θεοτοκίον.
Ἡ πρεσβεία σου Πάναγνε, ὥσπερ τὸ εὐῶδες ἁγνὸν θυμίαμα, ἀνυψοῦται καθαρίζουσα, ἐκ τῆς δυσωδίας τῶν παθῶν ἡμᾶς.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Τὸ πικρὸν καὶ γλυκὺ μέν, οὐκ ἐκ τῆς ἰδίας πηγῆς ἀναβλύζουσιν· οὐδ’ ἐν χείλεσί μου, ἡ εὐχὴ καὶ κατάρα μοι ἔξεστι. Τοίνυν ξήρανόν μου,  τῆς κατακρίσεως τὸ ῥεῦμα, ἵνα ῥέει εὐχῆς μου ὁ χείμαρρος.

Ὀστρακίνῃ σου γλώσσῃ, οὐκ ἐν ῥητορείαις τὸν Λόγον ἐκήρυξας, ἀλλ’ ἀποκαλύψει, τοὺς εὐγλώττους ἀγλώττους κατέδειξας. Ὅθεν ἐξαιτοῦμαι, ἐν τοῖς μωροῖς καὶ τοῖς νηπίοις, τῶν Γραφῶν ἀποκάλυψιν ὅσιε.

Ὡς γλυκύφωνος λύρα, τοῖς ἐν ταπεινώσει οἱ λόγοι σου ἤχησαν· τοὺς μεγαλαυχοῦντας, ὡς ὀξύφωνος λῆρος ἠνώχλησαν. Τοιγαροῦν μοι δίδου, ἵνα μετέχω τῶν ἀγγέλων, ὑμνῳδίας ὦ πάτερ ἁπλότητα.

Θεοτοκίον.
Τίς ἐπάξιος ὕμνος, ἀνυμνολογήσει σιγῆς τὸ ὑπόδειγμα;  Ταπεινοφροσύνην, καὶ σιγὴν τῆς σοφίας ἐνίσχυσον, οὐ σεμνοτυφίας, τῆς ἀπορίας καὶ τοῦ δόλου· καὶ κραυγῆς σιγαλέας μου ἄκουσον.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Διάνοιξον τὴν νωθρὰν καρδίαν μου, ὡς διήνοιξας γραφὰς τὰς ἁγίας· ὅτι βαρὺ τοῦ νοός μου τὸ ὄμμα, ἐσκοτισμένον τῷ πλήθει τῶν πτώσεων. Κατάπεμψον οὖν φωτισμὸν, τὸν φλογίζοντα πάθη σκοτόεντα.

Ὡς ἄγγελος ἀβλαβῆ με τήρησον, ταῖς ἐσχάταις μὴ προσκόψω ἐνέδραις. Προφητειῶν ἀποκάλυψιν δίδου, καὶ φωτισμὸν καὶ διάκρισιν χάρισαι, ἐσχάτων χρόνων ὁδηγέ, πλανωμένων ἡ ῥάβδος καὶ στήριγμα.

Τὸ ἄροτρον σῶν χειλέων ἔσπειρε, καὶ σὰ δάκρυα ἐπλήθυναν σπόρον, ἀλλ’ ὁ ἐχθρὸς ταῖς μερίμναις τοῦ βίου, καὶ ἡδοναῖς ἀποπνίγει τοὺς στάχυας. Ἐκρίζωσον ἐμῆς ψυχῆς, τῶν παθῶν τὰ ζιζάνια ὅσιε.

Θεοτοκίον.
Ὁ τόμος ἐν ᾧ ὁ Λόγος γέγραπται, σὺ ὑπάρχεις Θεομῆτορ Παρθένε· εἴθε ἐμῇ μὲν καρδίᾳ ἐγγράψαις, εὐαγγελίου τὴν πίστιν ἀκράδαντον, τῇ βίβλῳ δὲ τῇ τῆς ζωῆς, ἐγχαράξαις τὸν δοῦλόν σου Πάναγνε.

Διάλυσον, τῶν πονηρῶν δαιμονίων τὰς  μεθοδείας, ὅτι πάντες οἱ ἀσθενεῖς εἰς σὲ καταφεύγομεν, ὡς σύμμαχον ἀσφαλῆ καὶ προστάτην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἐν ταῖς χείλεσιν εὐχαριστίαν παράσχου μοι· αἱ ἀσθένειαι γὰρ τοῦ Κυρίου ἐπίσκεψις, ἵνα παίδευσιν ἐν ἡμῖν παράσχῃ πατρικήν· διὸ κράτυνον ὡς κραταιός, τὴν ἐγκαρτέρησιν ἡμῶν, τῶν θερμῶς ἐκβοώντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, Σάββα προστάτα ἀσθενῶν, καὶ πιστῶν ὦ παράκλησι.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν
(στ΄ 17-23).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἵνα θεραπεύσῃς με ἐκακοπάθησας πάτερ, ἐν πτωχείᾳ ἔζησας, ἵν’ ἡμεῖς οἱ ἄθλιοι θησαυρίσωμεν· καὶ ἡμᾶς ἔθρεψας, ἐν τῇ σῇ νηστείᾳ, κατηλλάγης τοῖς μισοῦσί σε, δακρύοις ηὔφρανας, τοὺς τὰς συμφορὰς ὑπομένοντας, τὴν δίωξιν ἐδέξω τε καὶ τὰς ἀδικίας ὑπήνεγκας, ἵν’ ὑπηρετήσῃς τοῖς πάσχουσι μιμούμενος Χριστόν, ταῖς μακαρίαις πρεσβείαις σου, ὑπὲρ τῶν ψυχῶν αὐτῶν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνακούφιζε πάτερ, τοῦ σταυροῦ μου τὸ βάρος καὶ τῶν πταισμάτων μου, ὡς Σίμων Κυρηναῖος, βοήθειαν παρέχων, καὶ κατάπαυσιν πτώσεων, ὦ ὑπηρέτα πιστῶν, θεράπον τοῦ Κυρίου.

Λογισμῶν τῶν ἀλόγων, χαλινὸν ἐγκρατῆ καὶ καρτερικώτατον, ἐντείνεις ταῖς λιταῖς σου, ἐν ὥρᾳ πειρασμοῦ μου, παραγγέλλων εἰς αἴνεσιν· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐκ δυνάστου ψυχῆς μου, ἀπολύτρωσαί με ταῖς ἱκεσίαις σου, τὸ θάρρος ἵνα λάβω, δυνάστας τῆς πατρίδος, ταπεινῶσαι φρυάξαντας· καὶ τῶν μαρτύρων ἐμοί,  τὴν δύναμιν παράσχου.

Θεοτοκίον.
Ἐλευθέρας πατρίδος, ἀπολαύειν ὦ Μῆτερ ἡμᾶς ἀξίωσον, τοὺς πίστει σε ὑμνοῦντας, ὡς σκέπην καὶ προστάτιν, προτυποῦσα τὴν λύτρωσιν, τῆς οὐρανίου ἡμῶν, πατρίδος Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὰς συνηθείας, τὰς κοσμικὰς οὐκ ἐκκόπτων, διδασκάλῳ νηστείας προσπίπτω, ἵνα με διδάξῃς, νηστείας σου τὸν ζῆλον.

Κατὰ δαιμόνων, καὶ λογικῶς οὐκ ἀλόγως, τὴν ὀργήν μου ἐγείρειν καὶ πάθη, καταξίωσόν με, μεσότητα παρέχων.

Ἀντὶ μαχαίρας, τῆς ἐγκρατείας τὸν πόθον, προσευχὴν ἀντ’ ἀσπίδος παράσχου, ἵνα λυτρωθῶμεν, ἐκ βέλους τῶν δαιμόνων.

Θεοτοκίον.
Τῶν δαιμονίων, καὶ φαρμακῶν ἀποπλύνεις, μοχθηρίας τὰ φίλτρα εὐχαῖς σου, καὶ τοῖς σοῖς δακρύοις, Παρθένε Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Αἰσχύνην μοι παράσχου, ἕνεκ’ ἀνομίας, οὐ μετανοίας πανεύφημε Σάββα σεπτέ, ἵν’ ἀσωμάτων χορεῖαι, μή με βδελύσσωνται.

Τὴν ἴασιν ἐκχέεις, νόσων ἰοβόλων, καὶ ἐκ παντοίων κακώσεων σῴζεις ἀεί, ἵν’ ἀπροσκόπτως ἐν ὕμνοις, Θεὸν δοξάζωμεν.

Εἰρήνευε ἀρχόντων, καὶ ἀρχιερέων, τὰς διανοίας ὦ Σάββα ἐχέφρον ἀεί, ἀπὸ παντοίων σκανδάλων, ἵνα ἀπέχωσιν.

Θεοτοκίον.
Ἀπέλασον τελώνας, τοὺς λυσσομανοῦντας, καταβαλοῦσα τὸ λύτρον ψυχῆς τῆς ἐμῆς, ἐν τῷ καιρῷ τῆς ἐξόδου, Μῆτερ Πανάχραντε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.  Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Δαιμονιζομένων ὁ λυτρωτής, καὶ τοῦ σοῦ ποιμνίου ἀκατάβλητος πρεσβευτής, σὺν τῇ Θεοτόκῳ καὶ πᾶσι τοῖς ἁγίοις, ὑπάρχεις ὦ θεόφρον Σάββα πανύμνητε.

Χαίροις Κύπρου καύχημα ἱερόν, ὁ ὑπὲρ πατρίδος καὶ τῆς πίστεως πολεμῶν· ἐν ἐπουρανίῳ πατρίδι νῦν ὑπάρχων, τοὺς δαίμονας διώκεις, Σάββα στερρόψυχε.

Τῶν πεπλανημένων ὁ ὁδηγός, πιστῶν βακτηρία πολεμίων ὁ ἐλεγκτής, ἴασις νοσούντων καὶ σάλπιγξ μετανοίας, τὸ τάλαντόν σου ηὖξας Σάββα πανόλβιε.

Κατατετρωμένος παρὰ Χριστοῦ, τῆς θείας ἀγάπης οὐρανίων ἐπιθυμῶν, φρόνημα τοῦ κόσμου νενίκηκας γενναίως, γενόμενος ὦ μάκαρ πάντων ὁ ἔσχατος.

Τοῖς εὐλαβεστάτοις καὶ ταπεινοῖς, κρουνὸς ἰαμάτων ἀναστάσεως ἡ σφραγίς, σὺν ἡγιασμένῳ τῷ Σάββᾳ νῦν ὑπάρχει, καὶ σὺν τῷ Γεωργίῳ Σάββα τὸ μνῆμά σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῇ πατρίδι τῇ πίστει καὶ τοῖς τέκνοις σου ἅπασι, Σάββα ὡς καλὸς στρατιώτης τὰς ὀδύνας ὑπέμεινας· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, ἐπάταξας δαιμόνων τὴν ὁρμήν· τῶν πατέρων ἀποστόλων καὶ προφητῶν, τὰ ῥήματα ἐκήρυξας. Χαίροις τῆς Κύπρου βλάστημα σεπτόν· χαίροις πιστῶν ἡ ἀντίληψις· χαίροις ὁ ταῖς εὐχαῖς σου πρὸς Θεόν, βρύων ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σάββα ὡς ταχέως ἐκπληρῶν, τῶν χριστιανῶν τὰς αἰτήσεις, ὡς συμφερόντως αὐτοῖς, πάντες οἱ ἀνάξιοι πρὸς σὲ πανύμνητε, ἀναπέμπομεν χείλεσι, καὶ πνεύματι αἶνον, πίστει ἐκδεχόμενοι τὰ σὰ θαυμάσια· πάτερ ὡς ἀστέρων τὰ πλήθη, ἄμετρον σὸν ἔλεος φαίνεις, καὶ εὐεργεσίας σου φιλεύσπλαγχνε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφὸν Ἀθανάσιο,
διὰ τὴν σύνταξη καὶ παραχώρησιν τῆς Παρακλήσεως.