Παρακλητικός Κανών εις τον Όσιο Ιάκωβο Βαλοδήμο Μονής Προφήτου Ηλιοὺ Βίτσης Ζαγορίου Ασκήσαντα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Η Κοίμηση του Οσίου Γέροντος στις 15 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεοφανέντα ἀσκητὴν τῆς Ἠπείρου, σεπτὸν Ἰάκωβον, ὑμνήσωμεν πάντες, ὡς Βίτσης ἐγκαλλώπισμα καὶ κλέος Μονῆς, Ἠλιοὺ περίδοξον, τὸν θεόθεν λαβόντα, χάριν προοράσεως καὶ θαυμάτων παντοίων, ἀναβοῶντες· Ὅσιε, πιστοὺς, ἐχθροῦ μανίας συντήρει ἀπήμονας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰακώβου, ἐν Βίτσῃ Ὁσίου, λιταῖς σπεύδω. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰάκωβε, Ὅσιε ἀσκητά, νεόφωτον ἄστρον, Ζαγορίου καὶ νεαυγές, Μονῆς Ἠλιοὺ Προφήτου Βίτσης, λύχνε, παθῶν ἡμῶν ζόφον διάλυσον.
Ἀμάρυγμα πάμφωτον ἀρετῶν, Ἰάκωβε μάκαρ, ταπεινώσεως λαμπηδὼν καὶ ἄστρον ἀσκήσεως συντόνου, ἡμῶν ὁδοὺς σαῖς εὐχαῖς καταφώτισον.
Κινήσεις κοπάζων τὰς σαρκικὰς ἡμῶν μὴ ἐλλείπῃς, ἱκεσίαις σου πρὸς Θεόν, Ἰάκωβε, κλέισμα Ἠπείρου, ὁ συγχορεύων Ἀγγέλων νῦν τάξεσι.
Θεοτοκίον.
Ὡς θείαν μερόπων καταφυγὴν πιστῶς σε ὑμνοῦντες, ὑπερύμνητε Μαριάμ, ἐν βίου ἀνάγκαις καὶ κινδύνοις, τῇ χάριτί σου ἀεὶ καταφεύγομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βοηθὸς ἱκετῶν σου, καὶ ἀρωγὸς τάχιστος, ἐν ταῖς περιστάσεσι πέλων, μάκαρ Ἰάκωβε, ῥύου δεινῶν συμφορῶν, τοὺς σὲ ὑμνοῦντας ὡς ῥεῖθρον, χάριτος ἀστείρευτον, Πάτερ πανόσιε.
Ὁδοδείκτης γενοῦ μοι, πρὸς οὐρανῶν δώματα, ὁ οὐρανοδρόμον βαδίσας, τρίβον, Ἰάκωβε, ἐν τῇ πανσέπτῳ Μονῇ, τοῦ Ἠλιοὺ τοῦ Προφήτου, ῥείθροις τῶν δακρύων σου, ἣν καθηγίασας.
Ὑπερεύχου τῶν πίστει, πόνους τοὺς σούς, Ὅσιε, ἀσκητά, ὑμνούντων πρὸς κτῆσιν, τῆς τελειώσεως, ἐν τῷ Χριστῷ Ἰησοῦ, σκληραγωγίας ἀκρότης, ἱερεῦ, Ἰάκωβε, πνευματοφόρητε.
Θεοτοκίον.
Ἐφορῶσα μὴ παύσῃ, τοὺς σοὺς θερμοὺς πρόσφυγας, κεχαριτωμένη Παρθένε, θεογεννήτρια, τοῦ Ἰακώβου λιταῖς, τοῦ ἐν τῇ Βίτσῃ ἀρτίως, ἐνασκήσει λάμψαντος, ἄστρον ὡς πάμφωτον.
Διάσωσον, ἀπὸ κινδύνων, Ἰάκωβε, σοὺς ἱκέτας, ὁ ἐκ νάρκης διασωθεὶς Θεοῦ ἄρτι χάριτι, δυνάμει εὐχῶν σου, κοσμῆτορ Βίτσης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς Ἠλιοὺ πνευματοφόρε ἔνοικε, Ἠπείρου φανὲ νεόφωτε καὶ σέμνωμα, τιμαλφὲς ἀσκήσεως, ὁ ἐμπρέψας ἁπλότητι τρόπων σου, ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς, Θεόν, ὃν ἠγάπησας, Ἰάκωβε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νεοπύρσευτον αὔγασμα, Βίτσης, σκοτομήνην ἡμῶν, Ἰάκωβε, τῆς χαμαιζηλίας σκέδασον, ἀπαθείας φάρε τηλαυγέστατε.
Βοηθός μοι, Ἰάκωβε, ἴσθι καὶ προστάτης ἐν βίου κλύδωσιν, ὁ παρὰ Θεοῦ βοήθειαν, εἰληφὼς δειναῖς ἐν περιστάσεσι.
Ἴθυνόν με πρὸς θέωσιν, σὲ τὸν ἀνυμνοῦντα λαμπρῶς, Ἰάκωβε, ὁδηγὸν ὡς ἀπλανέστατον, Πάτερ, σῶν προσφύγων πρὸς τελείωσιν.
Θεοτοκίον.
Τοῦ Ὁσίου δεήσεσιν, Ἰακώβου ῥύου, Θεογεννήτρια, κατωδύνων περιστάσεων, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύντριμμα δεινοῦ, ἐποφθεὶς ἐχθροῦ, Ἰάκωβε, χάριν εἴληφας συντρίβειν τὰ αὐτοῦ, καθ’ ἡμῶν βέλη κινούμενα, πανόσιε.
Ἤπειρον λαμπρὰν τῶν ἀγώνων σου, Ἰάκωβε, ἄρτι ἔδειξας κονίστραν, ἀσκητά, ὁ Θεὸν τοῖς σὲ τιμῶσιν ἱλεούμενος.
Ὅσιε, Χριστοῦ, τῆς πτωχείας ὁ ὁμόζηλος, πέμψον πλοῦτόν σου ἐνθέρμων προσευχῶν, οὐρανόθεν τοῖς ἱκέταις σου, Ἰάκωβε.
Θεοτοκίον.
Σπεῦσον, ἀσκητά, βοηθῆσαι τοῖς ὑμνοῦσί σε, καὶ τὴν θήκην προσκυνοῦσιν εὐλαβῶς, τῶν λειψάνων σου, θειότατε Ἰάκωβε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰάκωβε, Ἠλιοὺ διάκοσμε, τῆς Μονῆς ἐν Βίτσῃ, νέων Ὁσίων, ἁγιασάντων τὴν Ἤπειρον ῥείθροις, δακρύων, βίον ἡμῶν διακόσμησον, θεοπειθέσι σου λιταῖς, ἀκλινῶς τῶν σπευδόντων σῇ χάριτι.
Ὁδήγησον, πρὸς ἐπάλξεις, Ὅσιε, ἀρετῶν τοὺς εὐλαβῶς σε ὑμνοῦντας, Ἀργυροκάστρου βλαστέ, ὁ ἰθύνας, τὰ βήματά σου πρὸς Ὄρος τὸ Ἅγιον, καὶ πρὸς τῆς Βίτσης τοὺς δρυμούς, τοὺς ἐνδρόσους ἐκεῖθεν, Ἰάκωβε.
Ὑπέρσοφε, ἀσκητά, Ἰάκωβε, Κωνσταντίνου Καλλινίκου σαγήνη, ὅνπερ ἐζώγρησεν εἰς εὐσεβείας, σωτηριώδους τὰ δίκτυα, πρέσβευε, τῷ ἀθλοθέτῃ Ἰησοῦ, ὑπὲρ πάντων τιμώντων τὴν μνήμην σου.
Θεοτοκίον.
Λαμπάδα μοι, μετανοίας ἄναψον, καὶ ἀξίωσον ἀκοῦσαι Υἱοῦ σου, κἀμὲ φωνῆς τῆς εὐκταίας, Παρθένε· εἰς τὴν χαρὰν τοῦ Κυρίου σου εἴσελθε, δοῦλε πιστὲ καὶ ἀγαθέ, ἧς μετέχεις, Μητρόθεε πάναγνε.
Διάσωσον, ἀπὸ κινδύνων, Ἰάκωβε, σοὺς ἱκέτας, ὁ ἐκ νάρκης διασωθεὶς Θεοῦ ἄρτι χάριτι, δυνάμει εὐχῶν σου, κοσμῆτορ Βίτσης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Πνευματικὸν ὁδηγὸν ἀπλανέστατον, τῶν ἐν Ἠπείρῳ οἰκούντων, Ἰάκωβον, τὸν ταπεινὸν καὶ εὐθὺν καὶ ἁπλούστατον, ὡς Παρακλήτου κειμήλιον μέλψωμεν, καὶ ἀρωγὸν εὐσεβῶν ἐν στενώσεσι.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς Αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Ἰάκωβε, τοῦ Ἠλιοὺ τοῦ Προφήτου, τῆς Μονῆς διάκοσμε, καὶ αὐτοῦ ὁμόζηλε, θείας πίστεως, ἀσκητῶν καύχημα, νεαυγῶν καὶ Βίτσης, Ζαγορίου ἐγκαλλώπισμα, φρούρει καὶ φύλαττε, οὐρανόθεν σοὶ τοὺς προσφεύγοντας, καὶ ὥσπερ διοράσεως, σκεῦός σε τιμῶντας πολύτιμον, τὸν διασωθέντα, ἐκ νάρκης ἐπεμβάσει θεϊκῇ, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι, Πάτερ θεοφρούρητε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσχυρὸς ἐν ταῖς μάχαις, κατ’ ἐχθρῶν ἀοράτων, σεπτὲ Ἰάκωβε, καὶ ὁρατῶν ἀρτίως, ὀφθεὶς τῶν πολεμίων, τὰς ὁρδὰς ἐθριάμβευσας, ὁ ἰσχυρὸς εὐσεβῶν, ἐν βίῳ παραστάτης.
Ταπεινώσεως κέρας, καὶ ἁπλότητος ἄστρον, φωτολαμπέστατον, Ἰάκωβε, ἱκέτας, τῆς χάριτός σου δίδου, τὰ καλὰ καὶ συμφέροντα, αὐτοῖς ψυχῶν ἀσκητά, πρεσβείαις σου ἐνθέρμοις.
Ἱκετῶν σου ἀκέστωρ, ἀνεδείχθης προστάτης, καὶ φύλαξ ἄγρυπνος, Ἰάκωβε, τῶν πίστει, λαβεῖν σὴν εὐλογίαν, προσιόντων σοι, Ὅσιε, ὁ ἐποφθεὶς ἀκρεμὼν, τῆς ἐλεημοσύνης.
Θεοτοκίον.
Ἰατρὸν τῶν σωμάτων, καὶ ψυχῶν ἡ τεκοῦσα, Θεογεννήτρια, μὴ παύσῃ δυσωποῦσα, Αὐτὸν ἡμῖν διδόναι, ἄμφω, Μῆτερ, ὑγίειαν, καὶ ῥώμην τὸν πτερνιστήν, καὶ πλάνον θριαμβεῦσαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σπεῦσον ἱκέταις, σοῖς βοηθῆσαι ἐν δίναις, ταῖς τοῦ βίου, Ἰάκωβε μάκαρ, συμπαθείας λύχνε, νεολαμπὲς καμνόντων.
Σκηνῶν τοῦ πόλου, ὁ οἰκιστής, μὴ ἐλλείπῃς, ἱκετεύων Χριστὸν ὑπὲρ πάντων, ὕμνοις ἄσκησίν σου, Ἰάκωβε, τιμώντων.
Παθῶν σαρκίου, ἡμῶν κατεύνασον σάλον, προσκυνούντων σὴν θήκην λειψάνων, τῶν χαριτοβρύτων, Ἰάκωβε παμμάκαρ.
Θεοτοκίον.
Ἐξ ὕψους δόξης, τῆς σῆς ἐπόπτευε, Μῆτερ, Ἰακώβου τιμῶντας τὴν μνήμην, καὶ ὑμνολογοῦντας, σῶν θαυμασίων πλῆθος.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑμνοῦμεν τοὺς ἀγῶνας, ἐκ νεότητός σου, πρὸς ἀρετῆς οὕσπερ ἔτλης τελείωσιν, Ἠπειρωτῶν ὡραιότης, σεπτὲ Ἰάκωβε.
Δυνάμει τῶν εὐχῶν σου, ἀσθενείας πάσας, ἡμῶν θεράπευσον τάχος, Ἰάκωβε, ὁ ἀγρυπνῶν ἐν ἀσκήσει καὶ προσευχόμενος.
Ὡς κλέισμα Ὁσίων, νέων σε ὑμνοῦντες, τῶν Ζαγορίων ἐπόπτα, Ἰάκωβε, ἀπεκδεχόμεθα πίστει τὰς ἱκεσίας σου.
Θεοτοκίον.
Χριστοῦ τοῦ Ζωοδότου, Μῆτερ γλυκυτάτη, τοῦ Ἰακώβου ἐνθέρμοις δεήσεσι, πέμψον ἡμῖν τοῦ Υἱοῦ σου τὸ μέγα ἔλεος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἠλιοὺ Προφήτου σεπτῆς Μονῆς, ἐν τῇ Βίτσῃ, χαῖρε, ὁ οἰκήτωρ καὶ ἡ λαμπὰς τῶν θαυματοβρύτων Ὁσίων ἱερέων, Ἰάκωβε, χαρίτων θείων ὁ ἔμπλεως.
Χαῖρε, θεῖος κῆρυξ Λόγου Θεοῦ, σοῦ ἠγαπημένου, καὶ καρδίας σου ἐφετοῦ, ἐν περιοικίδι κλεινῶν Ἰωαννίνων, καὶ Ζαγοροχωρίων, μάκαρ Ἰάκωβε.
Χαίροις, Θείᾳ χάριτι ὁ σωθεὶς ἐκ τῆς νάρκης, Πάτερ, κοσμιότης Ἠπειρωτῶν, καὶ ἐκ πυροβόλων ἐχθρῶν σε σκοπευσάντων, ἐν δυσχειμέροις χρόνοις ἔθνους, Ἰάκωβε.
Χαίρει Ἀργυρόκαστρον καὶ σκιρτᾷ, σοῖς σεπτοῖς σπαργάνοις, ὁσιώτατε ἀσκητά, Ἄθωνος τὸ ὄρος τῇ σῇ ἱερωσύνῃ, Ἰάκωβε, καὶ Βίτσα βίῳ ἀμέμπτῳ σου.
Δεῦτε, ἀνυμνήσωμεν ἐν ᾠδαῖς, Ἠλιοὺ τῆς Μάνδρας, τοῦ Προφήτου τὸν οἰκιστήν, ἐν τοῖς Ζαγορίοις, Ἰάκωβον τὸν πάνυ, ὡς νεαυγῶν Ὁσίων, ἔμπνουν θησαύρισμα.
Τήρει τοὺς ἱκέτας σου ἀσινεῖς, ἐνεδρῶν ἐχθίστου, ὁ τῶν τούτου διαφυγὼν χάριτι παγίδων τῇ θείᾳ ἐν ἐσχάτοις, τοῖς χρόνοις, θεοφόρε, πάτερ Ἰάκωβε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰησοῦν τῆς καρδίας ἐν ἀφελότητι, θερμῶς λατρεύοντα δεῦτε, Ὁσίων ὑπογραμμόν, Ἱερέων, τὸν ἐν Βίτσῃ ἐνασκήσαντα, ὡς θαυμασίων φρυκτωρόν, εὐφημήσωμεν λαμπρόν, Ἰάκωβον τὸν θεόπνουν, ἡμῶν ἀνύστακτον πρέσβυν, καὶ ἀρωγὸν ἐν περιστάσεσι.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντας τοὺς ἐν πίστει ἀκλινεῖ, προσκυνοῦντας θήκην λειψάνων, χαριτοβρύτων δεινῶν, ἀπειράστους, Ὅσιε, συντήρει πάντοτε, καὶ ὁδήγει πρὸς θέωσιν, τοὺς ὁμολογοῦντας, ἔνθεόν σου ἄσκησιν, σεμνὴν ταπείνωσιν, πόθον Ἰησοῦ τῆς πτωχείας, καὶ τῶν σῶν, Ἰάκωβε, τρόπων, Βίτσης ἀντιλῆπτορ, τὴν ἁπλότητα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Ὅσιε Ἰάκωβε, Βίτσης ὁ διάκοσμος πέμψον μοι τὴν χάριν σου.
Δίστιχον·
Ἰάκωβε, καθαγίαζε λιταῖς σου
Χριστόδουλον, Ὅσιε, καὶ Χαραλάμπη

