Παρακλητικός Κανών εις τον Όσιο Ιλαρίωνα Επίσκοπο Μογλενών
Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ
†Εορτάζεται στις 21 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης Μογλενῶν Ἱλαρίων, καὶ ἀντικείμενος λαῷ Βογομίλων, καὶ τῶν Προμάχων θεῖον ἐγκαλλώπισμα, ταῖς ἱκετηρίαις σου, πρὸς Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύων πάντοτε, λυτρωθῆναι κινδύνων, τοὺς σοὺς ἱκέτας πίστει ἀκλινεῖ, πρὸ τῆς εἰκόνος, τῆς σῆς ἀνακράζοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἱλαρίων, δὸς τῇ ψυχῇ μου τὴν ῥῶσιν. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἱλάσθητι Δέσποτα Ἰησοῦ, λιταῖς τοῦ σοῦ δούλου, Ἰλαρίωνος τοῦ κλεινοῦ, κὰμὲ τὸν ἀνάξιον ποιῆσαι, ἱκετηρίας αὐτοῦ τὰ μελίσματα.
Λοιμώδους μιάσματος λογισμοῦ, ἰάτρευσον τάχει, ἐνσταλάζων τὸν γλυκασμόν, τῆς μνήμης Θεοῦ ἐν διανοίᾳ, τῶν ἐκζητούντων τὴν χάριν σου Ὅσιε.
Λυχνία πολύφωτος Μογλενῶν, δειχθεὶς Ἱλαρίων, φωταγώγησον καὶ ἡμῶν, τὸν νοῦν τοῦ εἰδέναι τοῦ Κυρίου, τὰς ἐντολὰς καὶ τὸ ἅγιον θέλημα.
Θεοτοκίον.
Ἀνάστησον κείμενον ἐν βυθῷ, πολλῶν με πταισμάτων, Θεονύμφευτε Μαριάμ, καὶ δίδου μοι χεῖρα βοηθείας, καὶ πρὸς μετάνοιαν ἴθυνον δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥαθυμίας τῷ βέλει κατατρωθεὶς ἤνυσα, πᾶσαν τὴν ζωήν μου ἀλόγως, Πάτερ καὶ θλίβομαι· διὸ πρεσβείαις σου, διέγειρόν μου πρὸς ἄνω, νοῦν τὸν ἀμελέστατον καὶ ἀκατάστατον.
Ιδοὺ ὄντως ὐπάρχω τῆς ψυχικῆς ἔρημος, μάκαρ ἀσθενείας καὶ τρόμος, δεινὸς κατέχει με, πῶς τὴν ἐξέτασιν, τοῦ κριτηρίου ἀνθέξω, Ἰλαρίων Ἅγιε· διό με στήριξον.
Ὢ πῶς ὅλον τὸν χρόνον, τῆς βιοτῆς ἔζησα, ἐν ταῖς πονηραῖς πραγματείαις τοῦ πολεμήτορος, καὶ νῦν ὠς ἄσωτος, ἐν τῷ ναῷ σου προσφεύγω, ἵνα ταῖς πρεσβείαις σου, σωθῶ πανόσιε.
Θεοτοκίον.
Νῦν ὀδύρομαι Μῆτερ, καὶ ὀδυνῶμαι καὶ θλίβομαι, ὅταν ἐννοήσω ὀ τάλας, τὰς ἁμαρτίας μου, ἀλλὰ πρεσβείαις σου, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, θρήνους μετανοίας μοι, παράσχου τάχιστα.
Διάσωσον, ἀπὸ βορβόρου πταισμάτων ὦ Ἱλαρίων, τοὺς ἐν πίστει καὶ μετανοίᾳ προστρέχοντας, τῇ σῇ πρεσβείᾳ παμμάκαρ καὶ προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πιστῶν ἀρωγός, αἱρετικῶν ἀντίπαλος, πτωχῶν ὁ τροφός, καὶ μοναζόντων σύμμαχος, δεικνύμενος τῷ βίῳ σου, ὡς ποιμὴν Μογλενῶν καὶ διδάσκαλος, μὴ ἐλλίπῃς λιταῖς σου πρὸς Χριστόν, ἐπισκοπῶν Ἱλαρίων τοὺς ἱκέτας σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Διανοίας τὴν ζόφωσιν, τῆς πεπωρωμένης ψυχῆς τὴν σύγχυσιν, καὶ καρδίας μου τὸν τάραχον, λῦσον Ἱλαρίων ταῖς πρεσβείαις σου.
Ὁλικῶς ἐβεβήλωσα, τῆς ψυχῆς χιτῶνα ταῖς ἁμαρτίαις μου, ἀλλὰ δός μοι ἱκεσίαις σου, δάκρυα λευκᾶναι τὸ κηλίδωμα.
Σκληρυνθεὶς τῇ κακίᾳ μου, Πάτερ Ἰλαρίων πρός σε κατέφυγον, ἵνα εὕρω τὴν κατάνυξιν, πένθος μετανοίας καὶ τὰ δάκρυα.
Θεοτοκίον.
Τοῦ Δεσπότου τὸ τέμενος, ὄρος ἀλατόμητον καὶ κατάσκιον, Θεοτόκε ἀειπάρθενε, μὴ παρίδῃς σκέπουσα τοὺς δούλους σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἥλκωμαι δεινῶς, Ἰλαρίων ἐν τῷ σώματι, ἀσθενείαις ἀνιάτοις καὶ πικραῖς, ἀλλὰ πέποιθα ἐν σοὶ τοῦ ἰαθῆναί με.
Ψῦξον πυρετόν, τῶν πληγῶν τῆς ἀῤῥωστίας μου, καὶ τὸ ἄτονον κατάπαυσον σαρκός, ἐπομβρίαις Ἱλαρίων τῶν χαρίτων σου.
Ὕλης γεηρῶν, ὐψωθεὶς μακαριώτατε, ὑπεράνω τῇ ὁσίᾳ βιοτῇ, ἐκ χοὸς τῶν κοσμικῶν ἡμᾶς ἀνύψωσον.
Θεοτοκίον.
Χαῖρε ἐκ φθορᾶς, τῶν βροτῶν ἠ ἐξανάστασις, καὶ ἐτοίμη Θεοτόκε ἰσχυρά, προστασία καὶ βοήθεια ἡ ἄμαχος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠδύτητα, ἀρετῶν μοι χάρισαι, ταῖς λιταῖς σου Ἰλαρίων παμμάκαρ, καὶ ἐμπαθεὶς λογισμοὺς καὶ ἀκάρπους, ἐκ τοῦ νοός μου ἐκδίωξον τέλεον, ὅπως ὑμνῶ σεμνοπρεπῶς, τοῦ Σωτῆρος τὸ ἅγιον ὄνομα.
Μεμόλυσμαι, Ἰεράρχα Ὅσιε, ταῖς σειραῖς τῶν ἀμετρήτων παθῶν μου, καὶ μολυσμοῖς λογισμῶν ἀκρασίας, κατεῤῥυπώθην ὁ ὄντως ἀνάξιος, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς, ἀλλ’ εὐχαῖς σου βοήθει μοι τάχιστα.
Ὁ βίος μου, Ἱλαρίων πάντιμε, ἀνομίας καὶ αἰσχρότητος πλήρης, καὶ δυσωδίας πολλῶν ἁμαρτάδων, πρὸς τὴν ζωὴν τοῦ Χριστοῦ ἐμποδίζει με, ἀλλ’ ὡς ὁ ἄσωτος θαῤῥῶ, ἐκζητῆσαι τὴν σκέπην καὶ χάριν σου.
Θεοτοκίον.
Ὑπούργησας, τῷ ἁγίῳ τόκῳ σου, τῶν ἀνθρώπων σωτηρίαν Παρθένε, καὶ ἀνεζώωσας Εὔας τὸ γένος, καὶ τοῦ Ἀδὰμ τὴν σκηνὴν ἐξανέστησας· διὸ ἀνάστησον κἀμέ, τὸν πεσόντα ἐν λάκκῳ τῶν θλίψεων.
Διάσωσον, ἀπὸ βορβόρου πταισμάτων ὦ Ἱλαρίων, τοὺς ἐν πίστει καὶ μετανοίᾳ προστρέχοντας, τῇ σῇ πρεσβείᾳ παμμάκαρ καὶ προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ θεολόγῳ σου γλώττῃ ἐστήριξας, τῶν Ὀρθοδόξων τὰ πάντιμα δόγματα, νῦν δὲ τῇ θείᾳ πρεσβείᾳ σου φρούρησον, ἐπισκοπῆς τῆς ποτέ σου πληρώματα, ἀπὸ κακῶν καὶ αἱρέσεων Ἅγιε.
Προκείμενον
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στίχος.Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ.ι΄, 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στῦλος ἀπερίτρεπτος ἐπισκοπῆς τῶν Μογλαίνων, καὶ φωστὴρ ἀείφωτος, ζόφωσιν σκεδάζων τὴν τῶν αἰρέσεων, εὐσεβῶν τείχισμα, πᾶσαν ἀποκροῦον, Βογομίλων τὴν κακόνοιαν, καὶ ἀκριβέστατος, μοναστῶν κανὼν καὶ ὑπόδειγμα, φανεὶς θεομακάριστε, μὴ παρίδῃς νῦν τὴν ἱκέσιον, δέησίν μου ταύτην, φωτίζων σκοτοδίνην τὴν δεινήν, καὶ ἀγνωσίαν ἀντίθεον, τῆς ψυχῆς μου Ὅσιε.
Σώσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν ἀγρὸν τῆς ψυχῆς ἐκ τοῦ σπόρου καθᾶραι τῶν ζιζανίων φυτῶν, τοὐτέστιν τῆς κακίας, ἀργίας φιλαρχίας, καὶ δεινῆς κατακρίσεως, ἐπιστασίᾳ τῇ σῇ, ἐλπίζω Ἱλαρίων.
Ἡ πολίχνη Προμάχων Ἱλαρίων αἰτεῖται πρὸ τῆς εἰκόνος τῆς σῆς, τὴν θείαν ἀρωγήν σου, χαρίτων σου τὰ ῥεῖθρα, καὶ εἰρήνης δωρήματα, ἐπὶ τοὺς πίστει σοφέ, ὑμνοῦντας τὸν σὸν βίον.
Νέμεις πᾶσιν εἰρήνην τοῖς ἐν πόθῳ καρδίας καὶ εὐλαβείᾳ πολλῇ, σὲ ἐπικαλουμένοις, παμμάκαρ Ἱλαρίων, ἐκδιώκων τὸν θόρυβον, τοῦ ἀρχεκάκου ἐχθροῦ, καὶ πτερνιστοῦ βελίαρ.
Θεοτοκίον.
Ῥεῖθρα δός μοι δακρύων ψυχικῶν ὅπως πλύνω ἁμαρτιῶν μου πληγάς, Παρθένε Θεοτόκε, ἡ τέξασα ἀῤῥήτως, τὴν πηγὴν τῆς ἀφέσεως, τὸν Ζωοδότην Χριστόν, ὃν πάντες εὐλογοῦμεν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς Ἱεράρχης, παρεστηκὼς τῷ Κυρίῳ, μὴ ἐλλίπῃς ὑπὲρ πάντων ἱκετεύων, τῶν ἐν ἀσθενείαις, ποικίλαις τρυχομένων.
Στενάζων σφόδρα, ἐν τῇ νυκτὶ καὶ ἡμέρᾳ, καταφεύγω τῷ ναῷ σου Ἱλαρίων, καὶ αἰτοῦμαι Πάτερ, εἰρήνευσιν τοῦ βίου.
Ἰδοὺ τὰ πλήθη, τῶν φιλαγίων θεόφρον, εὐσεβῶς καθικετεύουσι βοῶντα· ῥύου ἡμᾶς πάντας, ἐκ τῶν πικρῶν δαιμόνων.
Θεοτοκίον.
Νυγεὶς τῷ βέλει, τοῦ περνοσκόπου Παρθένε, τὴν πληγήν μου καταγλύκανον εὐχαῖς σου, καὶ τὴν ὑγείαν κατ’ ἄμφω δώρησαί μοι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰῷ ἀλαζονείας, φαρμαχθεὶς παμμάκαρ, τῆς μετανοίας καρποὺς ἀπεστέρημαι, καὶ ἀπογνοὺς καταφεύγω, τῇ ἀντιλήψει σου.
Ὢ πόσων ἁμαρτάδων, ἔνοχος τυγχάνω, καὶ τῆς γεέννης θεόφρον οὐ δέδοικα· διὸ λιταῖς σου τὸν νοῦν μου, Χριστῷ οἰκείωσον.
Ἡνίκα τὴν σὴν κλῆσιν, πάτερ Ἱλαρίων, ἐν τῷ νοΐ μου προσλήψομαι σβέννυνται, τὰ ἐννοήματα πάντα τῆς ἀπογνώσεως.
Θεοτοκίον.
Λουτρῷ τῆς μετανοίας, σπούδασον Παρθένε, τὴν μολυνθεῖσαν καθᾶραι καρδίαν μου, ἐκ τῶν ποικίλων κηλίδων τῆς ἀθυμίας μου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Προμάχων μέγας φρουρός· χαίροις Ἀλμωπίας, ἐγκαλλώπισμα ἰερόν· χαίροις μοναζόντων, ἀνδρῶν ὀ ποδηγέτης, παμμάκαρ Ἰλαρίων, Μογλαίνων καύχημα.
Ἔχων ἐν τοῖς στέρνοις σου τὸν Χριστόν, πάντα τὰ ἡδέα, ἀπηρνήσω τῶν γεηρῶν, καὶ ἐπ’ ὤμων ἦρας, σταυρὸν τοῦ σοῦ Δεσπότου, ὁδεύων Ἱλαρίων, πρὸς τὰ οὐράνια.
Ὕδατα ἀπέστρεψας θολερά, τῶν αἱρετιζόντων, Ἱλαρίων ἐν Μογλενοῖς, καὶ ταῖς ἀθολώτοις, τοῖς πίστεως ἀρδείαις, τὰ θρέμματα τῆς ποίμνης, τῆς σῆς ἐπότισας.
Στόματα πολύφθογγα σοφιστῶν, καὶ κενῶν ῥητόρων, Βογομίλων τῶν δυσμενῶν, ὄντως τοῖς σοῖς λόγοις, τοῖς πνευματοκινήτοις, ἐσίγησαν θεόφρον, καὶ ἠπορήθησαν.
Πέτρου τε καὶ Παύλου τῶν μαθητῶν, τὸ σεπτὸν σεμνεῖον, ἐν Προμάχοις τῶν Μογλενῶν, ἔστησας θεόφρον, τῇ χάριτι Κυρίου, ὡς πύργον Ἱλαρίων, ἀκαταμάχητον.
Μνήσθητι πρεσβείαις σου καὶ ἡμῶν, τῶν ἐν ταῖς ἀνάγκαις, τρυχομένων καὶ πειρασμοῖς, Πάτερ Ἱλαρίων, καὶ δίδου σὺ ὡς οἶδας, ἑκάστῳ τῶν ἀνθρώπων, ταχὺ τὰ πρόσφορα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλαγίων ὀ χορός, καὶ τῶν Ὀρθοδόξων τὸ πλῆθος, τὸν Ἰλαρίωνα, τὸν οὐρανοστήρικτον, ἄνδρα τῆς πίστεως, τῶν Προμάχων τὸν ἔφορον, ποιμένων τὴν δόξαν, Μογλενῶν ἐπίσκοπον, θαυμάτων αἴτιον, δεῦτε, ἱκετεύσωμεν πάντες, ἵνα ταῖς αὐτοῦ ἱκεσίαις, τύχωμεν πταισμάτων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.