Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Χοζεβίτη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 28 Ιουλίου.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν σπηλαίῳ τοῦ Χοῤῥὰθ τοῦ χειμάῤῥου, τῷ δυσπροσίτῳ ἐνασκήσαντα ἄρτι, καὶ ἀναβάντα κλίμακα σεπτῶς ἀρετῆς, Ἰωάννην μέλψωμεν ἀσκητὴν θεοφόρον, σκῆνος οὗ τὸ ἄφθαρτον Χοζεβᾶ ἐν Σεμνείῳ, νῦν προσκυνοῦμεν, πόθῳ προσευχάς, αὐτοῦ ζητοῦντες πρὸς Κτίστην τὸν εὔσπλαγχνον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών οὗ ἡ ἀκροστιχίς·
Ἰωάννη μάκαρ, ἀφθίτου ζωῆς ἀξίωσόν με. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσχύσας πατῆσαι τοῦ πονηροῦ, ὀφρὺν ἐπηρμένην, ταπεινώσει καὶ προσευχῇ, ἐνίσχυσον πάντας Ἰωάννη, ἀκολουθῆσαι ὁδοῖς τῆς θεώσεως.

Ὠκύπους ὡς ἔλαφος ἀσκητά, δραμὼν Ἰωάννη, ἐπὶ σπήλαια Χοζεβᾶ, ἀσκήσεως ἔπιες τὸ ὕδωρ, τὸ διειδὲς πρεσβευτὰ ἡμῶν ἔνθερμε.

Ἀξίωσον πάντας τοὺς εὐσεβεῖς, τυχεῖν τοῦ ἐλέους, Ἰωάννη τοῦ Λυτρωτοῦ, οὗ κάλλους μορφῆς ἐπαπολαύεις, τοῦ ἀμηχάνου τρισόλβιε Ὅσιε.

Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε τοῦ Χριστοῦ, Κεχαριτωμένη, δεῖξον δούλους σου τοὺς σεμνούς, ναοὺς ἐπιγνώσεως ἁγνείας, ἀδιαλείπτου εὐχῆς καὶ συνέσεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νέκταρ ἐν τῇ ἐρήμῳ, τοῦ Χοζεβᾶ Ὅσιε, ὁ τῆς σωστικῆς ἡσυχίας, πόθῳ γευσάμενος, δὸς Ἰωάννη ἡμῖν, γεύσασθαι μέλι ἐκ πέτρας, ἀρετῆς τὸ ἥδυστον, πάτερ θειότατε.

Ἡ ἀζύγων χορεία, τοῦ Χοζεβᾶ ἄθλους σου, μέλπουσα λαμπρῶς Ἰωάννη, καὶ σοῦ τὸ σκήνωμα, ἀσπαζομένη πιστῶς, τὸ ἀδιάφθορον πάτερ, χάριν σου ἐκδέχεται, τὴν οὐρανόσδοτον.

Μοναστῶν κοσμιότης, τοῦ Χοζεβᾶ πρόσδεξαι, τὰς ἡμῶν θερμὰς ἱκεσίας, τῶν εὐφημούντων σε, ὡς Παρακλήτου πυρσόν, καὶ τοῦ Χοῤῥὰθ τῆς κοιλάδος, ἀρετῆς καὶ νήψεως, ἴον νεόφυτον.

Θεοτοκίον.
Ἀειπάρθενε Μῆτερ, Χριστιανῶν στήριγμα, καὶ καταφυγὴ ἐν κινδύνοις, Θεογεννήτρια, ῥῦσαι ἡμᾶς συμφορῶν τοῦ Ἰωάννου πρεσβείαις, Χοζεβᾶ τὰ σπήλαια, καθαγιάσαντος.

Κατάστειλον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Ἰωάννη, πρὸς τὸν Κύριον Χοζεβᾶ Μονῆς νέον καύχημα, ὁ πάθη νεκρώσας συντόνοις πόνοις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐχῆς νοερᾶς κοσμῆτορ χαριτώνυμε, φωστὴρ παμφαὲς πατρῴων παραδόσεων, καὶ κρηπὶς ἀσκήσεως, Ἰωάννη Χοῤῥὰθ νέον σέμνωμα, κοιλάδος σκέπε πάντας ἀκλινῶς, τὸ ἄφθαρτον σκῆνος προσκυνοῦντάς σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Καλιὰν τῶν ἀγώνων σου, ἐν Χοῤῥὰθ ὁ πήξας χειμάῤῥου σπήλαια, Ἰωάννη ὡς φιλέρημος, ὄρνις ἴσθι φύλαξ τῶν τιμώντων σε.

Ἀσκητῶν νέον κλέϊσμα, Χοζεβᾶ τῆς Μάνδρας ἡμῶν ἐπάκουσον, Ἰωάννη τῶν δεήσεων, καὶ ταχὺ ἐκπλήρου τὰ αἰτήματα.

Ῥαντισμῷ προστασίας σου, Ἰωάννη πρόσφυγας τῆς σῆς χάριτος, καθαγίασον καὶ δίωξον, πνεῦμα ἐξ αὐτῶν ταχὺ ἀκάθαρτον.

Θεοτοκίον.
Ἀρετῆς δεῖξον δούλους σου, μεγαλύνοντάς σε ἐνδιαιτήματα, Θεοτόκε κατευθύντειρα, πάντων οἰκετῶν σου πρὸς τελείωσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φέγγος παμφαές, μετανοίας μοι ἀνάτειλον, Ἰωάννη ὁ δακρύων ὀχετοῖς, καταρδεύσας τοῦ Χοῤῥὰθ κοιλάδος σπήλαια.

Θραῦσον σαῖς εὐχαῖς, καθ’ ἡμῶν ἐχθροῦ τὰ βέλεμνα, Ἰωάννη ὁ παγίδας τὰς αὐτοῦ, καταστρέψας σοῖς συντόνοις ἀγωνίσμασιν.

Ἴασαι ἡμῶν, Ἰωάννη τὴν ἀσθένειαν, προσκυνούντων σου τὸ σκῆνος εὐλαβῶς, τὸ ἀλώβητον ἐν χρόνῳ χαριτώνυμε.

Θεοτοκίον.
Τείχισον ἡμᾶς, προστασίᾳ σου Μητρόθεε, σὲ ὑμνοῦντας ὡς πιστῶν καταφυγήν, κατωδύνοις ἐν δεινοῖς καὶ περιστάσεσι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Οἰκήτορα τῶν σπηλαίων πάνσεπτον, Χοζεβᾶ ἐγκωμιάσωμεν πόθῳ, νῦν Ἰωάννην πυρσὸν ἡσυχίας, καὶ σιωπῆς καὶ εὐχῆς παμφαέστατον, χάριν εὑρόντα τῶν παθῶν, διαλύειν ἡμῶν τὴν σκοτόμαιναν.

Ὑπέρμαχε θείων παραδόσεων, Ἰωάννη ταπεινώσεως κέρας, σκληραγωγίας σαρκίου ἀκρότης, καὶ προσευχῆς ἱερὸν καταγώγιον, μὴ διαλείπῃς τὸν Χριστόν, ἱκετεύων ὑπὲρ τῶν τιμώντων σε.

Ζοφώδους με Ἰωάννη λύτρωσαι, κατακρίσεως παθῶν καὶ κακίας, τὸν προσκυνοῦντα τὸ θεῖόν σου σκῆνος, καὶ ἀνυμνοῦντα πληθὺν θαυμασίων σου, σημειοφόρε ἀσκητά, ἀπαθείας καὶ νήψεως πρόβολε.

Θεοτοκίον.
Ὡς δούλων σου ἐναργῆ βοήθειαν, καὶ ἀντίληψιν ἐν δίναις καὶ σκέπην, σὲ μελῳδοῦμεν Κυρία Παρθένε, Θεογεννῆτορ ψυχῶν ἀγαλλίαμα, καὶ μεγαλύνομεν τρανῶς, θαυμασίων σου πλῆθος τὸ ἄμετρον.

Κατάστειλον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Ἰωάννη, πρὸς τὸν Κύριον Χοζεβᾶ Μονῆς νέον καύχημα, ὁ πάθη νεκρώσας συντόνοις πόνοις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁ ἀναβὰς ἀρετῆς θείαν κλίμακα, δι’ ἀσφαλοῦς φυλακῆς τῶν αἰσθήσεων, καὶ κακουχίας πολλῆς χαριτώνυμε, τοῦ Χοζεβᾶ ἐρημῖτα ἐπάκουσον, ἡμῶν θερμῶν Ἰωάννη δεήσεων.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17 – 33 ).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάτερ ἀκατάκριτε, ὁ ἐποφθεὶς χαρισμάτων, Παρακλήτου Πνεύματος, σκήνωμα πανίερον, καὶ παλάτιον, τῆς προοράσεως, ἀσκητὰ χειμάῤῥου, τοῦ Χοῤῥὰθ οὗ τὴν μετάστασιν, πρὸς πόλου δώματα, οὐρανοῦ ἐτίμησαν ὄρνεα, καὶ οὗ Θεὸς ἠφθάρτισε, σκῆνος μετὰ πότμον ἱκέτευε, Τοῦτον δοῦναι πᾶσι, ὑγίειαν καὶ ῥῶσιν καὶ ἰσχύν, τοῖς εὐλαβῶς μακαρίζουσι, βίου σου τὰ σκάμματα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ πληθὺς μονοτρόπων, Χοζεβᾶ Ἰωάννη, σὺν ὁμηγύρεσι, προσκυνητῶν σοῦ σκήνους, τὴν σὴν ὑμνοῦσα χάριν, ἀσκητὰ θεοείκελε, αἰτεῖται σὴν ἀρωγήν, ἀντίληψιν καὶ σκέπην.

Σωφροσύνης πυξίον, ἀσκητὰ Ἰωάννη, πιστοὺς ἀξίωσον, σωφρόνως καὶ δικαίως, καὶ εὐλαβῶς ἀνῦσαι, τὸν ἐπίγειον δόλιχον, ἀόκνοις ὃν προσευχαῖς, διήνυσας ἀρτίως.

Ἀσωμάτοις χορείαις, ἐν τῇ πόλει τῇ ἄνω, συναγαλλώμενος, καὶ τῆς μορφῆς Κυρίου, θεώμενος τὸ κάλλος, Ἰωάννη μνημόνευε, τῶν σῶν θερμῶν ἱκετῶν, τρισμάκαρ Χοζεβῖτα.

Θεοτοκίον.
Ξένων κρήνη θαυμάτων, Παναγία Παρθένε, Θεογεννήτρια, ἡμῖν ἡ καθ’ ἑκάστην, ἐκβλύζουσα ἀφθόνως, τῆς σῆς χάριτος νάματα, δός μοι πιεῖν ὕδωρ ζῶν, σῆς θείας προστασίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχὺν παράσχου, πιστῶν χοροῖς Ἰωάννη, πτερνιστὴν θριαβεῦσαι ἀρχαῖον, ὃν συντόνοις πόνοις, ἐνίκησας ἀρτίως.

Ὡς ἐρημίτην, σεπτὸν Χοῤῥὰθ τῆς κοιλάδος, σὲ τιμῶντες λαμπρῶς, Ἰωάννη, σὰς θερμὰς πρεσβείας, αἰτούμεθα πρὸς Κτίστην.

Σκῆνός σου θεῖον, τὸ ἀδιάφθορον πάτερ, προσκυνοῦντες πιστῶς Ἰωάννη, Χοζεβῖτα μάκαρ, σὴν χάριν ἐκζητοῦμεν.

Θεοτοκίον.
Οὐρανοδρόμον, ὑπόδειξόν μοι πορείαν, Θεοτόκε σοφὸς Ἰωάνης, ἣν καλῶς ἀρτίως, διήνυσε Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νεκρώσας τὸ σαρκίον, καὶ ζωώσας πνεῦμα, σὸν Ἰωάννη συντόνοις ἀσκήσεσιν, χάριν νεκρῶσαι τὰ πάθη ἡμῶν ἀπείληφας.

Μονήρους πολιτείας, καύχημα τὸ νέον, ἐξιλεοῦσθαι ἡμῖν τὸν Παντάνακτα, τοῦ Χοζεβᾶ Ἰωάννη μὴ παύσῃ ὅσιε.

Εὐκλείας σου ἐξ ὕψους, σκέπε ὑμνητάς σου, θαυματουργὲ Ἰωάννη, τοὺς σπεύδοντας, τὸ σκήνωμά σου τὸ θεῖον σεμνῶς ἀσπάσασθαι.

Θεοτοκίον.
Χριστοῦ τοῦ Ζωοδότου, Μῆτερ γλυκυτάτη, τοῦ Ἰωάννου ἐνθέρμοις ἐντεύξεσιν, ἡμῶν τὸν πρόσκαιρον βίον ἁγνὴ καθήδυνον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἰωάννη νεολαμπές, ἄστρον τῶν σπηλαίων, τῆς κοιλάδος τοῦ Χοζεβᾶ· χαίροις Ἰωάννη, Ὁσίων νέον εὖχος, οὗ Κύριος ἀρτίως, σκῆνος ἠφθάρτισε.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς, σκῆνος Ἰωάννου, τοῦ ὁσίου ἐν Χοζεβᾷ, Μάνδρᾳ ὃ ἡ χάρις, ἠφθάρτισε Κυρίου, ἐκ Ῥουμανίας ἄρτι, τοῦ οὐρανόφρονος.

Ὁ τὴν ὀρφανίαν ἀπὸ παιδός, Ἰωάννη μάκαρ, καὶ τὴν στέρησιν ταπεινῶς, ὑπομείνας δεῖξον, ἡμᾶς υἱοὺς Κυρίου, τοὺς πίστει ἐκβοῶντας· Πάτερ ἡμάρτομεν.

Ὁ συντόνοις πόνοις καὶ προσευχῇ, νήψει καὶ ἀσκήσει, κατὰ μέθεξιν θεωθείς, μάκαρ Ἰωάννη, τοῦ Χοζεβᾶ κοσμῆτορ, ἱλέωσαι τὸν Κτίστην, τοῖς εὐφημοῦσί σε.

Ὄρνις ὡς φιλέρημος ἀσκητά, ἔπηξας ἀγώνων, θεαρέστων σου καλιάν, ἐν Χοῤῥὰθ κοιλάδος, σπηλαίοις Ἰωάννη, Χοζεβιτῶν Ὁσίων, νέων θησαύρισμα.

Ῥῦσαι Ἰωάννη παντοδαπῶν, θλίψεων κινδύνων, ἐπωδύνων καὶ συμφορῶν, τοὺς ἀσπαζομένους, ἐν Χοζεβᾷ Σεμνείῳ, τὸ πάνσεπτόν σου σκῆνος, καὶ χαριτόβρυτον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἰωάννη νεαυγές, ἄστρον ἐν Χοῤῥὰθ ἀνατεῖλαν, ἐν τοῖς ἐσχάτοις καιροῖς, καὶ φωτίσαν ἅπαντας, αὐγαῖς χρηστότητος, ἀρετῆς ταπεινώσεως, καὶ σκληραγωγίας, Χοζεβᾶ φρυκτώρημα, φωτολαμπέστατον, σκέδασον ἡμῶν σκοτομήνην, τῶν παθῶν καὶ ζόφον μανίας, τοῦ δεινοῦ καὶ πλάνου πολεμήτορος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.