Παρακλητικός Κανών εις τον Άγιο Ιωάννη ο Βλαδίμηρος ο Βασιλεύς και Θαυματουργός

†Εορτάζεται στις 22 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Ἰωάννῃ οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς καὶ προσπέσωμεν, ἐν εὐσεβείᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Ἅγιε, βοήθησον καὶ ἡμᾶς τυραννίας, σπεῦσον ἐκλυτρώσασθαι, ἀσεβῶν καὶ ἀπίστων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, ἀλλ’ ἐκ παντοίων κινδύνων διάσωσον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δειναῖς πιεζόμενος συμφοραῖς, πρὸς σὲ ἐπιῤῥίπτω, καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ὦ Ἄναξ τρισμάκαρ καὶ παρθένε, τῶν φοβερῶν καὶ κακῶν με ἐκλύτρωσαι.

Σαρκὸς με τοῦ κλύδωνος ἐμβολή, μάκαρ Ἰωάννη, ἐκταράττει διηνεκῶς, εἰρήνευσον Μέδων τῇ γαλήνῃ, πρὸς Θεὸν μεσιτεύων, θεόσοφε.

Δαιμόνων τὰ στίφη τὰ πονηρά, καταπολεμοῦσι, τὸν σὸν δοῦλον ἀνηλεῶς· κατάργησον τούτους τῇ δυνάμει, τῇ τοῦ Σταυροῦ, στεφηφόρε πανθαύμαστε.

Θεοτοκίον.
Παρθένε ἡ πύλη ἡ τοῦ Θεοῦ, ἄνοιξόν μοι πύλην, εὐσπλαχνίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μητρικῇ παῤῥησία σου ῥῦσαί με.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πονηρίας ἀνθρώπων, ὀδυνηρὰς πάντοτε, ἀπειλὰς πνεόντων δυσφήμως, σὺ μὲ διάσωσον, τὴν θηριώδην αὐτῶν, μανίαν διασκεδάζων, εὐσεβῶν τὸ στήριγμα, Μάρτυς πανένδοξε.

Σκαιωρίας ἀπίστων, θαυματουργέ σκόρπισον, καὶ παραπικραίνοντας πάντας, ταχὺ κατάβαλε, ἐν τῇ ῥομφαίᾳ τῇ σῇ, τῶν πρεσβειῶν ἡ θερμότης, τῶν πιστῶν τὸ καύχημα, Ἄναξ Βλαδίμηρε.

Σωφροσύνη εὐώδει, τὴν βδελυρὰν διῶξον, τῶν σῶν θεραπόντων θεόφρον, δεινὴν ἀσέλγειαν, ὁ θείων μύρων κρουνούς, καθαρωτάτους ἐκβλύζων, Ἀθλητῶν ὁμόσκηνε, τοῦ Παντοκράτορος.

Θεοτοκίον.
Ἀρετῆς παρθενίας, ἐστερήθην Πάναγνε, ὅλος ἐμολύνθην τῷ πάθει, τῆς ἀσωτίας μου, ἡ τετοκυῖα Κριτήν, παρανομούντων ἀνθρώπων, πάσης κατακρίσεως, Παρθένε σῶσόν με.

Προστρέχομεν, τῇ μυροθήκῃ σου πάντες, σημειοφόρε, εὐωδίας καλλίστης, καὶ δωρεῶν θείων πλουτοῦμεν· σὺ γὰρ πρόμαχος ἡμῶν ἦ καὶ ἀντιλήπτωρ.

Ἀξίωσον, τῆς χάριτος σου, Ἰωάννη θεοφόρε, τοὺς σοὺς δούλους τοὺς ταπεινοὺς ἐκ νόσων ῥυόμενος, καὶ κάθαρον τῶν παθῶν ἡμῶν τὸν ῥύπον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ πύργος ἀπροσμάχητος, ἐδείχθης, σοφέ, τοῖς πίστει ἐκβοῶσι σοι, καὶ σεπτῶς κραυγάζουσιν· ἀθλητὰ Βλαδίμηρε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἀεὶ τῇ Τριάδι παριστάμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰαμάτων χαρίσματα, τῷ σεπτῷ τεμένει σου οἱ προσφεύγοντες, ἀρυόμεθα εὐφρόσυνοι, καὶ δοξάζομεν σε, θαυματόβρυτε.

Ἀλβανίας, Σερβίας τε, καὶ τῆς Βουλγαρίας τὰ σὰ θαύματα, ἀντιλήπτορα κηρύττουσι, διὸ σωτῆρα πάντες σὲ γνωρίζουσι.

Τῆς Μυσίας οἱ Ὀρθόδοξοι, καὶ οἱ τοῦ Ἰλλυρικοῦ σεπτῶς σοι προσπίπτουσι, τῆς ὑγιείας ἀπολαύοντες, καὶ χαρίτων πάντοτε πληρούμενοι.

Θεοτοκίον.
Σύ τὸν νοῦν μου ἐκλάμπρυνον, τὸν ἐσκοτισμένον τοῖς πλημμελήμασιν, ἡ τὸν Ἥλιον κυήσασα, τῆς δικαιοσύνης, Παναμώμητε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φρούρησον ἡμᾶς, ταῖς πρεσβείαις σου, Βλαδίμηρε, καὶ τῷ βραχίονι σου τῷ κραταιῶ, πικροὺς τυράννους κατάβαλε, ὑπερθαύμαστε.

Δώρησαι ἡμῖν, τὴν ὑγιείαν δεομένοις σου, τῆς ψυχῆς καί τοῦ σώματος ἀεί, καὶ τὴν μυρίπνοον ῥῶσιν, Ἰωάννη πανόλβιε.

Ἴασαι λαούς, προσδραμόντας σοι θαυμάσιε, λοιμικῆς τε νόσου καὶ πυρετῶν, καὶ ἀλγηδόνων παντοίων πάντας διάσωσον.

Θεοτοκίον.
Φώτισον Ἁγνή, τῆς ψυχῆς μου τὴν σκοτόμαιναν, τῆς σῆς λαμπρότητος τῇ μαρμαρυγῇ, ἡ Φῶς τεκοῦσα τὸν θεῖον καὶ προαιώνιον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θαυμάτων σε, θησαυρὸν ἐπίσταμαι, καὶ πηγήν τῶν ἀγαθῶν, Ἰωάννη, ἀσθενειῶν θεραπεύοντα πάθῃ, καὶ ἐνεργείας δαιμόνων ἐλαύνοντα· διὸ δέομαι ἀναγαγεῖν, ἐκ φθορᾶς με κακῶν, χαριτώνυμε.

Προστάτην σε, τῆς Μονῆς κηρύττομεν, καὶ φρουρόν τῆς Ἀλβανίας παμμάκαρ, τῶν πειρασμῶν διαλύοντα ὄχλον, καὶ ἐπηρείας ἀπίστων διώκοντα· διὸ πάντας τοὺς Χριστιανούς, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα.

Λιμένα, τὴν σὴν σορὸν ἐν θλίψεσι, καὶ ἐν ἀνάγκαις ἐννοῶ, Μυροβλύτα, καὶ παντελῆ συμφορῶν σωτηρίαν, καὶ ποταμὸν δωρεῶν ἀνεξάντλητον, καὶ βρύσιν τῶν εὐωδιῶν, καὶ πηγὴν ἰαμάτων ἀέναον.

Θεοτοκίον.
Θεράπευσον, τὴν δεινῷ νοσήματι, καὶ ἐμπαίγματι οἰκτρῷ κακωθεῖσαν, ἐκ πονηροῦ τὴν καρδίαν μου ὅλην, καὶ τῆς ἐν σοὶ ἰατρείας ἀξίωσον, καὶ σῶσον με τὸν ἐπὶ σε, προσφεύγοντα , Μαρία Πανάμωμε.

Προστρέχομεν, τῇ μυροθήκῃ σου πάντες, σημειοφόρε, εὐωδίας καλλίστης, καὶ δωρεῶν θείων πλουτοῦμεν· σὺ γὰρ πρόμαχος ἡμῶν ἦ καὶ ἀντιλήπτωρ.

Ἀξίωσον, τῆς χάριτος σου, Ἰωάννη θεοφόρε, τοὺς σοὺς δούλους τοὺς ταπεινοὺς ἐκ νόσων ῥυόμενος, καὶ κάθαρον τῶν παθῶν ἡμῶν τὸν ῥύπον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Βασιλείαν λιπών τὴν ἐν γῆ, ὦ πανθαύμαστε, Βασιλείας τῶν Οὐρανῶν, οὐκ ἀπέτυχες, Ὅσιε, ἀλλ’ ἐν μέσῳ εὐσεβῶν Ἀνάκτων ἐντρυφᾷς· διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν νῦν ἐπικαλουμένων σε, καὶ πιστῶς κραυγαζόντων σοι· λύτρωσαι νοσημάτων, ὡς καὶ ἀμπλακημάτων, τοὺς ἱκετεύοντας σε θερμῶς, Ἀθλοφόρε, καὶ τιμῶντάς σε.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα΄ 12-16).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διά τὸ ὄνομα μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἀποστερήσῃς με, τῆς σῆς φρικτῆς προστασίας, Ἀθλητὰ Βλαδίμηρε, ἀλλὰ θραῦσον δέομαι, τῇ ἰσχύῃ σου, δαιμόνων τὰ τοξεύματα, καὶ τὰ τούτων βέλη, καὶ ἀπάλλαξον σοὶ δέομαι, πόνου τοῦ τῆς ψυχῆς, πάσης τε ἀνάγκης καὶ θλίψεως· δουλείας γὰρ συνθλίβει με, τῶν ἀγαρηνῶν ἄχθος μέγιστον· αὐτοὺς τυραννοῦντας, δυνάστας κραταιοὺς καὶ δυνατούς, τῇ σῇ δυνάμει ἐδάφισον, Ἄναξ εὐκλεέστατε.

Σῶσον ὁ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ψυχὴν θυμηδίας, καὶ χαρᾶς ἁπάσης ἀνάδειξον ἔμπλεον, θεόφρον Ἰωάννη, τῶν σὲ ἐπικαλουμένων, καὶ βοᾶν ἀεὶ δίδαξον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Λαμπρυνθεὶς τῷ σῷ πάθει, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῇ σῇ φωταγωγίᾳ, καὶ κραυγάζειν ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, καὶ βλάβης τῶν δαιμόνων, τούς τῇ σκέπῃ σου θαῤῥοῦντας, καὶ ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Τῶν ἀνθρώπων ὁ Πλάστης, ἐν γαστρί σου σκηνώσας, Θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν ζάλαις κλονουμένων, καὶ βοώντων δεικνύει σε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Τοῖς ποντουμένοις, βιωτικαῖς τρικυμίαις, χεῖραν δίδου παμμάκαρ τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν σῶν Λειψάνων, τῶν θεαυγῶν ἁπτομένους, εὐωδίας πλήρωσον τῆς θείας, Κύριον ὑμνοῦντας, πιστῶς εἰς τοὺς αἰῶνας.

Τοὺς δεομένους, ἐκτενῶς Μυροβλύτα, καὶ τὴν σὴν χάριν αἰτοῦντας προσδέχου, τοὺς δοξολογοῦντας, Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν μολυσμάτων, τῆς καρδίας μου, Παρθένε, μετανοίας καθάρισον νίπτροις, ἵνα σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀστέρα Ἰωάννη, σὲ σημειοφόρε, ὁμολογοῦμεν φωσφόρον αὐγάζοντα, εὐσεβεῖς τοὺς ὀρθοδόξως, Χριστῷ λατρεύοντας.

Ἐν σάλῳ, Ἀθλοφόρε, τοῖς κυματουμένοις, πολλῶν κακῶν σαῖς ἱκεσίαις βοήθησον, διασκεδάζων ἀνέμους, τοῦ πολεμήτορος.

Τὴν δέησιν μου δέξαι, τοῦ ταπεινωθέντος, καὶ χαλεπῶν Ἀθλοφόρε κακώσεων, καὶ ἁμαρτίας ἁπάσης, με ἐλευθέρωσον.

Θεοτοκίον.
Ἐλπίδα σωτηρίας, τῶν ἐκπεπτωκότων, αἱ γενεαί Θεοτόκε γινώσκουσι, διὰ παντὸς ὁμοφώνως σὲ μακαρίζουσαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καί τὰ παρόντα Μεγαλυνάρια,
Τοὺς συναθροισθέντας τῷ σῷ ναῷ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι, ὑπὸ τῆς χάριτος σου, σοφὲ Βλαδίμηρε.

Τὸν στεῤῥὸν ὁπλίτην καὶ ἀθλητήν, ὑπὲρ εὐσεβείας, τὸν ἀδαπάνητον θησαυρόν, τὸν ἐν Βασιλεῦσι ἅμα καὶ Μυροβλύταις, τὸν θεῖον Ἰωάννην, πόθῳ ὑμνήσωμεν.

Τὰ πεπυρωμένα τά τοῦ ἐχθροῦ, ἔνεδρα, παγίδας, διασκέδασον ἐξ ἡμῶν, τῇ δυνάμει, μάκαρ, τῇ ἐκ Θεοῦ δοθείσῃ, ὅπως αὐτῶν ῥυσθέντες, σὲ μεγαλύνωμεν.

Φρίττομεν ὁρῶντες θαῦμα φρικτόν, τὸ Σκουμβίου ῥεῦμα, ἀπεστράφη ὀπίσω γάρ, Ἰορδάνου ῥεῖθρον, μιμούμενον, ὅτε εἶλθε, ἡ θήκῃ σῶν Λειψάνων ἐν τῇ Κουσσίας ῥοῇ.

Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Βλαδιμήρου, ἀπαστράψαντα νοητῶς, Μαρτύρων τὸ κλέος, καὶ Βασιλέων δόξαν, τὸν θεῖον Ἰωάννην, ὕμνοις τιμήσωμεν.

Ἕτερον. Ἀντωνίου Μάρκου.
Χαίροις Ἐκκλησίας θεῖος βλαστός, ὁ ἐν τῇ ἀσκήσει, καὶ ἀθλήσει ἁγιασθείς, Βλαδίμηρε ἄναξ, θεόπτα Ἰωάννη, τοὺς σὲ προσκαλουμένους, κακῶν διάσῳζε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατεῖαι, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου. Ἀντωνίου Μάρκου.
Δεῦτε Βλαδιμήρου τὸν σεπτόν, καὶ θαυματουργὸν Βασιλέα, πάντες τιμήσωμεν, Ἰωάννην ἔνδοξον, τὸν Μυροβλύτην, πιστοί· τὸν ἰάσεις προχέοντα, ἐπὶ τοῖς δεομένοις, καὶ τοῖς προσεγγίζουσι, πίστει αὐτοῦ τὴν σορόν· πρέσβευε, βοῶντες· Κυρίῳ, τῶν Ἀνάκτων κλέος καὶ δόξα, ὑπέρ τῶν σὲ ὑμνούντων, πανσεβάσμιε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι. Ἀντωνίου Μάρκου.
Βασιλεὺς ὑπάρχων ἐπί τῆς γῆς Ἰωάννη,
Ἀντωνίῳ δώρησαι ἐπὶ παθῶν βασιλεῦσαι.
Τὴν κάραν δὲ τμηθεὶς ὑπέρ τῆς παρθενίας,
τὴν κάραν σύντριψον ὄφεως ὃς με θλίβει.

 

 

Πηγή