Παρακλητικός Κανών εις τον Όσιο Κόνωνα τον εν Ακαμάντι της Κύπρου ασκήσαντα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 5 Μαρτίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ ἑξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Tὸν ἐν Ἀκάμαντι ἀσκήσαντα Κύπρου, σεπτὸν ὁμόζηλον πατέρων ἐρήμου εἰς τὰς ἐπάλξεις φθάσαντα πασῶν ἀρετῶν, Κόνωνα, τιμήσωμεν, ἐραστὴν ἡσυχίας καὶ ταμεῖον νήψεως, πρὸς Θεὸν ὡς μεσίτην καὶ ἐν ἀνάγκαις πάντων βοηθὸν βοώντων· χαῖρε, ὁσίων ἐκσφράγισμα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κόνωνος, τοῦ ἐν Ἀκάμαντι, θερμὴ ἱκεσία. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κατάπαυσον πάθη τὰ σαρκικὰ τῶν σοὶ προστρεχόντων καὶ τιμώντων σε, ἀσκητά, ὡς Κύπρου Ἀκάμαντος ὁσίων περιφανέστατον, Κόνων, οἰκήτορα.
Ὁ φθάσας ἀσκήσει εἰς ἀρετῶν ἐπάλξεις καὶ χάριν θαυμασίων ὁ ἀνευρών, Χριστὸν ἐκδυσώπει, Κόνων μάκαρ, ἡμῶν σαρκίου πραΰνειν κινήματα.
Ναῷ προσιόντας σῷ ἱερῷ ἐν δυσπροσπελάστῳ καὶ δυσβάτω, ἐγκρατευτὰ Ἀκάμαντος Κύπρου χερσονήσῳ, Κόνων, εὐλόγει ἀπαύστως καὶ φύλαττε.
Θεοτοκίον.
Ὡς πάντων πρὸς θέωσιν ὁδηγὸν ὑμνοῦντές σε πόθῳ, Θεοτόκε, τὴν ἀτραπὸν ὑπόδειξον βίου διανῦσαι ἐν σωφροσύνῃ ἡμῖν καὶ σεμνότητι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεῦσον ταῖς ἱκεσίαις προσκυνητῶν, ὅσιε Κόνων, τοῦ σπηλαίου ἀγώνων τῶν νυχθημέρων σου αὐτῶν ἀτάκτους ὁρμὰς τὰς τῆς σαρκὸς καταπαύων, ἃς συντόνοις πόνοις σου, πάτερ, κατέστειλας.
Ὁσιώτατε Κόνων, τῶν ἀσκητῶν κόσμημα, ὁ ἐν χερσονήσῳ οἰκήσας Κύπρου Ἀκάμαντος, ὡς παῤῥησίαν πολλὴν πρὸς τὸν Σωτῆρα τοῦ κόσμου ἔχων καθιλέωσαι Τοῦτον ἱκέταις σου.
Σῶσον πάντας ἐκ βλάβης τοῦ πονηροῦ, ὅσιε Κόνων, κοπιόντας εἰς τόπον φθάσαι ἀσκήσεως σῆς θεαρέστου, ἐν ᾧ αὐτὸν ἐπύκτευσας νήψει, προσευχῇ καὶ δάκρυσι, πάτερ πανίερε.
Θεοτοκίον.
Τοῖς οἰκέταις σου πέμψον ἐξ οὐρανοῦ, Δέσποινα, σωτηρίας, Μῆτερ, ῥανίδας σὲ μακαρίζουσιν ὡς εὐφροσύνης πιστῶν τῆς αἰωνίου νεφέλην, τὰς ψυχὰς ἐν καύματι πάντων δροσίζουσαν.
Κατάστειλον τὰς χαμαιζήλους κινήσεις τῶν ἱκετῶν σου τοῦ σαρκίου, ὁ τὰς ὁρμὰς αὐτοῦ ἐν Ἀκάμαντι Θεοῦ, Κόνων, χάριτι καταστείλας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγγέλων λαμπρῶν ὁμόσκηνε, τὸ σπήλαιον ἀγώνων τῶν σῶν τοὺς προσκυνῆσαι σπεύδοντας, θεοφόρε ὅσιε, Κόνων, ἐν χερσονήσῳ Ἀκάμαντος, εὐλόγει, σκέπε, ῥύου συμφορῶν καὶ δίδου ἐν νόσοις τὰ ἰάματα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὁσιότητος σκήνωμα, Κόνων, τοὺς ἀντλοῦντας ἐξ ἁγιάσματος σοῦ σπηλαίου ἐν Ἀκάμαντι ἀκλινῶς ἁγίαζε, ἰσάγγελε.
Ὑμνητῶν σου σῇ χάριτι τὰς ἐπιθυμίας καὶ τὰ κινήματα τοῦ σαρκίου ἀπονέκρωσον, Κόνων, τῆς ἁγνείας ἐνδιαίτημα.
Εὐσυμπάθητε ὅσιε, Κόνων, ὁ πρεσβεύων ὑπὲρ προσφύγων σου τῷ εὐσπλάγχνῳ Παντοκράτορι, σπεῦσον βοηθῆσαι τοῖς ἱκέταις σου.
Θεοτοκίον.
Νῦν, Παρθένε, τοὺς δούλους σου καὶ ἀεὶ φρουροῦσα, Θεογεννήτρια, μὴ ἐλλείπῃς, τοὺς ἐν ᾄσμασι σὲ μελισταγέσι μεγαλύνοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Αἴγλης οὐρανῶν καταξίωσον ἱκέτας σου ἀπολαῦσαι, ὁ αὐτῆς, ἐγκρατευτά, ἀπολαύων, Κόνων μάκαρ, ὡς ἰσάγγελος.
Κόπασον ἡμῶν τῶν παθῶν ταχὺ τὸν κλύδωνα, σὲ τιμώντων ὡς ὁσίων καλλονήν, τῶν ἐν Κύπρῳ ἀσκησάντων, Κόνων πάντιμε.
Ἅγνισον τὸν νοῦν τῶν προσκυνητῶν σῆς χάριτος ἐν Ἀκάμαντι καὶ Χούλου, ἀσκητά, Κόνων, καὶ ἐν Κισσονέργᾳ, πνευματέμφορε.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ ὑετὸν ἡμῖν ἐπόμβρισον οὐρανόθεν σῆς ταχείας ἀρωγῆς ἐν αὐχμῷ, οἴμοι, παθῶν σαρκὸς τοῖς στένουσι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀνάστησον ἐκ βοθύνου πτώσεων καὶ ἐκ λάκκου πειρασμῶν κατωδύνων τοὺς μεγαλύνοντας πόνους σου, Κόνων, ἀσκητικοὺς ἀρετῆς πρὸς τελείωσιν, σπηλαίου ἔνοικε σμικροῦ ἐν Ἀκάμαντι, Κόνων μακάριε.
Νικήτορας κατ’ ἐχθρῶν ἀνάδειξον νοητῶν τοὺς εὐλαβῶς σὲ τιμῶντας ὡς καλλονὴν ἀσκητῶν τῶν ἐν Κύπρῳ, καμάτοις τὸν θριαμβεύσαντα δαίμονας συντόνοις, Κόνων, προσευχαῖς, ἀγρυπνίαις, νηστείαις καὶ δάκρυσι.
Τοὺς πόνους σου πειρασμῶν πρὸς νέκρωσιν σαρκικῶν ἐν τῷ Ἀκάμαντι, Κόνων, ἀνευφημοῦντες, πανόσιε πάτερ, σὲ δυσωποῦμεν· Παθῶν ἀπολύτρωσαι καὶ πειρασμων σοὺς ὑμνητάς, πρὸς Θεὸν σαῖς ἐνθέρμοις δεήσεσι.
Θεοτοκίον.
Ἱκάνωσον σοὺς οἰκέτας, Δέσποινα, ἀντιστῆναι τῇ δυνάμει τοῦ πλάνου, εὐχαῖς θερμαῖς σου, Κυρία Παρθένε, ἡγιασμένον Θεοῦ Λόγου σκήνωμα, ἀδιαλείπτοις προσευχαῖς τοῦ ὁσίου, παμμάκαρος Κόνωνος.
Κατάστειλον τὰς χαμαιζήλους κινήσεις τῶν ἱκετῶν σου τοῦ σαρκίου, ὁ τὰς ὁρμὰς αὐτοῦ ἐν Ἀκάμαντι Θεοῦ, Κόνων, χάριτι καταστείλας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ἀσκητὴν εὐφημήσωμεν Κόνωνα τῆς ἐρημίας ἐν Κύπρῳ Ἀκάμαντος, ὡς τῶν ἡμῶν πειρασμῶν ὀλετήριον καὶ στηριγμὸν ἐν δειναῖς περιστάσεσιν, αὐτοῦ δεήσεις θερμὰς ἐξαιτούμενοι.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17 – 23 ).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Kόνων ἀξιάγαστε, τῆς ἐρημίας οἰκῆτορ, θησαυρὲ Ἀκάμαντος ἀληθῶς ἀσύλητε, ὁ τῇ χάριτι τοῦ Θεοῦ βίον σου ὥσπερ ἰσάγγελος διανύσας καὶ εἰς ἔπαλξιν πόλου ὑπέρφωτον, μάκαρ, καταντήσας, κατάστειλον ἡμῶν πάθη χαμαίζηλα πρὸς Αὐτὸν πρεσβείαις ταῖς διαθέρμοις σου, ἵνα παῤῥησίαν ὑμνῶμεν, ἥνπερ ἔχεις πρὸς Αὐτόν, τὸν πᾶσι γέρα δωρούμενον τῆς αἰωνιότητος.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θεοφόρε οἰκῆτορ τοῦ Ἀκάμαντος, Κόνων, ἡμῖν ἐπίσταξον ἐξ ὕψους σου εὐκλείας τὸ ἔλεος τὸ μέγα τοῦ Θεοῦ, ὁσιώτατε, οὗπερ σκηνῶν οἰκιστὴς ὑπάρχεις ὑπερφώτων.
Ἑορτάζομεν μνήμην σὴν ὑπέρλαμπρον, Κόνων, ἐν τῷ Ἀκάμαντι, ἐν Κισσονέργᾳ, μάκαρ, καὶ Χούλου, θεοφόρε, ὁ παρέχων ἰάματα τοῖς ἐν ᾠδαῖς μελιχραῖς σὲ ἀνυμνολογοῦσι.
Ῥεῖθρον χάριτος θείας καὶ κρουνὲ ἀπαθείας ὄντως ἀκένωτε πνευματοφόρε Κόνων, θερμῶς σὲ δυσωποῦμεν· τοὺς ἱκέτας σου δρόσισον νάμασι σῶν πρεσβειῶν πρὸς τοῦ Θεοῦ τὸν Λόγον.
Θεοτοκίον.
Μῆτερ Λόγου Ὑψίστου, Παναγία Παρθένε, τῶν προστρεχόντων σοι, βοήθει ἐν κινδύνοις καὶ θλίψεσι σοῖς δούλοις εὐλαβῶς μεγαλύνουσι σὴν ἐναργῆ ἀρωγήν, φρουρὰν καὶ προστασίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
ᾜσχυνας, Κόνων, τῇ σῇ ἀσκήσει βελίαρ, καὶ Χριστῷ εὐηρέστησας, πάτερ, ὃν ἀεὶ δυσώπει ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ἰσχύϊ θείᾳ, Κόνων, νικήσας τὰ πάθη τῆς σαρκός, ἀπονέκρωσον τάχος σαρκικὰς κινήσεις Ναοῦ προσκυνητῶν σου.
Κανὼν ὁσίων ἐρήμου, Κόνων παμμάκαρ, ῥύου θλίψεων τοὺς ἐκζητοῦντας σοῦ τὰς διαθέρμους πρὸς Κύριον πρεσβείας.
Θεοτοκίον.
Εὐλόγει πάντας τοὺς σὲ ὑμνοῦντας, Παρθένε, ὡς Μητέρα φιλάνθρωπον Κτίστου, ἔλεος οὗ πάντας πιστοὺς καταδιώκει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοῖς σπεῦσον βοηθῆσαι, ἀσκητά, ἱκέταις, ἀνευφημοῦσι πληθὺν θαυμασίων σου, Κόνων, ἐρήμου οἰκῆτορ σεπτὲ Ἀκάμαντος.
Ἰδεῖν ἡμᾶς τὸ κάλλος, Κόνων, τοῦ Ὑψίστου σεπτοῦ προσώπου ἀξίωσον, ὅσιε, οὗ ἀπολαύεις ἀξίως ἐν πόλου δώμασι.
Ἀτάκτους τοῦ σαρκίου νέκρωσον κινήσεις, Κόνων, εὐχαῖς σου ἡμᾶς πρὸς τὸν Ὕψιστον καὶ ἀπαθείας ἐπάλξεις ἡμῖν ὑπόδειξον.
Θεοτοκίον.
Χαρᾶς ἡμῶν καρδίας πλῆσον, Θεοτόκε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, Χριστόν, τὸν Λόγον Ὑψίστου, τὸν ὑπεράγιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, τῶν ἀῤῥεύστων ὁ ζηλωτὴς καὶ ὁ ὑπερόπτης τῶν ματαίων τε καὶ ῥευστῶν, Κόνων θεοφόρε, ὁ ῥείθροις ἁγιάσας ἱδρώτων σου τιμίων Κύπρου Ἀκάμαντα.
Χαίροις, τῶν ὁσίων ἡ κορυφή, ἀσκητὰ ἐν Κύπρῳ τοῦ Ἀκάμαντος θεαυγές, χαῖρε, Κισσονέργας καὶ Χούλου ἀντιλῆπτορ, εὐάρεστε Κυρίῳ, Κόνων μακάριε.
Χαίροις, ὡς στρουθίον ἐρημιτῶν καλιὰν ὁ πήξας ἐν Ἀκάμαντι, ἀσκητὰ Κόνων, θεοφόρε, τοῦ βίου σου μερίμνας Κυρίῳ ὁλοθύμως ὁ παραθέμενος.
Δεῦτε, ἀρυσώμεθα εὐλαβῶς ὕδωρ, Κόνων μάκαρ, ἁγιάσματος ἐκ πηγῆς σοῦ ἀσκητηρίου τοῦ σπηλαιώδους, πάτερ, ψυχῶν τε καὶ σωμάτων νόσων πρὸς ἴασιν.
Δεῦτε, ἀνυμνήσωμεν ἐν ᾠδαῖς Κόνωνα τὸν θεῖον, τοῦ Ἀκάμαντος ἀσκητήν, οὗ τὴν μνήμην ἄγει Κισσόνεργα καὶ Χούλου ὁμοῦ σὺν τῇ ἐρήμου σῆς ἐνασκήσεως.
Παῦσον ὑμνηπόλων σου τῶν παθῶν τὰς ἐπαναστάσεις καὶ κατάστειλον τὰς ὁρμὰς τοῦ σαρκίου, Κόνων, τῶν σοὶ καταφευγόντων καὶ μνήμην σου τελούντων, γέρας Ἀκάμαντος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῦ Ἀκάμαντος ἔμψυχον σεμνολόγημα καὶ νήσου Κύπρου ὁσίων φωτοειδῶν θησαυρόν, τὸν ἀσκήσει θεαρέστῳ διαλάμψαντα, Κόνωνα, μέλψωμεν πιστῶς μελιῤῥύτοις ἐν ᾠδαῖς βοῶντες· λαμπρὲ κοσμῆτορ ἡσυχαστῶν, χαμαιζήλων ἡμῶν παθῶν σκοτίαν σκέδασον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Κόνων, θεοφόρε ἀσκητά, ζηλωτὰ ἐρήμου ὁσίων, Χριστῷ ὁ προσομιλῶν, τῷ Θεῷ, ἑκάστοτε, ἡμῶν δεήσεων διαθέρμων ἐπάκουσον καὶ παῦσον κινήσεις σαρκικὰς τῶν πίστει σε ὡς ἀγγελόβιον, μάκαρ, ἀνυμνούντων πατέρων καύχημα Ἀκάμαντος, δήμοις ὁ ἀγγέλων νῦν συναγαλλόμενος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ῥῦσαι πειρασμῶν Τυχικόν, Κόνων,
δέεταί σου, ἰσάγγελε, Χαραλάμπης.