Παρακλητικός Κανών εις τον Όσιο Κοσμά τον Ερημίτη Κρήτης

†Εορτάζεται στις 2 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐρήμου Κρήτης τὸ πανεύοσμον ἄνθος  καὶ μοναστῶν τὸ ἀκροθίνιον πάντες, δεῦτε, πιστοὶ αἰνέσωμεν ἰσάγγελον Κοσμᾶν, ὅπως ταῖς εὐχαῖς αὐτοῦ ἀρυσώμεθα χάριν καὶ ἀποδυσώμεθα νοητοὺς πρὸς ἀγῶνας καὶ παλαμναίου τροποῦντες προσβολάς τῆς βασιλείας Χριστοῦ ἐπιτύχωμεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανῶν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῶν πάλαι ὁσίων τὰς ἀρετάς, ἀνεμάξω πάσας, θεοφόρε πάτερ Κοσμᾶ, διὸ καὶ αὐτῶν θείαις χορείαις συνηριθμήθης ἀξίως θεόληπτε.

Ὁ πάντων ἐτάζων ὡς ποιητής, νεφροὺς καὶ καρδίας, ζῆλον θείον σοῦ καθορῶν, χαρίτων ἁγίων ἔπλησε σε, καὶ ἀπλανῆ ὁδοδείκτην ἀνέδειξε.

Καθάρας ψυχῆς σου τὸ τριμερές, συντόνῳ δεήσει καὶ αἰσθήσεων φυλακῇ, γέγονας δοχεῖον Παρακλήτου καὶ αὐτουργὸς θαυμασίων, πανθαύμαστε.

Θεοτοκίον.
Λιμήν τῶν ἐν ζάλῃ ἐκ πειρασμῶν, ὑπάρχουσα Μῆτερ, παντευλόγητε Μαριάμ, πρὸς ὅρμους γαλήνης ἴθυνόν με, καὶ λογισμῶν μου τὸν κλύδωνα κόπασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐδωδήν σοῦ σὺ ἔχων χόρτον πικρόν, ὅσιε, ἐν ἐρήμοις Κρήτης ψυχήν μου, χάριτι γλύκανον, τὴν πικρανθεῖσαν βολαῖς, τῶν μισοκάλων δαιμόνων, ὅπως ἀριστείας σου μέλπω ὁ δύστηνος.

Ὁ λειμῶνας πρὸς θείους δήμους πιστῶν, ἔνδοξε, ὡς ποδηγετήσας φωτί σου, κἀμὲ τὸν δείλαιον, εἰς ἀρετὴν ἀληθῆ, ταῖς σαῖς λιταῖς ἴθυνόν με, καὶ ἀλήκτου ποίησον χαρᾶς με μέτοχον.

Σαλευθεῖσαν εἰρήνην ἐμῆς ψυχῆς τρώσεσι, δεινῶν προσβολῶν τοῦ βελίαρ, σὺ ἐπανάγαγε, τῇ παῤῥησία σου, πάτερ βοῶ ἐν δακρύοις, συντηρῶν ἀσάλευτον τῇ προστασίᾳ σου.

Θεοτοκίον.
Ὁρμαθόν τῶν παθῶν μου λῦσον, ἁγνὴ Δέσποινα, καὶ ἁμαρτιῶν μου πελάγη, ξήρανον δέομαι, πάντα γὰρ δύνασαι καὶ μόνῃ νεύσει σου Κόρη, ὡς Θεὸν ἡ τέξασα ἐνανθρωπήσαντα.

Διάσωσον, ἐκ πειρασμῶν τῶν κυκλούντών με θεοφόρε, καὶ καρδίαν Χριστοῦ ἡδύτητος πλήρωσον, Κοσμᾶ τῆς Κρήτης τὸ μέγα κλέος.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μεγαλωνύμου νήσου ὑπάρχων τὸ καύχημα, καὶ Ἐκκλησίας πάσης ἀστὴρ φαεινότατος, Κοσμᾶ πολυθαύμαστε, εἰς ὁδὸν μετανοίας κατεύθυνον, ὅπως μερίδος τύχω δεξιᾶς τῶν σεσωσμένων πρεσβείαις σου, ἅγιε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Γεηρῶν τὸ ἐφήμερον, καὶ τρυφὴν ματαίαν ἀπαναινόμενος, αἰωνίων τὴν ἀντίδοσιν, ἀπολαύεις Πάτερ ἱερώτατε.

Ἐξορίσας τὰ πάθη σου, καὶ τούτων γεννήτορα τροπωσάμενος, θείας χάριτος ἀνάμεστος, ὤφθης καὶ Κρητῶν πρέσβυς θερμότατος.

Ἀρετῇ σοῦ ἐνέπνευσας, καὶ θαυματουργίαις ἐποδηγέτησας, προσφευγόντων σοι συστήματα, πρὸς λιμένα πάτερ τὸν ἀκύμαντον.

Θεοτοκίον.
Σὺ γενοῦ μοι μεσίτρια, πρὸς Χριστόν τὸν Κύριον Παντευλόγητε, ὅπως τύχω ὁ ταλαίπωρος, ὀφλημάτων λύσεως, Θεόνυμφε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῶσις ταῖς ψυχαῖς, καὶ τοῖς σώμασι χαρίζεται, σαῖς ἐντεύξεσι πανάριστε Κοσμᾶ, παῤῥησίαν γὰρ πλουτεῖς, μακαριώτατε.

Ῥόδον ἱερὸν ἐν ἐρήμῳ ἀνεβλάστησας, ἀποπνέον εὐωδίαν μυστικήν, αἰωνίως Ἐκκλησίαν κατευφραίνουσαν.

Θήκην τῶν σεπτῶν, ἐν τῇ ξένῃ παροικοῦσαν νῦν, σῶν λειψάνων προσκυνοῦμεν νοερῶς, ἀρυόμενοι θαυμάτων χάριν ἄφθονον.

Θεοτοκίον.
Τῆς ἀγγελικῆς, πολιτείας πάσης σέμνωμα, σὺ ὑπάρχεις Θεοτόκε Μαριάμ, ὡς Κυρία τῶν Ἀγγέλων καὶ ὑπέραγνος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν ἔρημον, τῆς πατρίδος ὅσιε, ἐγεώργησας πηγαῖς σῶν δακρύων, καὶ τῷ ἀρότρῳ πολλῶν σοῦ καμάτων, ἐχθρὸν ἀρχαῖον τρανῶς ἀντετόρησας, διὸ κατέστης παντέερπῆς, καὶ βροτοῖς καὶ Ἄγγέλοις, πανένδοξε.

Χορήγησον, τῆς γαλήνης ἦμαρ μοι, ταῖς πρεσβείαις σου ἰσάγγελε Πάτερ, καὶ ζοφεροῦ ἐκ βυθοῦ πάσης λύπης, καὶ πειρασμῶν ψυχοκτόνων ἐξάρπασον, καὶ πρὸς λιμένα ἀσφαλῆ ἀπαθείας παμμάκαρ, ὁδήγησον.

Αἰτήματα, ἡμῶν πάντων πλήρωσον, τῶν τιμώντων σε Κοσμᾶ θεοφόρε, μὴ δὲ ἐλλίπῃς ἀεὶ προστατεύων, καὶ τῆς τεγξάσης σε νήσου, θεόληπτε, ἐγκαυχωμένης ἀληθῶς, ὅτι ἔχει σε ὄλβον ἀτίμητον.

Θεοτοκίον.
Ἀνέθηκα, τῆς ψυχῆς μου οἴακας, τῇ προνοίᾳ σου Μητράνανδρε Κόρη, καὶ ταπεινῶς ὁ παντλήμων προσφεύγω, τῇ μητρικῇ προστασίᾳ σου Δέσποινα, σὺ γὰρ καὶ πέλεις μου ἰσχύς, καὶ χαρὰ καὶ ἐλπὶς ἀκαταίσχυντε.

Διάσωσον, ἐκ πειρασμῶν τῶν κυκλούντων με θεοφόρε, καὶ καρδίαν Χριστοῦ ἡδύτητος πλήρωσον, Κοσμᾶ, τῆς Κρήτης τὸ μέγα κλέος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεῦτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τῆς νήσου Κρήτης τὸ μέγα καλλώπισμα, καὶ τῶν ὁσίων πατέρων τὸ καύχημα, Κοσμᾶ θεηγόρε, ἱκέτευε, Χριστόν τὸν Κύριον διδόναι ἄφεσιν ἡμῖν τοῖς εὐλαβῶς τιμῶσι σε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-21).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατά τὸ μέγα ἔλεός Σου καὶ κατά τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημα μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀστὴρ φαεινότατε ἀγγελικῆς πολιτείας, σκήνωμα τῆς χάριτος, ἡ λαμπὰς ἡ ἔνθεος καὶ ἀείφωτος, τὸ λαμπρὸν οἴκημα, θείας ἐνεργείας, ἀρετῶν ταμεῖον ἔμψυχον, κανών ἀσκήσεως, Πάτερ ἀληθῶς ἀκριβέστατος, τῆς εὐσεβείας πρόμαχος βίου θεαρέστου ὑπόδειγμα, πάντων τῶν προσφύγων, γενοῦ στεῤῥὸς προστάτης καὶ φρουρός, Κοσμᾶ, ὁσίων ἀγλάϊσμα, θεῖε Κρήτης ἔφορε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Χαλεπῶν νοσημάτων σῇ ἐπιστασίᾳ, Κοσμᾶ ἀπάλλαξον, καὶ πλήθη τῶν κακῶν μου, ἐκρίζωσον ταχέως καὶ μετάνοιαν δώρησαι, ὅπως ὑμνῶ σοῦ ἀεί, τὰς θείας ἀριστείας.

Ἀρετῶν πρὸς ὑψώσεις νοῦν τε καὶ καρδίαν μου Πάτερ εὔθυνον, καὶ φόβῳ τοῦ Κυρίου στερέωσον με ὅπως, τοῦ ἐκ ῥύπων ῥυσθήσομαι, ἁμαρτιῶν μου πολλῶν, ἀπόζοντος μου βίου.

Οὐρανίαις ἀκτῖσιν ἐλαμπρύνθης θεόφρον, ψυχῇ καὶ σώματι, διὸ καί τῶν λειψάνων, τῶν θείων σου ἡ θήκη, ἁγιάζει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Χαριτόπλοκε Κόρη, ἡ τεκοῦσα ἀφράστως Θεὸν ἀχώρητον, ἀνάστησον τὸν νοῦν μου, ἐκ παθῶν χαυμενίας, ὡς ἂν μέλπω γηθόμενος, τὴν πρὸς ἐμέ σου Ἁγνή, πολλὴν κηδεμονίαν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄνωθεν δὸς μοι, ἐν πατρικῇ συμπαθείᾳ, ὦ Κοσμᾶ τὸ εὖχος μονοτρόπων, τῆς σῆς μεσιτείας, τὰς οὐρανίους δόσεις.

Τῆς τυραννίδος, τῶν πειρασμῶν μισοκάλου, ἀπολύτρωσον Κοσμᾶ σῇ παῤῥησία, ὡς κατατροπώσας, αὐτοῦ τὰς πανουργίας.

Ἔνδροσος αὔρα, ἡμῖν γενοῦ δωρημάτων, τῶν ὁσίων καύχημα καὶ κλέος, καὶ χαρᾶς ἀλήκτου ἀξίωσον εὐχαῖς σου.

Θεοτοκίον.
Εὐλογημένη, τοῦ βασιλέως καθέδρα, χρυσοστόλιστε παστάς τῆς θείας δόξης, Μαρία ἔγειρόν με, ἀπὸ παθῶν κοπρίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ λύχνος ὁ φωσφόρος, ἀρετῶν ἁγίων, ἱερομύστα Κοσμᾶ ἡμᾶς πλήρωσον, τῆς οὐρανῶν φωταυγείας τῇ μεσιτείᾳ σου.

Μέλπω σου τοὺς ἱδρῶτας, τοὺς ἐν τῇ ἐρήμῳ, καὶ νοερῶς προσκυνῶ σοῦ τὰ λείψανα, ἅ τῇ πατρίδι ἐκ ξένης σὺ ἐπανάγαγε.

Ὑψόθεν ἐφαπλῶν σοῦ, θείαν προστασίαν, μὴ διαλίπῃς Κοσμᾶ ἀξιάγαστε, ἡμῖν τοῖς πόθῳ προστρέχουσι τῇ πρεσβεία σου.

Θεοτοκίον.
Ἀσφάλισον Παρθένε, ἐκ παντὸς κινδύνου, τοὺς προσκυνοῦντας τὸν ἄσπορον τόκον σοῦ, καὶ μελῳδοῦντας σου χάριν, Ἁγνή τὴν ἄφθιτον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν ὁσίων ἡ κορωνίς, Κοσμᾶ θεοφόρε, ἀσκουμένων ὁ ἀπλανής, κανὼν καί τῆς Κρήτης θεόσδοτος προστάτης, καὶ ἐπικαλουμένων σε περιτείχισμα.

Ἔκτυπον ἀγώνων ἀσκητικῶν, κρῖνον ἐγκρατείας, τῶν ἀῤῥήτων τὸν θεωρὸν καὶ ὡς ἀειῤῥύτων θαυμάτων τὴν πηγήν σε, ὑμνῶ καὶ μεγαλύνω Κοσμᾶ θεόπνευστε.

Ὤφθης θεῖον κόσμημα τῆς εὐχῆς, ψυχῶν παρακλήτωρ, ἀσθενούντων ὁ ἰατὴρ καὶ ἐπικουρία στενόντων καὶ παγκάκου, τέχνας ὁ διαλύων Κοσμᾶ πανάριστε.

Τοὺς προσπεφευγότας πίστει θερμῇ, τῇ σῇ προστασίᾳ, διαφύλαττε ἱερέ, ζάλης τῆς ἐν βίῳ καὶ πειρασμῶν καὶ νόσων, καὶ πάσης ἄλλης βλάβης Κοσμᾶ θεόλεκτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.  Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀναθεῖς τῷ Κυρίῳ τήν τοῦ σώματος πρόνοιαν, ἐρημοπολίτης ἐγένου, ὦ Κοσμᾶ ἱερώτατε, καὶ βίον μετελθὼν ἀγγελικόν, θεώσεως ηὐγάσθης τῷ φωτί, χρηματίζων φῶς ἀνέσπερον μυστικῶς, τοῖς πίστει ἀναβοῶσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντες οἱ παντοίοις λυπηροῖς, καὶ ταῖς τρικυμίαις τοῦ βίου, ἐκταρασσόμενοι, τῷ Κοσμᾷ προσδράμωμεν, τῷ τῆς ἐρήμου βλαστῷ, καὶ Εἰκόνι προσπίπτοντες, αὐτοῦ τῇ ἁγίᾳ, χάριν ἀρυσώμεθα καὶ ἱκετεύσωμεν, ὅπως ὑετοῦ τοῦ ἐλέους, καὶ ἀποκαθάρσεως ῥύπων, τύχοιμεν αὐτοῦ λιταῖς πρὸς Κύριον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Η Ακολουθία του Οσίου Κοσμά

Πληροφορίες για βίο του