Παρακλητικός Κανών εις τον Όσιο Μακάριο τον Αιγύπτιον

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 19 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἀπλανῆ τῆς ἐγκρατείας ἀστέρα, τὸν διαλάμψαντα πυρσεύματι θείοις, ἐν τῇ Νιτρίᾳ μέγιστον Χριστοῦ ἀσκητήν, Ὅσιον Μακάριον, καὶ ἀζύγων χορείας, τὸν καταφωτίσαντα, ἐπαινέσωμεν πόθῳ, ἀναβοῶντες νέφος σαῖς εὐχαῖς, τῆς ἁμαρτίας ἡμῶν διασκέδασον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Kαὶ ό κανών οὗ ἡ ἀκροστιχίς·
Μακάριε, πρόσδεξαι λιτὰς Χαραλάμπους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μακάριε ἄνθος μυρεψικόν, ἐρήμου μὴ παύσῃ, ἱκετεύων τὸν Λυτρωτήν, ὑπὲρ τοῦ ἀπαύστως ἐκζητοῦντος, τὴν ἀρωγήν σου καὶ θείας πρεσβείας σου.

Αἰγύπτου ἐκβλάστημα ἱερόν, κατὰ τῶν δαιμόνων, ἐξουσίαν ἐξ οὐρανοῦ, λαβὼν ἀποδίωξον τὰ βέλη, τοῦ πονηροῦ καθ’ ἡμῶν τὰ κινούμενα.

Καθάρας τὸ ὄμμα σου τῆς ψυχῆς, συντόνῳ ἀσκήσει, ἐγκρατείᾳ καὶ προσευχῇ, ναὸς ὁσιότητος ἐδείχθης, καὶ τῶν προσφύγων σου ῥύστης Μακάριε.

Θεοτοκίον.
Ἀνέπλασε φύσιν τῶν χοϊκῶν, ὡς εὔσπλαγχνος Μῆτερ, τὴν φθαρεῖσαν ὁ σὸς Υἱός, τεχθεὶς ὡς θνητὸς ἐκ τῶν λαγόνων, ὑπερφυῶς τῶν σῶν θείων ὁ ἄφθαρτος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥαθυμίας ἁπάσης ψυχοβλαβοῦς ῥῦσαί με, ταῖς πρὸς τὸν Χριστόν σου πρεσβείαις, Πάτερ Μακάριε, ὁ ταῖς ἀπαύστοις εὐχαῖς, προσκαρτερῶν καὶ βαΐων, τὰς σπυρίδας Ὅσιε, πλέκων ἑκάστοτε.

Ἱκετεύομεν πάθη τὰ τῆς ψυχῆς ἴασαι, ὁ τοῦ ἀσκητοῦ Θεοπέμπτου, πέλων ταχύτατος, καὶ πρακτικὸς ἰατρός, ἐρημιτῶν ὑφηγῆτορ, ὅσιε Μακάριε, ἵνα τιμῶμέν σε.

Εὐμενῆ σε προστάτην πρὸς τὸν ἡμῶν Κύριον, πάντες προβαλλόμεθα Πάτερ, τὸν καταισχύναντα, τὴν τῶν δαιμόνων ὀφρύν, ὑψοποιῷ ταπεινώσει, καὶ παννύχοις στάσεσι, θεῖε Μακάριε.

Θεοτοκίον.
Παναγία Παρθένε Χριστιανῶν καύχημα, τὰς τῆς σωτηρίας ἐλπίδας, ἀνατιθέμεθα, οἱ γηγενεῖς ἐπὶ σοί, ἐν σοὶ γὰρ πάντες θαῤῥοῦντες, ἀναγκῶν λυτρούμεθα, καὶ περιστάσεων.

Καταύγασον ἐρημιτῶν τῆς Νιτρίας πυρφόρον ἄστρον, τὴν σκοτείαν τῶν σὲ πιστῶς ὑμνούντων Μακάριε, βολαῖς τῶν λιτῶν σου πρὸς τὸν Σωτῆρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἐρήμου κλεινοῖς ἀζύγοις ἀριθμούμενος, καὶ μέγας κληθείς, ἀφθάρτῳ διαδήματι, ἐκοσμήθης Ὅσιε, ἀσκητὰ τῷ ὄντι Μακάριε, καὶ νῦν πρεσβεύεις ῥύσασθαι ἡμᾶς, ἐξ ἄχθους δεινῶν καὶ περιστάσεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν δίδου Μακάριε, τὴν κατ’ ἄμφω πᾶσι τοῖς ἀνυμνοῦσί σε, ὁ ἰάσας νέον πάσχοντα, ἐκ τῆς ἐπηρείας τοῦ ἀλάστορος.

Ὁ νεκρὸν ἐκ τοῦ μνήματος, ἀναστήσας Ὅσιε θείᾳ χάριτι, πεπτωκότα ἁμαρτήματα, πλείστοις με Μακάριε ἀνάστησον.

Σκοτισθέντα με πάθεσι, λάμπρυνον Μακάριε ἱερώτατε, ὁ φωτίσας τοῖς σοῖς ῥήμασι, καὶ τοῖς θαυμασίοις σου τὴν ἔρημον.

Θεοτοκίον.
Δαψιλῶς Θεονύμφευτε, ἐφ’ ἡμᾶς κατάπεμψον τοὺς ὑμνοῦντάς σε, καὶ προσφεύγοντας τῇ σκέπῃ σου, τοῦ Θεοῦ καὶ τόκου σου τὸ ἔλεος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔγειρον ἡμᾶς, ἐκ θανάτου κλίνης Ὅσιε, ὁ ἐγείρας τὸν παράλυτον ποτέ, τῇ σῇ κελεύσει Μακάριε θαυματόβρυτε.

Ξένων αὐτουργός, θαυμασίων πέλων ξένισον, τοὺς τιμῶντάς σε Μακάριε σοφέ, εἰς τὸν λειμῶνα τῆς δόξης τὸν πανευφρόσυνον.

Ἄμβλυνον ἰσχύν, τοῦ ἀλάστορος Μακάριε, καὶ καταίσχυνον αὐτὸν ταῖς σαῖς εὐχαῖς, ὥσπερ τοῖς φθόγγοις τὸ πάλαι τοῖς θεοσόφοις σου.

Θεοτοκίον.
Ἵνα ἐσαεί, μεγαλύνω σε Μητράναδρε, καὶ δοξάζω σου τὸν τόκον καὶ Θεόν, ἐκλύτρωσαί με κινδύνων φθορᾶς καὶ θλίψεων.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Λουσάμενος, τῷ φωτὶ τῆς χάριτος, ὥσπερ ἥλιος διέλαμψας πᾶσιν, ἀσκητικῆς πολιτείας ἀκτῖσι, φωτολαμπὲς ἐρημῖτα Μακάριε, καὶ νῦν λαμπρύνεις τὰς ψυχάς, τῶν σπευδόντων ταῖς σαῖς παρακλήσεσιν.

Ἰμάτιον, τῆς ψυχῆς καθάρας σου, ἐγκρατείᾳ καὶ ἀσκήσει παντοίᾳ, λευχειμονῶν εἰς τὸν οἶκον Κυρίου, ὑπὲρ ἡμῶν ἱκετεύειν Μακάριε, εἰσῆλθες τὸν ἐν οὐρανοῖς, ἀρωγὲ ταχινὲ τῶν τιμώντων σε.

Τὰς φάλαγγας, τοῦ ἐχθροῦ διώλεσας, τὸν σὸν νοῦν πρὸς τὸν Παντάνακτα ἔχων, καὶ ὡς φθαρτὰ λογιζόμενος πάντα· διὸ καὶ χάριν Μακάριε εἴληφας, ἐκτρέπειν βέλη ἀφ’ ἡμῶν, τοῦ δολίου σατᾶν τὰ πυρίφλεκτα.

Θεοτοκίον.
Ἀπύθμενον, φρέαρ θείας χάριτος, ζοφερῶν ἡμᾶς ἀπάλλαξον νόσων, γονυπετῶς, τοὺς προστρέχοντας πίστει, τῇ πανσθενεῖ πρὸς Χριστὸν μεσιτείᾳ σου, καὶ ῥῦσαι πάντας ἐκ φθορᾶς, ἠ ζωὴ τὴν αἰώνιον τέξασα.

Καταύγασον ἐρημιτῶν τῆς Νιτρίας πυρφόρον ἄστρον, τὴν σκοτείαν τῶν σὲ πιστῶς ὑμνούντων Μακάριε, βολαῖς τῶν λιτῶν σου πρὸς τὸν Σωτῆρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς ἀστὴρ παμφαὴς ἐν Νιτρίᾳ διέλαμψας, τὴν ζοφώδη ἀχλὺν ἀπελαύνων τοῦ δράκοντος, καὶ αὐγάζων ἐρημιτῶν καρδίας ἀστραπαῖς, πολιτείας σου τῆς εὐσεβοῦς, θεοφόρε Μακάριε, παῦσον οὖν ἁμαρτίας, τὸν ζόφον σαῖς ἱκεσίαις, καὶ ἦμαρ πᾶσι φωτεινόν, ἐξανάτειλον δεόμεθα.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν Αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι Αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι Αὐτοῦ, ὅτι δύναμις παρ’ Αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ Αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς Αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κλῖνον οὖς εὐήκοον, ἡμῖν τοῖς σοῦ δεομένοις, ἀσκητὰ Μακάριε, καὶ τὴν θείαν μνήμην σου ἑορτάζουσι, πᾶσιν οὖν δώρησαι, τῶν δεινῶν λύτρωσιν, ὁσιότητος διάκοσμε, Ἀγγέλων σύσκηνε, καὶ τῆς ἄνω δόξης συμμέτοχε, ταῖς σαῖς πρὸς τὸν φιλεύσπλαγχνον, καὶ Θεὸν ἀπαύστοις δεήσεσι, ἵνα τῶν καμάτων, σεβόμενοι τὸ πλῆθός σου λαμπρῶς, τὸν σὲ κρατύναντα στέφομεν, ἐγκωμίων ἄνθεσιν.

Σῶσον ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σπέρματα σπείρων ἐγκρατείας, καὶ τοὺς δήμους πρὸς ἀπάθειας ἑλκύων, ἀσκητῶν πρὸς μονάς, μετέστης αἰωνίους, ὑπὲρ ἡμῶν Μακάριε, ἱκετεύειν τὸν Σωτῆρα.

Χάριτος εὔχρηστον δοχεῖον, καὶ Πατέρων κοσμιότης μὴ ἐλλίπῃς, δυσωπεῖν τὸν Χριστόν, παρέχειν τοῖς τιμῶσι, τοὺς σοὺς καμάτους δύναμιν, καὶ ὑγίειαν τὴν κατ’ ἄμφω.

Ἄσαρκος ὥσπερ ἐν ἐρήμῳ, θεοφόρητε Μακάριε βιώσας, καὶ μισήσας τερπνά, τοῦ κόσμου καὶ ἡδέα, εἰς πόλον ἀναβέβηκας, γεγονὼς ἡμῶν προστάτης.

Θεοτοκίον.
Ῥύστην ἡμῶν καὶ Ζωοδότην, ἡ τεκοῦσα Θεοτόκε ἀνηρότως, ἐκ θανάτου φθορᾶς, διέσωσας τὸ γένος, τὸ χοϊκὸν θεώσασα, τοῦ Ἀδὰμ τοὺς ἀπογόνους.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμέμπτου βίου, θεοειδὲς ὑποφήτα, σοὺς ἱκέτας Μακάριε δεῖξον, λύχνους μετανοίας, καὶ ἐν Χριστῷ σοφίας.

Λειμὼν χαρίτων, ὀσμὰς ἐκπέμπων ἀῤῥήτους, ταπεινώσεως καὶ σωφροσύνης, δεῖξον εὐωδίαν, Χριστοῦ τοὺς ὑμνητάς σου.

Ἀοργησίας, ἀνάδειξόν με ταμεῖον, ὁ διώξας ὀργῆς τὴν ὁμίχλην, θείᾳ συνεργείᾳ, Μακάριε θεόφρον.

Θεοτοκίον.
Μὴ μὲ παρίδῃς, τὸν σὸν πολύτλαν οἰκέτην, Θεοτόκε τὸν κράζοντα σπεῦσον, ῥύσασθαί με βλάβης, παντοίας τοῦ βελίαρ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πατέρων ἐχεφρόνων, κόσμημα δυσώπει, τὸν Λυτρωτὴν καὶ Σωτῆρα Μακάριε, τοῖς σὲ τιμῶσι βραβεῦσαι, ζωὴν αἰώνιον.

Οἰκῶν νῦν ἐν τῷ πόλῳ, νεῦσον ἱκεσίαις, τῶν εὐλαβῶς σε ὑμνούντων Μακάριε, καὶ ταῖς λιταῖς σου τὸν Κτίστην, ἡμῖν ἱλέωσαι.

Ὑπερφυῶς ἀσκήσας, καὶ σαρκίον πόνοις, τὸ χοϊκὸν κατατρύχων ἐπτέρωσας, τὸν νοῦν πρὸς ὕψη τῷ ὄντι, σοφὲ Μακάριε.

Θεοτοκίον.
Χριστὸν τὸν Ζωοδότην, τέξασα Παρθένε, ὑπερφυῶς τὴν κατάραν ἐνέκρωσας, τὴν προαιώνιον κόσμῳ, διδοῦσα λύτρωσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Νιτρίας ὁ πολιστής· χαίροις ἰσαγγέλου, πολιτείας ὁ μιμητής· χαίροις ὁ ῥωτήσας, νεκρὸν ποῦ κεκρυμμένην, τὴν παρακαταθήκην, ἔσχε Μακάριε.

Ὡς τῷ Παντοκράτορι παρεστώς, καὶ Αὐτῷ πρεσβεύειν, χάριν ἄφθονον εἰληφώς, πλήρου τὰς αἰτήσεις, τῶν ἐπικαλουμένων, τὴν σὴν ἁγιωσύνην, πάτερ Μακάριε.

Χάριν τεθνεῶσι συνομιλεῖν, πνεύματα ἐλαύνειν, πονηρίας καὶ τοῦ ἐχθροῦ, τὴν ὀφρὺν αἰσχύνειν, ἀπείληφας ἐρήμου, Μακάριε κοσμῆτορ, θεοειδέστατε.

Τὸν λαμπτῆρα πάντες τὸν παμφαῆ, τὸν ἐκ τῆς Αἰγύπτου, ἐξαστράψαντα νοητῶς, κλέισμα Ὁσίων, καὶ αὖχος Ἐκκλησίας, Μακάριον τὸν μέγαν, ἀνευφημήσωμεν.

Ηὔγασας ὡς ἥλιος φαεινός, χθόνα Αἰγυπτίων, τῆς ἐρήμου ὑφηγητά, ἀπόθησας κόσμου, γεώδη καὶ ἡδέα, Μακάριε ἀζύγων, ἡ ὑποτύπωσις.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥῦσαι, τῆς Νιτρίας ἀσκητά, μέγιστε Μακάριε πάντας, τοὺς σὲ γεραίροντας, ἐκ παντοίων θλίψεων, ἀνόμων πράξεων, δυσφορήτου κακώσεως, δεινῶν τε κινδύνων, καὶ τῆς τοῦ ἀλάστορος, μανίας ἵνα σου, ὕμνοις, τὴν πανέορτον μνήμην, ἄγωμεν Χριστὸν εὐφημοῦντες, τὸν σὲ κατ’ ἀξία στεφανώσαντα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.