Παρακλητικός Κανών εις τον Όσιο Μελέτιο τον Νέο εν Όρει Μυουπόλεως Ασκητεύσας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 1 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς ἐν ἀσκήσει ἱερὰ διαλάμψας, τοῦ Παρακλήτου εἰσεδέξω τὴν χάριν, ἡγιασμένε ὅσιε Μελέτιε, ὅθεν πάσης λύτρωσαι, ἐπηρείας καὶ βλάβης, τὴν παροῦσαν ποίμνην σου, ὡς αὐτῆς ἀντιλήπτωρ, καὶ πᾶσιν αἴτει θεῖον ἱλασμόν, τοῖς προσιοῦσι, πιστῶς τῇ πρεσβεία σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὰς ᾨδἀς τοῦ Κανόνος.

ᾨδὴ α΄. Ἦχος πλ δ΄. Ὑγρὰν διοδεύσας.
Τρυφῆς ἀπολαύων τῆς ὑπὲρ νοῦ, Μελέτιε πάτερ, πάσης λύτρωσαι ἀπειλῆς, ταῖς σαῖς ἱκεσίαις πρὸς τὸν Κτίστην, τοὺς ἀδιστάκτῳ ψυχὴ προσιόντας σοι.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος Πάτερ, τῶν παθῶν μου τὸν σκοτασμόν, ταῖς σαῖς ἀποδίωξον πρεσβείαις, καὶ ἀρετῶν τῷ φωτί με καταύγασον.

Ναμάτων πληρούμενος μυστικῶν, ἐπόμβρησον Πάτερ, θείας χάριτος γλυκασμόν, Μελέτιε ταύτῃ τῇ Μονῇ σου, ἀνακειμένη θερμῶς τῇ πρεσβεία σου.

Θεοτοκίον.
Δοχεῖον πολύφωτον τοῦ Θεοῦ, Κεχαριτωμένῃ, παντευλόγητε Μαριάμ, φωτί σου ἀύλῳ τοῦ νοός μου, τὴν σκοτομήνην ἀπέλασον δέομαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐποπτεῦον μὴ παύσῃ, ὡς συμπαθὴς Ὅσιε, ἐκ τῶν οὐρανίων ἁψίδων, ταύτην τὴν Μάνδρα σου, ἀεὶ δωρούμενος, ἡμῖν τοῖς τέκνοις σου Πάτερ, τὰ τῆς προστασίας σου, θεῖα δωρήματα.

Συστροφῆς καὶ μανίας, τοῦ πονηροῦ ὄφεως, λύτρωσαι ἡμᾶς θεοφόρε, ταῖς ἱκεσίαις σου, καὶ δίδου δύναμιν, ἡμῖν βαδίζειν ἀμέμπτως, τρίβον τὴν σωτήριον, πάτερ Μελέτιε.

Καθελὼν τὴν ἀπάτην, τοῦ δυσμενοῦς Ὅσιε, πλήρης χαρισμάτων ἐδείχθης, τοῦ θείου Πνεύματος, ὅθεν χαρίτωσον, ἡμῶν τὸν νοῦν καὶ καρδίαν, καὶ πάσης νωθρότητος, ἡμᾶς ἀπάλλαξον.

Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων, ὁ τοῦ παντὸς αἴτιος, σάρκα προσλαβὼν ἀσυγχύτως, ἡμᾶς ἑθέωσε, κόρη Πανάμωμε, ὅθεν ἡμᾶς θείω φόβῳ, κάθαρον δεόμεθα, πάσης φαυλότητος.

Διάσωσον, πάτερ Μελέτιε πάσης ἡμᾶς ἀνάγκης, καὶ μανίας τοῦ χαλεποῦ κοσμοκράτορος, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου θεοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν, καὶ μέγα καταφύγιον, καὶ πρέσβυς θερμός, ὑπάρχων πρὸς τὸν Κύριον, Μελέτιε μακάριε, μὴ ἐλλείπῃς παρέχειν ἑκάστοτε, ἀπαλλαγὴν ἡμῖν πάσης φθορᾶς, καὶ λύσιν πταισμάτων ταῖς πρεσβείαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πάσης βλάβης καὶ θλίψεως, καὶ ἐπιφορῶν δεινῶν τοῦ ἀλάστορος, ἀσινῆ ταύτην τὴν ποίμνην σου, ὅσιε Μελέτιε διάσῳζε.

Ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, τὴν ὁδὸν ὁδεύειν ἡμᾶς ἐνίσχυσον, ὡς ἂν μέτοχοι γενώμεθα, τῆς ζωῆς τῆς κρείττονος Μελέτιε.

Ὡς πατὴρ συμπαθέστατος, καὶ ὑφηγητὴς ἡμῶν ἐνθεώτατος, πρὸς ἀγάπην ἀναπτέρωσον, τοῦ Χριστοῦ τὸν νοῦν ἡμῶν Μελέτιε.

Θεοτοκίον.
Πολυτρόπως παρώργισα, τὸν Υἱόν σου Κόρη τὸν φιλεύσπλαχνον, ἀλλὰ τοῦτον ἐξιλέωσαι, τῷ συστήνῳ Δέσποινα ἱκέτῃ σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμῖν, τὴν ταχεῖαν σου ἀντίληψιν, ἀεὶ δίδου ὦ Μελέτιε σοφέ, καὶ παθῶν ἡμῶν κατεύνασον τὸν τάραχον.

Ταύτην τὴν Μονήν, ἥνπερ πάλαι συνεκρότησας, δεῖξον Πάτερ ὥσπερ κῆπον εὐθαλῆ, ἀρετῶν καλλιεργοῦσαν τὰ βλαστήματα.

Ἔπιδε ἡμῖν, ἱλαρῶ σου Πάτερ ὄμματι, καὶ θεράπευσον τὰ τραύματα ἡμῶν, τῆς ψυχῆς ὁμοῦ καὶ σώματος δεόμεθα.

Θεοτοκίον.
Ῥύπων χαλεπῶν, τὴν ψυχήν μου ἀποκάθαρον, ῥαντισμοῖς τῶν μητρικῶν σου οἰκτιρμῶν, καὶ μετάνοιαν μοι δὸς Παρθένε ἄχραντε.

ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ.
Ποιμαίνειν, τῶν ἀρετῶν ἐπὶ χλόην, ἀοράτως μὴ ἐλλείπῃς παμμάκαρ, τὴν λογικὴν ταύτην ποίμνην σου Πάτερ, τὴν ἀφορῶσαν πρὸς σὲ μετὰ πίστεως, οἵα ποιμὴν ἡμῶν καλός, θεοφόρε Μελέτιε ὅσιε.

Ὁσίως, εὐαρεστήσας Κυρίῳ, ἐγκρατείᾳ καὶ συντόνῳ ἀσκήσει, ταῖς τῶν Ἀγγέλων συνήφθης χορείαις, θαυματουργὲ θεοφόρε Μελέτιε, μεθ’ ὧν ἱκέτευε ἡμᾶς, τῆς δαιμόνων λυτροῦσθαι κακώσεως.

Ἰάσεις, παντοδαπὰς ἀναβλύζων, δωρεᾷ τοῦ Παρακλήτου τῇ θεία, τὰ τῆς ψυχῆς ἡμῶν ἴασαι πάθη, καὶ τὰς πικρᾶς ἀλγηδόνας τοῦ σώματος, καὶ αἴτησαι παρὰ Χριστοῦ, τῶν πταισμάτων τὴν λύσιν Μελέτιε.

Θεοτοκίον.
Μαρία, θεοχαρίτωτε Κόρη, ἡ Θεὸν ἀνερμηνεύτως τεκοῦσα, καὶ τῆς ἀρχαίας ἀρὰς ῥυσαμένη, τῇ σῇ ἀφράστῳ κυήσει τὸν ἄνθρωπον, τῆς χαλεπῆς ἐπιβουλῆς, τοῦ ἐχθροῦ τὴν καρδίαν μου λύτρωσαι.

Διάσωσον, πάτερ Μελέτιε πάσης ἡμᾶς ἀνάγκης, καὶ μανίας τοῦ χαλεποῦ κοσμοκράτορος, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου θεοφόρε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,  δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις. καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν
Ὡς κοινωνός τῆς ἀύλου λαμπρότητος, καὶ ἀρωγὸς ἡμῶν θεῖος καὶ ἔφορος, μὴ παύσῃ Μελέτιε ὅσιε, διαφυλάττειν τὴν ποίμνην σου ἄτρωτον, ἐκ πάσης κακίας τοῦ δράκοντος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου τὴν τερπνότητα, ὁλοσχερῶς ἀποῤῥίψας, ἄγγελος ἐν σώματι, ὅσιε Μελέτιε ἐχρημάτισας, καὶ χοροῖς ἥνωσαι, τοῖς τῶν Ἀσωμάτων, μεθ’ ὧν πρέσβευε δεόμεθα, πάσης κακώσεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ πόνων τε καὶ θλίψεων, καὶ ἀσθενειῶν ἡμᾶς ῥύεσθαι, καὶ τὴν τῶν πταισμάτων, συγχώρησιν διδόναι ἐκ Θεοῦ, τοῖς καταφεύγουσι πάντοτε, τῇ σεπτῇ πρεσβείᾳ σου.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νοσημάτων παντοίων, καὶ παθῶν ἀκαθάρτων ἡμᾶς ἀπάλλαξον, καὶ ῥῶσιν καὶ ὑγιείαν, χορήγει θεοφόρε, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἡ ἁγία Μονή σου, ἐγκαυχᾶται θεόφρον τῇ προστασία σου, καὶ πίστει προσιοῦσα, τῇ Κάρα σου τῇ θεία, θείαν χάριν καὶ ἔλεος, καὶ εὐφροσύνην ψυχῆς, Μελέτιε καρποῦται.

Νεκρωθείς τῇ κακία, τῇ θερμῇ σου πρεσβείᾳ Πάτερ προσέφυγον, καὶ πίστει ἐκβοῶ σοι· ὡς  τὴν  ζωὴν τῶν ὅλων, κεκτημένος Μελέτιε, τὸν Ζωοδότην Χριστόν, ζώωσον τὴν ψυχήν μου.

Θεοτοκίον.
Γνώρισον μοι Παρθένε, μετανοίας εἰσόδους τῇ σῇ χρηστότητι, ὡς ἂν τῆς ἁμαρτίας, ἐκφύγω τὴν ἀπάτην, καὶ ζωὴν τὴν αἰώνιον, κληρονομήσω Ἁγνή, τῇ σῇ ἐπιστασία.

ᾨδὴ η΄ Τὸν Βασιλέα.
Ἔχει σε Πάτερ, τύπον καὶ θεῖον ποιμένα, ἡ θεόλεκτος Μονή σου Θεοφόρε, ὅθεν καὶ προστρέχει, ἀεὶ τῇ σῇ πρεσβεία.

Ῥείθροις ἀύλοις, τῆς προστασίας σου Πάτερ, τῶν παθῶν ἡμῶν κατάσβεσον τὴν φλόγα, ὡς τῆς ἀπαθείας, πλουτήσωμεν τὴν χάριν.

Ἅπας προσπίπτων, τῇ παναγία σου Κάρα, πάσης ῥύεται χαμαιπετοῦς ἀνοίας, ἀνυμνολογῶν σε, Μελέτιε παμμάκαρ.

Θεοτοκίον.
Σεσαρκωμένον, τὸν Θεὸν Λόγον τεκοῦσα, τῆς σαρκὸς ἡμῶν καί τῆς ψυχῆς τὰ πάθη, ἴασαι Παρθένε, ὡς Μήτηρ τοῦ Σωτῆρος.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἡμᾶς ῥῦσαι, τῆς ἐξ ἁμαρτίας, ταῖς πρὸς Θεόν σου πρεσβείαις Μελέτιε, καὶ πρὸς ὁδὸν σωτηρίας, ἡμᾶς κατεύθυνον.

Μανίας τοῦ βελίαρ, ἄτρωτον συντήρει, τὴν ἱεράν σου Μονὴν ὦ Μελέτιε, ταύτην παρέχων ἀπαύστως, τὴν εὐλογίαν σου.

Ὀδύνης πάσης δίδου, ἴασιν ταχεῖαν, κατὰ ψυχήν τε καὶ σῶμα Μελέτιε, τοῖς εὐλαβῶς προσφωνοῦσι, τὴν θείαν κλῆσιν σου.

Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένῃ, χαῖρε βροτῶν ἀσφαλὲς καταφύγιον, καὶ σωτηρίας ψυχῆς μου καὶ ἀγαλλίαμα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Νόμων μελετήσας τὸν τοῦ Θεοῦ, ἐκ παιδὸς ὠράθης, δένδρον εὔκαρπον ἀρετῶν, καὶ τῆς ἰσαγγέλου, ζωῆς κανὼν καὶ τύπος, Μελέτιε τρισμάκαρ, Ἀγγέλων σύσκηνε.

Χαίροις ἐγκρατείας ὑπογραμμός, καὶ λειμὼν εὐώδης, ἀπαθείας ὡς ἀληθῶς, χαίροις ὑποφῆτα, ἀσκητικῶν καμάτων, Μελέτιε θεράπον, Χριστοῦ πανόλβιε.

Πτερωθεὶς ἀγάπη τῇ τοῦ Χριστοῦ, ἐν ὄρει θεόφρον, Μυουπόλεως τὴν ζωήν, ἀσκήσει συντόνῳ, καὶ πόνοις ἐγκρατείας, Μελέτιε ἀνύσας, λαμπρῶς δεδόξασαι.

Οἶκον τὴν καρδίαν σου καὶ μονήν, Τριάδος τελέσας, Μονὴν ἤγειρας ἱεράν, ἢν ἀεὶ συντήρει, ἐκ πάσης ἐπηρείας, ὡς ταύτης ποιμενάρχης, πάτερ Μελέτιε.

Ἴδε τὰ σὰ τέκνα πίστει πολλῇ, ἑστῶτα θεόφρον, τῇ σῇ Κάρα τῇ ἱερᾷ, καὶ τούτοις χορήγει, τὴν πατρικήν σου χάριν, καὶ τῶν παθῶν τὴν λύσιν, πάτερ Μελέτιε.

Δέχου τὰς δεήσεις ἡμῶν ἀεί, καὶ δίδου ἑκάστῳ, εὐλογίαν σου τὴν σεπτήν, καὶ τῶν προσιόντων, τῇ εὐαγῇ Μονῇ σου, πλήρωσον τὰς αἰτήσεις, πάτερ Μελέτιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτικόν. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐξ Ἐώας ἐκλάμψας ὡς πολύφωτος ἥλιος, καὶ ἐν Μυουπόλει ἀσκήσας, θεοφόρε Μελέτιε, λαμπρύνεις τὴν Ἑλλάδα τῷ φωτί, τῶν θείων ἀρετῶν σου ἀληθῶς· διὰ τοῦτο ὡς προστάτην θερμόν, τιμῶμέν σε κραυγάζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου
Ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὦ κατηκολούθησας πόθῳ, ἀπὸ νεότητος, ὅσιε Μελέτιε, Ἀγγέλων σύσκηνε, ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ἐν πίστει, προσιόντων πάντοτε, τῇ προστασίᾳ σου, ὅπως πειρασμῶν καὶ κινδύνων, καὶ πολυειδῶν συμπτωμάτων, καὶ παθῶν λαμβάνωμεν τὴν λύτρωσιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.