Παρακλητικός Κανών εις τον Όσιο Νείλο τον Ηγιασμένο Κτίτορος της Ιεράς Μονής Κοιμήσεως της Θεοτόκου Γηρομερίου

Ποίημα Αρχιμανδρίτη Μεθοδίου Ντελή

†Εορτάζεται στις 2 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι Τροπάρια·

῏Ηχος δ΄. ῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τὸ τῶν Πατέρων ἱερώτατον κλέος καὶ μοναστῶν καθηγητὴν καὶ προστάτην, τὸν ἐν ὁσίοις μέγιστον καὶ θεῖον ἀσκητήν, Νεῖλον εὐφημήσωμεν καὶ βοήσωμεν πίστει, φύλαττε τοὺς πόθῳ σε ἐκ καρδίας τιμώντας, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἐπηρειῶν τε πασῶν τοῦ ἀλάστορος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πρόσδεξαι δέησιν σῶν δούλων θεῖε Νεῖλε.

ᾨδὴ α΄. ῏Ηχος πλ. δ΄. ῾Υγρὰν διοδεύσας.
Πρὸς σὲ καταφεύγω ὁ δυσμενής, καὶ τὴν σὴν αἰτοῦμαι προστασίαν καὶ τῶν δεινῶν κόπασον τὸν τάραχον, ὦ Νεῖλε, καὶ τὴν εἰρήνην παράσχου τοῖς δούλοις σου.

Ῥεόντων τὸν φόρτον καὶ γεηρῶν ἀπέφυγες, Πάτερ, καὶ ἀπήλαυσας τῶν τερπνῶν τοῦ πνεύματος θείων χαρισμάτων, δι᾿ ὧν τοὺς δούλους σου φύλαττε πάντοτε.

Ὁ κτίτωρ καὶ φύλαξ τῆς σῆς Μονῆς καὶ καύχημα, Νεῖλε, σὺ ὑπάρχεις ὡς ἀληθῶς, διὸ σκέπε ταύτην ἐκ παντοίων πειρατηρίων δεινῶν τε καὶ θλίψεων.

Θεοτοκίον.
Σωμάτων τὴν ῥῶσιν καὶ τῶν ψυχῶν καὶ τῶν ἰαμάτων ἀφθονώτατον χορηγὸν ἀπέτεκες, κόρη Παναγία, ἡ προστασία ἡμῶν τῶν ὑμνούντων σε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δέξαι, Νεῖλε θεόφρον, σῶν ἱκετῶν δέησιν, καὶ τῶν διαβόλου παγίδων ἡμᾶς διάσωζε, καὶ φρούρει πάντοτε ἀπὸ παθῶν τε καὶ νόσων καὶ ποικίλων θλίψεων τοὺς προσιόντας σοι.

Ἐλευθέρωσον, Πάτερ θαυματουργὲ Ὅσιε,  πάντας τοὺς ἐν θέρμῃ καὶ πίστει προσκαλουμένους σε, τοῦ πολεμήτορος δεινῆς μανίας καὶ ζάλης, καὶ αὐτοὺς ἐνίσχυσον τῇ θείᾳ χάριτι.

Ξενητείαν  καὶ πᾶσαν ἀσκητικὴν ὥδευσας τρίβον, καὶ διῆλθες τοῦ κόσμου, Νεῖλε τρισόλβιε, ἐν κακουχίᾳ πολλῇ πλείστας Μονὰς καὶ ἐσχάτως ἐν Ἠπείρῳ ἔφθασας, ἣν διαφύλαττε.

Θεοτοκίον.
Ἀμαρτίαι παντοῖαι καὶ λογισμοὶ πάντοθεν σώματα μολύνουσι Κόρη καὶ τὴν διάνοιαν,  ἀχρείων δούλων σου, παρθένε Μῆτερ Κυρίου, ἀλλὰ σὺ προφθάσασα, τούτων ἀπάλλαξον.

Διάσωσον,  ἀπὸ  κινδύνων καὶ θλίψεων, πάτερ Νεῖλε, τοὺς ἐν πίστει καὶ πόθῳ σὲ μεγαλύνοντας καὶ λύτρωσαι νόσων καὶ πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Τὰ ἄνω ζητῶν.

Προστάτης θερμὸς καὶ σκέπη καὶ κραταίωμα, ὑπάρχεις πιστῶν ἀπάντων καὶ βοήθεια, πρεσβεύεις γὰρ Ὅσιε ἀεννάως πρὸς τὸν Κύριον, τοῦ δωρηθῆναι ἡμῖν ἱλασμὸν καὶ τῶν παραπτωμάτων τὴν διόρθωσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱκετεύων μὴ παύσῃ τοῦ συγχωρηθῆναι ἡμῖν τὰ πταίσματα, καὶ δοθῆναι πᾶσιν ἄφεσιν τοῖς τὸ σὸν ὑμνοῦσι μέγα ὄνομα.

Δυναστείας ἁπάσης τοῦ μισανθρώπου δολίου ὄφεως, καὶ παντοίας ἐπηρείας τε βλάβης καὶ δεινῶν με ἐλευθέρωσον.

Ἐνδυνάμωσον, ὅσιε Νεῖλε πάτερ, πάντας τοὺς δεομένους σου καὶ παράσχου τῇ πρεσβείᾳ σου, θεῖον φωτισμὸν καὶ μέγα ἔλεος.

Θεοτοκίον.
Ἡ οὐράνιος πύλη καὶ τοῦ βασιλέως θρόνος ὁ πάγχρυσος, σὺ ὑπάρχεις Παναμώμητε, ὅθεν τὴν εἰρήνην ἡμῖν δώρησαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στύλος ἀῤῥαγὴς τῶν δογμάτων καὶ τῆς πίστεως ἀνεδείχθης, πάτερ Νεῖλε θαυμαστέ, διὸ ἐν ταύτη ἡμᾶς πάντοτε στερέωσον.

Ἴλαθι ἡμῖν, καθ᾿ ἑκάστην ἁμαρτάνουσι καὶ ἱκέτευε τὸν μόνον ἀγαθόν, πλημμελημάτων δωρηθῆναι τὴν συγχώρησιν.

Νόσων ἀλγεινῶν καὶ παθῶν καὶ περιστάσεων καὶ κινδύνων με ἀπάλλαξον ταχύ, καὶ τὴν εἰρήνην παράσχου ταῖς ἱκεσίαις σου.

Θεοτοκίον.
Σῶσόν με ἁγνή Θεοτόκε ἀειπάρθενε, ἡ τεκοῦσα τὸν Σωτῆρα τοῦ παντός, ἔχεις γὰρ ἄνωθεν τὸ θέλειν καὶ τὸ δύνασθαι.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Ὡράισμα ἀσκητῶν καὶ στήριγμα μοναζόντων σὺ ὑπάρχεις, παμμάκαρ, ὁ σὸς γὰρ βίος ἐγένετο τύπος, καί φωτεινότατον ὅντως ὑπόδειγμα τοῖς ἐκ ψυχῆς διακαῶς, σωτηρίαν ποθοῦσι καὶ ἔλεος.

Νεότητος κατεφρόνησας, Νεῖλε, ἀπολαύσεων καὶ πλούτου καὶ δόξης καὶ τὴν πτωχείαν ἡγάπησας, Πάτερ, καὶ τὸν Σταυρόν σου ἐπ᾿ ὤμων ἀράμενος, διὸ βοήθει μοι, σοφέ, πορευθῆναι ὁδὸν τὴν ἐνάρετον.

Διάνοιξον, τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς μου, θεοφόρε πάτερ Νεῖλε, καὶ δός μοι πηγὰς δακρύων, τοῦ κλαῦσαι πταισμάτων, ὑπὲρ ἐν βίῳ ὁ τάλας ὧν ἔπραξα, καὶ αἴτησαι τὸν ἱλασμὸν τῷ σῷ δούλῳ δωρήσασθαι πάντοτε.

Θεοτοκίον.
Ὁδήγησον, θεοτόκε Δέσποινα, πρὸς ὁδόν με σωτηρίας καὶ ῥῦσαι τῆς τοῦ ἐχθροῦ δεσποτείας τὸν νοῦν μου, καὶ εἰς χαρὰν τὴν πικρίαν μετάβαλε, ὑπάρχεις γὰρ καταφυγή, καὶ βοήθεια πάντων Θεόνυμφε.

Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων, πάτερ Νεῖλε, τοὺς ἐν πίστει καὶ πόθῳ σε μεγαλύνοντας καὶ λύτρωσαι νόσων καὶ πάσης βλάβης.

Ἄχραντε, ἡ διά λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν προσφευγόντων σοι, Ὅσιε, καὶ στεῤῥὰ ὑπάρχεις σκέπη καὶ ἀντίληψις, πρόσδεξαι οὖν τὰ πρὸς σωτηρίαν αἰτήματα ἡμῶν καὶ διαφύλαξον πάντας ἡμᾶς ἀπὸ ποικίλλων πειρασμῶν καὶ παθῶν τε καὶ θλίψεων· πρόφθασον ἐν ἀνάγκαις, καὶ ῥῦσαι παντὸς κινδύνου, Νεῖλε ἡμῶν ἡ χαρμονή, καὶ βεβαία ἀντίληψις.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δίς)
Στίχος.
Μακάριος ἁνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Νεῖλε παμμακάριστε, τῶν μοναστῶν ὡραιότης, καὶ ὁ τῆς ἀσκήσεως στύλος ἀδιάσειστος καὶ ἑδραίωμα· τῶν πιστῶν στήριγμα, Ἐκκλησίας δόξα, κακοφρόνων ἡ καθαίρεσις, σοφὸς διδάσκαλος καὶ δογμάτων πίστεως πρόμαχος· καὶ πάντων τῶν τιμώντων σε, φύλαξ καὶ ἀσφάλεια γέγονας, ὅθεν σοὶ βοῶμεν, δυσώπει τὸν Χριστὸν ὑπὲρ ἡμῶν τῶν εὐλαβῶς προσκυνούντων σου τὸ σεπτὸν εἰκόνισμα.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπὲρ ἄνθρωπον ὅντως, ὁ σὸς βίος, θεόφρον Νεῖλε μακάριε, κανὼν ὁμοῦ καὶ τύπος, ὑπάρχει τοῖς ποθοῦσι θεαρέστως πορεύεσθαι, ὅθεν παράσχου κἀμοὶ σωτήριον πορείαν.

Λυτρωτὴν ἐν κινδύνοις καὶ προστάτην σὲ πάντες Πάτερ, κεκτήμεθα, προφθάνεις γὰρ καὶ σώζεις ἐκ πάσης ἐπηῤῥείας, τοὺς εἰς σὲ καταφεύγοντας καὶ ἐκβοῶντας θερμῶς· Θεὸς εὐλογητὸς εἶ.

Ὦ τῆς θείας προνοίας, δι᾿ ἧς ὤφθη σοι, Νεῖλε, φῶς τὸ οὐράνιον, ἀνήγειρας δὲ οὔτω Μονήν σου τὴν ἁγίαν, ἣν καὶ νῦν διαφύλαττε καὶ διατήρει ἀεὶ ἀλώβητον κινδύνων.

Θεοτοκίον.
Νικητὰς ἡμᾶς πάντας, εἰς ἀγῶνα τὸν θεῖον τῆς τελειώσεως, ἀνάδειξον, Παρθένε καὶ θύραν τοῦ ἐλέους τοῦ Υἱοῦ σου ὑπάνοιξον, ἵνα βοῶμεν ἀεί· Εὐλογημένη χαῖρε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεολογίας τῆς ἀληθοῦς ὑποφήτης, ἀνεδείχθης ἀληθῶς,  Νεῖλε πάτερ, ὅθεν ἡμῖν δίδου λαλεῖν ὁσίους λόγους.

Ἐν τοῖς ἀγῶσιν, ὑπὲρ τῆς δόξης Κυρίου, βιοτὴν τὴν σὴν ἐμπόνως διῆλθες, χάρισαι οὖν μάκαρ, ἀγῶνα μετανοίας.

Ἴλαθι, Πάτερ, ἡμῖν τοῖς πάντοθεν νόσων καὶ ποικίλλων πειρασμῶν βαλλομένοις καὶ μανίας τούτων ἀπάλλαξον καὶ ζάλης.

Θεοτοκίον.
Ἐπαγγελίας καρπὸς ὑπάρχεις, Παρθένε, καὶ ἐκπλήρωσις προφητικῶν λογίων, ἄκουσον οὖν Κόρη, ἱκέσιον φωνήν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νεάζων κἂν ἐν γήρει, προθύμως ὑπακούσας καὶ ὡκοδόμησας Νεῖλε, Σεμνεῖον τὸ σόν, ἐν ᾧ προσφεύγουσιν πάντες καὶ σὲ γεραίρουσι.

Εἰκόνα σου τὴν θείαν πίστει προσκυνοῦμεν καὶ τῷ σῷ μνήματι πάντες προσπίπτομεν, καὶ τῆς σῆς θείας πρεσβείας, Νεῖλε δεόμεθα.

Ἴλεως φάνηθί μοι, Νεῖλε θεοφόρε, καὶ τῆς δεήσεως ταύτης ἐπάκουσον, καὶ γάρ μου σκέπη ὑπάρχεις καὶ καταφύγιον.

Λαμπρῶς ἀνακηρύττω, καὶ ὁμολογῶ σου τὴν κραταιὰν προστασίαν καὶ τὴν πολλὴν ἣν πρὸς Θεὸν παῤῥησίαν ἔχεις θεσπέσιε.

Θεοτοκίον.
Ἐλέους ἡ τεκοῦσα ἄβυσσον Παρθένε, μὴ διαλείπης πρεσβεύειν Χριστῷ ἐκτενῶς, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων τὰ μεγαλεῖά σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Βυζαντίου γόνος λαμπρὸς καὶ Γηρομερίου, τῆς Μονῆς σου θεῖος φρουρός, χαίροις μοναζόντων ὑπογραμμὸς καὶ τύπος, Πατέρων μέγα κλέος, Νεῖλε τρισόλβιε.

Χαίροις Ὀρθοδόξων προασπιστής, καὶ τῶν κακοδόξων, Νεῖλε ὅσιε, ἑλεγκτής, χαίροις Ἐκκλησίας ὡράισμα καὶ δόξα, καὶ ἀσκητῶν ἀκρότης, Πάτερ θεόσοφε.

Χαίρει Θεσπρωτία πνευματικῶς καὶ Ἤπειρος πᾶσα, κεκτημένη ὡς θησαυρόν, χαίρει ἐξαιρέτως ἡ εὐαγὴς Μονή σου, κατέχουσα ἐν κόλποις, Νεῖλε, σὸν σκήνωμα.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, θεοφόρον Νεῖλον, τὸν δοξάσαντα τὸν Χριστὸν καὶ ἀναδειχθέντα δι᾿ ἀρετῆς ἐνθέου, ἡμῶν παραμυθία καὶ καταφύγιον.

Νεῖλε, τῶν ἁγίων ὁ μιμητής, καὶ τῆς ἰσαγγέλου πολιτείας καθηγητής, πρέσβευε δοθῆναι τοῖς πόθῳ σε τιμῶσι παρὰ Κυρίου χάρις καὶ μέγα ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον τοῦ Ὁσίου. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Θεσπρωτίας τὸ κλέος καὶ Ὁσίων τὸ καύχημα, Κωνσταντινουπόλεως γόνον, ἀσκητῶν τὸ ἀγλάισμα, ὑμνήσωμεν τὸν Νεῖλον οἱ πιστοὶ βοῶντες· πρὸς αὐτὸν εἰλικρινῶς, σκέπε, φρούρει Ὅσιε καὶ ἡμᾶς τοὺς πόθῳ ἐκβοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν πρέσβυν ἀκοίμητον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, δεομένων βοηθὸς καὶ τῶν ἐν ἀνάγκαις προστάτης καὶ ἀσθενῶν ἰατρός, σὺ ὑπάρχεις Ὅσιε, καὶ τῶν πενήτων τροφεύς, τοὺς ἐν πίστει καὶ πόθῳ σε καλούντας προφθάνεις καὶ παρέχεις ἄφθονον τὴν μεσιτείαν σου· ὅθεν καὶ ἡμᾶς τοὺς αἰτοῦντας, πάτερ Νεῖλε, φύλαξον πάντας, ἀπὸ πειρασμῶν καὶ περιστάσεων.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν. 

᾿Εποιήθη ἐν τῇ ῾Ιερᾷ Μονῇ Κοιμήσεως τῆς Θεοτόκου Γηρομερίου ἐν ἔτει 1999, μηνί Δεκεμβρίῳ