Παρακλητικός κανών εις τον Αρτίως εκλάψαντα Όσιο και Θεοφόρο Πατέρα Νήφωνα τον Νέο Κοινοβιάρχη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 28 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῆς νήσου Χίου τὸν θειότατον γόνον, πνευματοφόρον οἰκιστὴν Ὄρους Ἄθω, τῆς Ἰκαρίας σέμνωμα, τῆς Πάτμου πυρσόν, τῶν Λειψῶν κοσμήτορα καὶ Σκιάθου τὸ κλέος, Νήφωνα τὸν ὅσιον, εὐφημήσωμεν πόθω, ἀναβοῶντες· ῥῦσαι συμφορῶν, καὶ νοσημάτων, τοὺς σοὶ καταφεύγοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νήφων νέε ὅσιε, νήφειν ἀεὶ ἀξίωσόν με. Χαραλάμπη.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νεόφωτε λύχνε ἡσυχαστῶν, καὶ φέγγος πατέρων, Νήφων ὅσιε ἀσκητά, τοῦ βίου μου φώτισον τὰς τρίβους, ἵνα ὁδὸν διανύσω χρηστότητος.
Ἡλίου ἀκτίσι τοῦ νοητοῦ, λαμπόμενος Νήφων, σκοτομήνην μου τῶν παθῶν, πρεσβείαις σου λύσον φωτοφόροις, πρὸς τὸν φωτίζοντα πάντα τὰ πέρατα.
Φλεγόμενος οἴμοι ὑπὸ πυρός, παθῶν χαμαιζήλων δρόσισόν με σὲ δυσωπῶ, τῷ ὕδατι παρακλήσεών σου, πρὸς τὸν Χριστὸν μόνον σώζειν δυνάμενον.
Θεοτοκίον.
Ὡς Μήτηρ φιλεύσπλαγχνος τοῦ Χριστοῦ, παρθένε Μαρία, τῆς ψυχῆς μου τὸν μολυσμὸν ῥοαῖς τῶν ἀμέτρων οἰκτιρμῶν σου, εὐλογημένη ταχὺ ἀποκάθαρον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεαυγέστατον ἄστρον τῆς τοῦ Χριστοῦ πίστεως, Νήφων θαυμαστέ, ὁ δομήσας Μάνδραν περίδοξον, τὴν τοῦ Εὐαγγελισμοῦ ἐν τῇ Σκιάθῳ, σκοτείαν ἀγνωσίας σκέδασον τῶν προστρεχόντων σοι.
Νῦν θερμῶς δυσωπῶ σε· ἀπὸ κακῶν Ὅσιε καὶ ἐπηρειῶν ψυχοκτόνων τοῦ πολεμήτορος ἁπάλλαξόν με ταχὺ τῷ ἀδιστάκτῳ καρδίᾳ, πόνους σου γεραίροντι, Νήφων πρὸς θέωσιν.
Ἐπωδύνων ταχέως τὴν συνοχήν, Ὅσιε, λύσον καὶ τῶν θλίψεων ζάλην παῦσον προσφύγων σου, ὡς δεδεγμένος πολλήν, παρὰ Ὑψίστου τὴν χάριν, Νήφων ἀξιάγαστε, Πνεύματος σκήνωμα.
Θεοτοκίον.
Εὐεργέτην τοῦ κόσμου, σωματικῶς τέξασα, τῶν σωματικῶν ἀλγηδόνων, Δέσποινα, ῥῦσαί με, καὶ τὴν στολήν μου ψυχῆς, ἐκ λογισμῶν ἀκαθάρτων, Μῆτερ ἀποκάθαρον, σοῦ τῇ χρηστότητι.
Χαρίτωσον καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἱκέτας, πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεόφωτε φάρε τῆς εὐσεβείας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν του σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύων Χριστῷ ἁπαύστως τῷ οἰκτίρμονι, μὴ παύσῃ, σεπτέ, ὑπὲρ τῶν εὐφημούντων σε, Νήφων, πάτερ ἰσάγγελε, τοῦ Αἰγαίου νήσων διάκοσμε, ἵνα τοῦ βίου πέλαγος καλῶς, οἱ σὲ ἀνυμνοῦντες διαπλεύσωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Οἱ πιστῶς καταφεύγοντες, σοῦ τῇ προστασίᾳ πληροῦνται χάριτος, Νήφων, καὶ εὐχαριστήριον, ὕμνον ἐξυφαίνουσι σοι χαίροντες.
Σωτηρίαν ἐξαίτησαι καὶ ζωῆς ἀγήρω μετόχους ποίησον, Νήφων μάκαρ, τοῖς ἱκέταις σου, ἡσυχίας κόσμημα πολύτιμον.
Ἱερώτατον σκήνωμα προσευχῆς καὶ νήψεως, Νήφων πάνσοφε, νήφειν πάντας καταξίωσον τοὺς ἀνευφημοῦντάς σου τὰ σκάμματα.
Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, τὸν κυριευθέντα ὑπὸ τοῦ δαίμονος ἀπολύτρωσαι καὶ δεῖξόν μοι, μετανοίας τρίβον τὴν σωτήριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νήφων θαυμαστέ, τῆς μανίας τοῦ ἀλάστορος, καὶ δεινῶν δυσχερειῶν ῥῦσαι ἡμᾶς, καταφεύγοντας τῇ θείᾳ ἀντιλήψει σου.
Ἦμάρ μοι λαμπρόν, μετανοίας ἐξανάτειλον, τῷ ἐν σκότει ἀνομίας ζοφερῷ, Νήφων ἔνθεε ἱκέτη σου καθεύδοντι.
Φέγγει σῶν εὐχῶν, οὐρανόθεν Νήφων σκέδασον, τὴν σκοτόμαιναν κακότητος δεινῆς, κατ᾿ ἀνόμου πολιτείας μου, κραυγάζω σοι.
Θεοτοκίον.
Ἔπιδε ἡμῖν ἐκ τοῦ θρόνου Μητροπάρθενε, σοῦ Υἱοῦ προσδεχομένη τὰς λιτὰς τοῦ σοῦ δούλου καὶ παράσχου μοι τὰ πρόσφορα.
ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ.
Ἰσχύος με πλῆσον, Νήφων ὅσιε θριαμβεῦσαι τὸν μισόκαλον ὄφιν, ὁ τὰς αὐτοῦ πανουργίας συντρίψας σκληραγωγίᾳ νηστείᾳ καὶ δάκρυσιν ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς, ἀσκητῶν τῶν ἀρχαίων ὁμόζηλε.
Νηφάλιε, ἄκακε, πραΰτατε, καὶ σεμνὲ ἡσυχαστά, Νήφων μάκαρ, ἡσυχασμοῦ ὁ μεταλαμπαδεύσας, φῶς εἰς τὰς νήσους Αἰγαίου, τοῦ Ἄθωνος, δεόμενος τοῦ Λυτρωτοῦ, ὑπὲρ πάντων μὴ παύση τιμώντων σε.
Ἀνάστησον ἐκ βυθοῦ φαυλότητος, τοὺς πιστῶς ἀποζητοῦντας σὴν χάριν, δομῆτορ θεῖε Μονῆς περιδόξου, ἐν τῇ Σκιάθῳ τῇ νήσῳ, θεόφιλε Νήφων, τοῦ Εὐαγγελισμοῦ, τῆς σεμνῆς καὶ πανάγνου θεόπαιδος.
Θεοτοκίον.
Ἐπίβλεψον οὐρανόθεν, Δέσποινα, καὶ ἐπίσκεψαι τοὺς σὲ ἀνυμνοῦντας, εὐλογημένη παρθένε, Μαρία, ὡς ἀκαταίσχυντος πάντων ἀντίληψις, παραμυθία, βοηθὸς καὶ προστάτις ἀεὶ τῶν τιμώντων σε.
Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἱκέτας, πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεόφωτε φάρε τῆς εὐσέβειας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Τῇ ἀντιλήψει σου Νήφων, προστρέχοντες δυσπραγιῶν καὶ κινδύνων λυτρούμεθα καὶ θείας πληρούμεθα χάριτος καλῶς ἀνῦσαι τὸ στάδιον θλίψεων διόπερ ἐκθύμως ὑμνοῦμέν σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17 22).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον ἀκηλίδωτον, ἐν προσευχῇ ἀκτησίᾳ, νήψει καὶ ἀσκήσεως, πόνοις, Νήφων ὅσιε, πεπολίτευσαι, καὶ ζωῆς κρείττονος, ἤδη ἠξιώθης, ἡσυχίας ἐγκαλλώπισμα, κρηπὶς σεμνότητος, καὶ φιλανθρωπίας διάκοσμε διὸ παρακαλοῦμέν σε δέχου ἱκετῶν σου αἰτήματα, καὶ Χριστὸν δυσώπει, ἡμᾶς ἐν εὐπραγίᾳ καὶ χαρᾷ, καὶ ὁμονοίᾳ τὸ βρότειον, διανύειν στάδιον.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰατρεύων τὰς νόσους τῶν ψυχῶν καὶ σωμάτων μὴ παύση, Ὅσιε, τῶν ἐπικαλουμένων τὸ θεῖον ὄνομά σου, Νήφων, πίστεως σέμνωμα, καὶ βάθρον νεοπαγὲς εὐχῆς καὶ ἡσυχίας.
Ἁγιάζεις ἀπαύστως τοὺς πιστῶς ἐκζητοῦντας τὴν θείαν χάριν σου, πνευματοφόρε Νήφων, ἐκβλάστημα τῆς Χίου εὐθαλὲς καὶ ἀνάστημα τοῦ Ἄθω πνευματικόν, ἁγιασμοῦ ὡς ρεῖθρον.
Ξύλου νῦν ἀπολαύων τῆς ζωῆς σὺν Ἀγγέλοις ἐν θείοις δώμασι Χριστὸν ἀεὶ δυσώπει καὶ τοὺς προσφεύγοντάς σοι ἀξιῶσαι τῆς κρείττονος καὶ ἀενάου χαρᾶς τῆς ἐν τῷ πόλῳ Νήφων.
Θεοτοκίον.
Ἰατρὲ τῆς ψυχῆς μου τῆς δεινῶς ἀσθενούσης, Θεογεννήτρια, ἀπόκρουσον μανίαν τὴν κατ᾿ ἐμοῦ τοῦ πλάνου βροτοκτόνου καὶ σῶσόν με, ἵνα ἐκ βάθους ψυχῆς ἀεὶ σὲ μεγαλύνω.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἡσυχίας πυρσὸν καὶ νήψεως φάρον σὲ ἀεὶ μεγαλύνοντες, Νήφων, τὰς πρὸς τὸν Δεσπότην αἰτούμεθα λιτᾶς σου.
Σκέδασον πᾶσαν ἐπιφορὰν τοῦ ἐχθίστου καὶ συγχώρησιν αἴτει πταισμάτων, Νήφων, τοῖς ἐν πίστει σε ἀνυμνολογοῦσι.
Ὁδήγησόν με πρὸς ἀτραποὺς μετανοίας, ὁ σαφῶς ὁδηγήσας ἀζύγων, Νήφων, τὰς χορείας πρὸς δόμους σωτηρίας.
Θεοτοκίον.
Νῦν δυσωπῶ σε Θεοκυῆτορ παρθένε, ἐκ δεινῶν νοσημάτων ἀτρώτους φύλαττε σοὺς δούλους, ἰάτειρα ὡς θεία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύση οὐρανόθεν πάντων προστατεύειν τῶν εὐφημούντων τὴν πάνσεπτον μνήμην σου, Ὁσίων κλέισμα, Νήφων, νέον τῆς πίστεως.
Εἰρήνευσον τὸν βίον, Νήφων, σῶν προσφύγων τῶν ὡς βροτόν σε Ἰσάγγελον μέλποντα καὶ ζηλωτῶν ἡσυχίας θεοφορούμενον.
Χαρίτων σου τὸ πλῆθος, Νήφων, ἀνυμνοῦντες τὴν σὴν αἰτούμεθα θείαν ἀντίληψιν, ἣν δίδου πᾶσι τοῖς πόθῳ σὲ μακαρίζουσι.
Θεοτοκίον.
Μητράνανδρε Παρθένε, Νήφωνος πρεσβείαις παθῶν ὑπέρτερον δεῖξον τὸν δοῦλόν σου, ἵνα ὑμνῶ σὲ ἀπαύστως ὡς κόσμου σώτειραν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, νήσου Χίου γόνος λαμπρός, σέμνωμα τοῦ Ἄθω, ἐγκαλλώπισμα τῆς Λειψοῦς, Σάμου, Ἰκαρίας, Σκιάθου τε καὶ Πάτμου, κοινοβιάρχα νέε, Νήφων μακάριε.
Πύργος εὐσεβείας νεοπαγὴς καὶ φανὸς σοφίας τῆς ἐνθέου νεολαμπὴς ὤφθης, Νήφων μάκαρ, ἡσυχαστῶν λαμπρότης καὶ ἀγωγῆς ἀρίστης στύλε νεόφωτε.
Χαίροις, εὐσυμπάθητε ἀσκητά, ὁ Μονὴν δομήσας θείαν τοῦ Εὐαγγελισμοῦ τῆς ἁγνῆς Παρθένου ἐν νήσῳ τῆς Σκιάθου, πνευματοφόρε Νήφων, θεοειδέστατε.
Χαίροις, εὐσεβούντων ὁ ἀρωγός, Νήφων, καὶ προστάτης, τῶν σπευδόντων σοι ταπεινῶς, καὶ ἐκδεχομένων, ταῖς θείαις σου πρεσβείας, πρὸς τὸν Θεὸν τῶν ὅλων τὸν εὐσυμπάθητον.
Χαίρων ἠκολούθησας τῷ Χριστῷ, Νήφων δι᾿ ἀγώνων ἐγκρατείας καὶ προσευχῆς καὶ τὸν νοῦν καθάρας τῆς τῶν παθῶν κηλίδος ἐλλάμψεως ἐπλήσθης θείας θεσπέσιε.
Εὐαγγελιστρίας σεπτῆς Μονῆς, τῆς Σκιάθου, δεῦτε, τὸν δομήτορα εὐλαβῶς, Νήφωνα τὸν θεῖον, ὡς εὐσεβείας κέρας καὶ νήψεως πυξίον, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρετὴν τὸν ἀρτίως φιλοῦντα, νήφοντα καὶ τῶν Πατέρων τῶν πάλαι ἀσκητικὴν ἀγωγήν, τὸν ζηλοῦντα, θεῖον Νήφωνα, τιμήσωμεν, φάρον ὡς νήσων τηλαυγῆ, τοῦ Αἰγαίου ἀστραπαῖς, φωτίζοντα εὐσεβείας, ψυχᾶς τὰς ἐζοφωμένας, θερμᾶς αὐτοῦ λιτᾶς αἰτούμενοι.
Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νήσου Χίου τὸν γόνον, Ὄρους Ἄθωνος ἄνθισμα καὶ ἡδύπνουν νήσων Αἰγαίου ἄνθος ὕμνοις τιμήσωμεν, τὸν κτίτορα τοῦ Εὐαγγελισμοῦ Μονῆς ἐν τῇ Σκιάθῳ τῆς λαμπρᾶς, θεῖον Νήφωνα, ἐκθύμως ὡς ἀσκητὴν θεόπνουν ἀνακράζοντες· δόξα, τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ δεδοκότι σοὶ ἡμῖν πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὀτε ἐκ τοῦ Ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Θεόν, Νήφων, θεοείκελε πάτερ, ὡς νέος ἡσυχαστής, καὶ ἀλείπτης ἄριστος ἀζύγων, πρέσβευε περιστάσεων ῥύεσθαι, κινδύνων, ἀνάγκης, βλάβης τε κακώσεως καὶ πάσης θλίψεως πάντας τοὺς προσφεύγοντας πίστει τῇ σῇ ἀντιλήψει, παμμάκαρ, ἵνα βίον ἤρεμον ἀνύσωμεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δίδου σὴν χάριν, Νήφων κοινοβιάρχα,
Χαραλάμπει σπεύδοντα σῇ μεσιτείᾳ

