Παρακλητικός Κανών είς τον Όσιο Νήφωνα Επίσκοπο Κωνσταντιανής
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 23 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς μετανοίας τὸν θερμὸν ὑποφήτην, καὶ νηπτικῆς διαγωγῆς τὸν ἐργάτην, ἐν ἐπισκόποις ἄριστον καὶ μέγαν ἀσκητήν, Νήφωνα προβάλλομεν, πρὸς σὲ Κύριε πρέσβυν, ὅπως ἁμαρτήματα, τὰ ἡμῶν ἐξαλείψῃς, καὶ ἐγκαινίσεις Πνεῦμά σου εὐθεῖς, εἰς ἀῤῥαβῶνα, καὶ μέθεξιν δόξης σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Μετάνοιαν, Νήφων, δίδου ἡμῖν εὐχαῖς σου. Ἀθανάσιος
ᾨδὴ α΄. Ἦχος πλ΄ δ΄. Ὑγρὰν διοδεύσας.
Μετάνοιαν δίδου Νήφων ἡμῖν, εὐχαῖς σου ἁγίαις, καὶ γνησίαν ἐπιστροφήν, πρὸς θεῖον Δεσπότην καὶ Πατέρα, ὥσπερ καὶ σὺ ὁλοψύχως ἐπέστρεψας.
Ἐχθρὸς ὁ παμπόνηρος προβολαῖς, ἀεὶ τὴν καρδίαν, Πάτερ θεῖέ μου ἀπαιτή, διό σοι προσφεύγων ἀνακράζω, ταῖς ἱκεσίαις σου τοῦτον κατάργησον.
Τὸν πλοῦτον ἐσκόρπισα ἀμελῶς, ψυχῆς μου ὦ Πάτερ, καὶ πτωχεύω ἐξ ἀρετῶν, διὸ μετανοίᾳ ἐπιστρέψαι, πρὸς τὸν Δεσπότην με πάλιν ἀξίωσον.
Θεοτοκίον.
Ἁγνεία ψυχῆς σου Μῆτερ σεμνή, ἐγένου δοχεῖον, τῆς Θεότητος καὶ Υἱόν, ἔτεκες ἁγνείας τὸν προστάτην, ὧ παραστήσαις ἁγνόν με πρεσβείαις σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικητὴς ἀναιδείχθης κατὰ παθῶν τίμιος, Νήφων μετ΄ἀγώνας μυρίους, λαβῶν ἀπάθειαν, εὐχὴν καὶ νῆψίν τε, ἀσκήσας Πάτερ ἐμπόνως, ὅθεν ἱκετεύω σε, παθῶν με ὕψωσον.
Ὅτε πνεῦμα δειλίας τὴν σὴν ψυχὴν εἴληφε, τότε ἡ ἁγία Παρθένος, Νήφων ἐστήριξεν, ἰλαρῶ βλέμματι, ὦ κἀμὲ ἴδοι ἐπεύχου, καὶ καταδιῶξαί μου δειλίαν ἄτολμον.
Ἱερὸς Πρωτομάρτυς ἐταστικῶς ἤλεγξεν, ὅτε παρεδόθης τῇ ὕβρει, σὲ Νήφων ὅσιε, διὸ αἰτοῦμαί σε, ὕβρεως πάσης καθάραι, λογισμὸν καὶ στόμα μου, εἰς Θεοῦ αἴνεσιν.
Θεοτοκίον.
Ἀχωρήτου ἡ χώρα, χωρητικὸν ποίησον, μόνον τοῦ Υἱοῦ σου Παρθένε, νοῦν μου τὸν ἄστατον, ἀποδιώκουσα, τοὺς νοεροὺς ὁδοστάτας, τοὺς καταλῃστεύοντας, πᾶσαν μου ὕπαρξιν.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Πάτερ θεῖε, καὶ προστάτης γενοῦ τῶν ψυχῶν ἡμῶν, ἀπάθειαν χαριζόμενος ταῖς εὐχαῖς σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐκ πείρας μαθῶν πταισμάτων τὸ ἔμπικρον, καὶ θείας ζωῆς, γλυκύτητα Ἅγιε, τῶν μὲν πρώτων φύλαξον πάτερ Νήφων πρεσβείαις σου, τῆς δὲ δευτέρας ἡμᾶς, ταχὺ ἀξίωσον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νηπτικὴ ἐργασία σου, Πάτερ τὰ βαθέα ἔγνως τῆς Χάριτος, νήψειν ὅθεν καταξίωσον, πάντας αἰτουμένους ἱκεσίας σου.
Ναζωραίου ἡ δύναμις, φοβερᾷ ὑπάρχει Νήφων τοῖς δαίμοσι, ἥν μοι ὅπλον ἀπροσμάχητον, δώρησαι παλαίοντι τρισόλβιε.
Ἡ τῆς κώρου ἀπόθεσις, γέγονέ σοι Πάτερ σαρκὸς ἀνάπαυσις, διὸ Ἄγγελός μοι φάνηθι, ἐν καιρῷ πολέμου ἀπαθέστατε.
Θεοτοκίον.
Φαιδροτάτη παράκλησις, πέφυκεν ἡ κλῆσίς σου Παναμώμητε, τοῖς ἐν πνεύματι παλαίουσι, διὰ τὴν ἀγάπην θείου τέκνου σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤλεσας ἐχθροῦ, τὰς ἐνέδρας παμμακάριστε, διὰ νηστείας καὶ τῆς δίψης τε, καλῶ διδύμῳ, ὦ ὁπλίσαις οὐδενίαν μου.
Νοῦν τὸν καθαρόν, ὁ σατὰν ταράξαι θέλων σου, δι’ ἀπιστίας Πάτερ ὥρμησεν, ἣν τοῦ πολέμου, μὴ τὴν πεῖραν ἐπιτρέψης μοι.
Δύναμιν λαβῶν τοῦ Κυρίου ἐποφθέντος σοι, χαρᾶς ἐπλήσθης ἁγιώτατε, ἣν χάρισαί μοι ὡς ἐφόδιον ἰσόβιον.
Θεοτοκίον.
Ἴθυνον Ἁγνή, τὰς πορείας μου πρὸς Κύριον, ὅτι σαλεύομαι ὡς νήπιον, καὶ κινδυνεύω, ἐμπεσεῖν εἰς ᾅδου πέταυρα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχέω.
Δυσκόλως, στυλοβατοῦμεν Ἅγιε, ὡς ἐδείχθη σοι φρικτῇ ὀπτασία, ἀλλὰ Χριστοῦ, δυναμοῦντος καρδίαν, καὶ δωρουμένου πιστοῖς τὴν διάκρισιν, πετάννυμεν ὡς ἀετοί, μεθ’ ὧν τάξον κἀμὲ τὸν ταλαίπωρον.
Οὐαί μοι, τῷ ταπεινῷ ἐκραύγαζες, καὶ ἐλάμβανες ἰσχὺν ἐκ Κυρίου, Νήφων σοφὲ ταπεινούμενος σφόδρα, καὶ ἐφελκύων Αὐτοῦ τὴν ἐπίβλεψιν ἀξίωσον κἀμὲ βοῷ, ταπεινοῦσθαι ἐξ ὅλης καρδίας μου.
Ὑπέρλαμπρος, κατησπάσθη Χάρις σε, ὡς τὸν ἄσωτον πατὴρ ἠγκαλίσθη, καὶ νοητῷ, θεῖος Ἄγγελος μύρω, κατακενῶσας φιάλην κατέχρισε ῥανίδα δὸς οὖν ἐξ αὐτοῦ, καὶ ἡμῖν Νήφων οὖσιν ἐν πάθεσι.
Θεοτοκίον.
Ἡμάρτηκα τῷ Θεῷ μου Δέσποινα, καὶ οὗ παύομαι Αὐτῷ ἁμαρτάνειν σε δυσωπῶ, ὡς ἰσχύουσα πάντα, δῆσον τοὺς πόδας ψυχῆς τῆς ἀθλίας μου, καὶ κράτησόν με τῆς φορᾶς, ὁδηγούσης εἰς ὄλεθρον Πάναγνε.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Πάτερ θεῖε, καὶ προστάτης γενοῦ τῶν ψυχῶν ἡμῶν, ἀπάθειαν χαριτόμενος ταῖς εὐχαῖς σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’εσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς παθῶν ἐκ τῆς πείρας κατέμαθες, πάτερ Νήφων πώς δεῖ ἀναστρέφεσθαι, τοὺς ποθοῦντας, εὑρεῖν αἰώνιον ζωήν, διὸ δίδαξον ἡμᾶς, νήψεώς τε καὶ εὐχῆς, τὰς ὁδοὺς ἁγιώτατε ὅπως συγκεκραμένοι, Πνεύματι τῷ Ἁγίῳ, ὀφθῶμεν οἶκοι τῷ Θεῷ, εὐωδίας καὶ χάριτος.
Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Ἀκούσατε ταῦτᾳ πάντα τὰ ἔθνη.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαίον.
(Κεφ ε΄, 14-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἕν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Εἶτα τὸ Προσόμοιον.
Ἦχος πλ. β΄. Ὀλὴν ἀποθέμενοι.
Πᾶσας τὰς δυνάμεις σου ψυχῆς ὑπέζευξας Πάτερ, τῷ Χριστῷ ὡς πρότερον, ταύτας κατηχρείωσας ἐν τοῖς πάθεσιν ἃς καὶ κατελάμπρυνας, δάκρυσι καὶ πόνοις, ἑκουσίοις τρισμακάριστε, διὸ ἠξίωσαι θείων δωρεῶν ὑπὲρ ἔννοιαν, γενόμενος τοῖς πταίουσιν, ὡς κἀμοὶ εὐέλπιστον στήριγμα, Νήφων ἱεράρχα, μετάνοιαν καὶ ἦθος πενθικόν, δὸς τοῖς τιμῶσι τὴν μνήμην σου, εἰς ζωὴν αἰώνιον.
Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μέχρις ᾅδου τὸν νοῦν σου, κατεβίβαζες Πάτερ αὐτομεμφόμενος, ἱλάσθητί μοι λέγων, Δεσπότῃ ὡς τελώνης, ἀποτέμνων τὴν οἴησιν, ἧς κεφαλὴν ἐξ ἐμοῦ, συντρῖψαι ἱκετεύω.
Ἱερῶς παρεστάναι, τῷ Ναῷ τοῦ Κυρίου ἀεὶ ἐδίδασκες, καὶ θεία κατανύξει, εὐχᾶς ἀποδιδόναι, τοὺς πιστοὺς Νήφων ἔλεγες, ὅθεν εὐλόγει ἡμᾶς, Θεῷ εὔχεσθαι οὕτως.
Νοερῶς εἶδες Πάτερ, τὴν παγκόσμιον κρίσιν καὶ σφόδρα ἔφριξας, διὸ παρακαλῶ σε, τὴν μνήμην ταύτην ἔχειν, πρὸ ὀμμάτων μου χάρισαι, ἵνα ἐκφύγω τὸ πῦρ, γεένης τῆς ἀσβέστου.
Θεοτοκίον.
Ἔλαιόν σου ὁ Νήφων, ὡς ἀλέξημα Μῆτερ δαιμόνων εὔρατο, διὸ παρακαλοῦμεν, ἐλαίῳ, πρεσβειῶν σου, τὰς ψυχὰς χρῖε πάντοτε, τῶν σεβομένων Ἁγνή, τὴν θείαν σου λοχείαν.
ᾨδὴ η΄ . Τὸν Βασιλέα.
Ὑπὸ τοὺς πόδας, τῶν ἀδελφῶν ἔχειν Πάτερ, ἐμαυτὸν ἀξίωσον εὐχαῖς σου, ὅπως μοι σκηνώσῃ, τὸ Πνεῦμα τοῦ Κυρίου.
Χριστοῦ σημεῖον, ἀκαταμάχητον ἔχων, κατ’ ἐχθρῶν ὦ Νήφων κατενίκας, ὦ με σημειώσαις, διὰ παντὸς τοῦ βίου.
Ἀψηλαφήτως, τὸν Ἰησοῦν ἐψηλάφεις, ἐξαισίαις σου ὦ Νήφων θεωρίαις, ὧν καταξιώσαις, ἡμᾶς ὀφθαλμιῶντας.
Θεοτοκίον.
Ἱερωτάτη, καὶ σωσικόσμῳ θυσία, προσεγγίζειν με ἀξίωσον Παρθένε, καθαρᾷ καρδία, ὡς εἶδε θεῖος Νήφων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σταυρῷ σε καθ’ ἑκάστην, Δέσποτα Χριστέ μου, ταῖς ἁμαρτίαις ἠλῶ ὁ ἀχάριστος, Νήφωνος ὅθεν πρεσβείαις, μὴ ἀποῤῥίψῃς με.
Σωφρόνισόν με Πάτερ, καὶ ἀξίωσόν με, πτεροῖς καινότητος βίου τὴν θάλασσαν, διαπερᾶσαι καὶ φθάσαι, εἰς πόλιν ἄσειστον.
Οὐδὲν ἀπέκρυψέν σου, ὧνπερ θεῖε Νήφων, ὁ Ἰησοῦς ἐπαξίως ἡτοίμασεν, ἐν Βασιλεία τῇ ἄνῳ, ἧς με ἀξίωσον.
Ὑπόστρεψον ψυχή μου, διὰ μετανοίας, πρὸς τὸν καλόν σου Πατέρα ὡς τάχιστα, ἔχεις γὰρ θεῖον προστάτην, τὸν μέγαν Νήφωνα.
Θεοτοκίον.
Ἀξίωσον Παρθένε, ἐν ἐσχάτῃ ὥρᾳ, τῇ τοῦ θανάτου ἰδεῖν σου τὸ πρόσωπον, καὶ μετασχεῖν Βασιλείας, σὺν θείῳ Νήφωνι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Νήφωνα τὸν μέγαν ἐν ἀσκηταῖς, καὶ ἐν ἱεράρχαις, τὸν φωστῆρα τὸν θεαυγή, ὕμνοις θεσπεσίοις τιμήσωμεν ὡς πρέπει, Χριστοῦ γὰρ ὄντως πέλει, θεῖον εἰκόνισμα.
Ἔθραυσας δαιμόνων μύλας σοφῶς, διὰ μετανοίας, ἱεράρχα θαυματουργέ, καὶ Ἀγγέλων Νήφων, κατηύφρανας τὰ πλήθη, τῷ ἐξαισίῳ βίῳ, καὶ τῇ ἀσκήσει σου.
Πρέσβευε Κυρίῳ διὰ παντὸς ἱεράρχα Νήφων, δοῦναι νῆψιν καὶ προσευχήν, τοῖς θαυμάζουσί σου τὴν θείαν πολιτείαν καὶ ἐξαιτοῦσι Πάτερ, τὴν μεσιτείαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἵς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τὸν ποιμένα τὸν καλόν, Νήφωνα τὸν θεῖον λαβόντες, ὥσπερ ὑπόδειγμα, μετανοίας δράμωμεν καὶ ἐπιστρέψωμεν, πρὸς Χριστὸν τὸν φιλάνθρωπον, αἰτοῦντες τὴν Χάριν, ἥν κατηναλώσαμεν ποικίλοις πταίσμασιν, ὅπως ἐνδυθέντες καὶ αὖθις, τῆς υἱοθεσίας χιτῶνα, αἰωνίαν εὕρωμεν ἀνάπαυσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Νῆψιν εὐκτικὴν δὸς μοι ἐν μετανοίᾳ,
Νήφων ἀσκητά, ἐν ἐπισκόποις μέγᾳ.

