Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Νικάνορα τον Ζαβορδηνόν τον Θαυματουργόν

Εποιήθη εν Αγίω Όρει του Άθωνος υπό Αθανασίου ιερομονάχου Σιμωνοπετρίτου, Υμνογράφου της Αγίας του Χριστού Μεγάλης  Εκκλησίας φιλοσίω αιτήσει του Σεβασμιωτάτου Μητροπολίτου Καστορίας Κυρίου κου Σεραφείμ

†Εορτάζεται στις 7 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Eἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς ἐν Καλλιστράτου τῷ ὄρει, ζήσας Νικάνορ, τῶν θαυμάτων τὴν χάριν, ἀπείληφας καὶ ἤγειρας Μονήν σου ἱεράν· τὴν Μακεδονίαν δέ, κατεφώτισας πᾶσαν, βίῳ τῷ ἐνθεῶ σου, καὶ σημείοις ποικίλοις, ὡς μαρτυροῦσιν καὶ Καστοριείς, οἱ ἐξαιρέτως, τυχόντες σὴς χάριτος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Καστοριείς φύλαττε, πανόσιε Νικάνορ. Ἀ(θανάσιος).

ᾨδὴ α΄ .Ἦχος πλ. δ΄ . Ὑγρὰν διοδεύσας.
Κυρίου τὴν χάριν ἀπὸ παιδός, πλουτήσας Νικάνορ, σκεῦος γέγονας ἱερόν, θαυμάτων πληροῖς τοὺς χριστωνύμους, οἱ εὐγνωμόνως τιμώμέν σε πάντοτε.

Ἀτέκνους πρὶν ὄντας τοὺς σοὺς γονεῖς, εὐτέκνους Δεσπότης, ἐναπέδειξε θαυμαστώς, σε δούς, παμμακάριστε Νικάνορ, τόν τῶν ἀτέκνων τὴν στείρωσιν λύοντα.

Σπουδαίως ἠγάπησας τὸν Χριστόν, Νικάνορ τρισμάκαρ, ὥσπερ ἄλλος τις Σαμουήλ, ναοῖς αὐλιζόμενος ἐκ βρέφους, ὢν τὴν ἀγάπην ἡμῖν δὸς πρεσβείαις σου.

Θεοτοκίον.
Τὸν Λόγον κυήσασα τοῦ Πατρός, ἡγίασαι ὄλῃ, Θεοτόκε, ὑπερφυῶς· διὸ καὶ ἡμῖν τοῖς σε τιμῶσιν, ἁγιασμὸν ἀναφαίρετον πάρεχε.

ᾨδὴ γ΄ . Οὐρανίας ἁψῖδος.
Οὐρανόν τὴν Μονήν σου ἐπὶ τῆς γῆς ἔδειξας, ἔνθα μοναστῶν αἱ χορεῖαι Χριστὸν ἐδόξασαν, ὅθεν τοὺς ὅσοι σέ, ἐπικαλοῦνται Νικάνορ, οὐρανοὺς ἀνάδειξον, Χριστοῦ οἰκήματα

Ῥυπωθείσας καρδίας ἐκ πονηρῶν πράξεων, κάθαρον Νικάνορ παρέχων, τὴν ἀδιάλειπτον, καὶ ἁγιάζουσαν, τοῦ Ἰησοῦ θείαν μνήμην, ἣν ὡς κτῆμα ἄσυλον, σὺ κατεπλούτησας.

Ἰατρὸς ἐκ Κυρίου Χριστιανοῖς δέδοσαι, πάθη θεραπεύων καὶ νόσους, ψυχῆς καὶ σώματος, ὅθεν προσπίπτομεν, καὶ ἐξαιτοῦμεν Νικάνορ, τάχιστα θεράπευσον, ποικίλως πάσχοντας.

Θεοτοκίον.
Ἐν νυκτὶ καὶ ἡμέρα ἱκετικῶς κράζομεν, Πάναγνε ὡς βρέφη ποιοῦσι, καί σου δεόμεθα, τροφὴν τὴν μένουσαν, καὶ σωτηρίαν ποιοῦσαν, πάρεχε πρεσβείαις σου, πρὸς τὸν Φιλάνθρωπον.

Διάσωσον, ἀπὸ παντοίας ἐχθροῦ ἐπηρείας σοὺς δούλους, ὦ Νικάνορ ὁσίων τὸ καύχημα, καὶ αἴτησαι παρὰ Χριστοῦ αἰτημάτων παντοίων τὴν λύσιν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Σωτῆρος Χριστοῦ ἐδείχθης οἰκητήριον, διὸ καὶ μονὴν Αὐτῷ σεπτὴν ἀνήγειρας, ἰατὴρ γενόμενος  τοῖς προστρέχουσι τοῖς λειψάνοις σου καὶ προσκυνοῦσιν εὐλαβῶς, Νικάνορ, τὴν εἰκόνα σου.

ᾨδὴ δ΄ . Εἰσακήκοα, Κύριε.
Ἱερεὺς ἀγγελότροπος, ὤφθης τῷ Κυρίῳ, Νικάνορ τίμιε, ὅθεν βίον καθαρότητος ἰερεύσι πάρεχε τιμῶσί σε.

Στῦλος ἦσθα Πανόσιε, ἐν ταῖς προσευχαῖς σου ἀδιατάρακτος, πρὸ ὀμμάτων ἔχων Κύριον, ὃν ἀεὶ ἰλέωσαι τοῖς δούλοις σου.

Φῶς θαβώρειον ἔβλεπες, ὡς κεκαθαρμένος Νικάνορ πάντοτε, οὗ ἀκτῖνα μίαν πάρεχε, τοῖς σε ὑιικώς ἀεὶ γεραίρουσιν.

Θεοτοκίον.
Ὑπεράγαθε Δέσποινα, δέξαι τὰ αἰτήματα τῶν τιμώντων σε, καὶ Κυρίῳ ταύτᾳ πρόσφερε, ἵνα δῷ ἑκάστῳ τὰ συμφέροντα.

ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμῶν, πόλιν Πάτερ θεοδόξαστε, ἀπὸ δεινῶν τοῦ πολεμήτορος ἐχθροῦ, ὥσπερ τὸ πάλαι, τοῦ λοιμοῦ ταύτην διέσωσας.

Ἄνισος ἀγών, ἡμῖν πρόκειται τρισόλβιε, κατὰ ἀσάρκων πολεμοῦσιν προσβολῶν, διὸ αἰτοῦμεν, σὴν Νικάνορ, συναντίληψιν.

Τείχισον ἡμᾶς, πατρικὴ ἐπιστασία σου, θεῖε Νικάνορ ὡς ἐτείχισας Μονήν, Ζαβόρδης, τοῦ Σωτῆρος οἰκητήριον.

Θεοτοκίον.
Τραύματα ψυχῶν, Θεοτόκε ἡμῶν ἴασαι, ἡ τὸν σωμάτων καὶ ψυχῶν τὸν ἰατρὸν ἀποτεκοῦσα, Ἰησοῦν τὸν πολυέλεον.

ᾨδὴ ς΄ . Τὴν δέησιν.
Ἐβόησεν, ἐν ἡμέρα θλίψεως, Καστορίας ἡ πληθύς σοι Νικάνορ, καὶ παρευθύς τοῦ κινδύνου ἐῤῥύσθη, διὸ ἀείποτε πόθῳ προσπίπτει σοί, αἰτοῦσα λύσιν τῶν δεινῶν, μεσιτεία τῇ σῇ πρὸς τὸν Εὔσπλαγχνον.

Πεποίθαμεν, φιλανθρώποις σπλάγχνοις σου, καὶ προβάλλομέν σε πρέσβυν Νικάνορ, πρὸς τὸν Θεὸν ὅπως ἔλεος δείξῃ, ἡμῖν τοῖς ἄμετρα πταίουσιν πάντοτε, καὶ μὴ εἰς πῦρ τὸ φοβερόν, ἀποστείλῃ ἡμέρα τῆς Κρίσεως.

Ἀξίωσον, Θαβωρείου λάμψεως, τοὺς τιμῶντάς σε Νικάνορ τρισμάκαρ, σὺ θεατής τῶν ἀῤῥήτων γὰρ ὤφθης, κατὰ τοὺς πάλαι ὁσίως ἀσκήσαντας, καὶ νῦν ἀκτίστων δωρεῶν, ἀπολαύεις οἰκῶν τὸν Παράδεισον.

Θεοτοκίον.
Νοῦν Ἄχραντε, καὶ καρδίας σπήλαια,  Ἰησοῦ ταῖς ἱκεσίαις σου δεῖξον, ὅσοι θερμῶς θεοτόκοι γενέσθαι, ἐπιποθοῦσιν Κυρίου ἐν χάριτι, καὶ μέτοχοι παμποθητοῦ, Παραδείσου γενέσθαι, Πανάμωμε.

Διάσωσον, ἀπὸ παντοίας ἐχθροῦ ἐπηρείας σοὺς δούλους, ὦ Νικάνορ Ὁσίων τὸ καύχημα, καὶ αἴτησαι παρὰ Χριστοῦ αἰτημάτων παντοίων τὴν λύσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Προστασία τῶν Χριστιανῶν.
Πυρωθείς τῇ ἀγάπη τοῦ Κτίσαντος, τὸν σταυρὸν τοῖς σοῖς ὤμοις ἀνείληφας, ὅθεν Πάτερ, ἁμιλληθέντα πάλαι ἀσκηταῖς πολλοῖς θαύμασι Χριστός, ὦ αφιέρωσας Μονήν, τὴν ζωήν σου ἐκόσμησεν. Ἐν οἷς Καστοριέων λύμην φθορὰς διώξας, Νικάνορ δέξαι εὐμενῶς, τὴν εὐγνώμονα ἀνύμνησιν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχος. Τι ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὢν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄, 27-30)
Εἰπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσεται ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὃ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Εἶτα ψάλλομεν τὸ προσόμοιον.
Ἦχος πλ. β’ .  Ὅλην ἀποθέμενοι.
Ἅπαντα τὸν βίον σου, ἀνατεθεὶς τῷ Δεσπότῃ, τῷ Θαβώρ ἐκλάμψαντι, τούτῳ ᾠκοδόμησας μονήν Ὅσιε, ἄσκησιν δ’ υπέρλογον, ἐξασκήσας εὗρες τὴν ἀνάπαυσιν, τῶν κόπων σου Νικάνορ, θαύμασι τιμηθεὶς ὡς δοῦλος φιλότιμος, τούτων δὲ πλήσας ἅπασαν τὴν Μακεδονίαν διέσωσας τῶν Καστοριέων, λαὸν ἀπὸ θανάτου λοιμικοῦ, ὑπὲρ οὗ πάντοτε πρέσβευε τῷ Θεῶ, μακάριε.

Σῶσον ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ὀχλούμενοι νόσοις, καὶ προβλήμασι πλείστοις, συμπιεζόμενοι, πρὸς σὲ σεπτὲ Νικάνορ, προστρέχομεν βοῶντες· τὸν Δεσπότην ἱκέτευε, ἵνα ἐπίδῃ ταχύ, καὶ ἄνεσιν παράσχῃ.

Σὲ εἰδότες ταμεῖον, εὐσπλαγχνίας ἀκένωτον, πάτερ Ὅσιε, καθικετεύομεν σέ, ἐκ μάστιγος καρκίνου, τοὺς νοσοῦντας ἐξίασαι, ὅπως τιμῶμεν ἀεί, Νικάνορ τὴν σὴν μνήμην.

Ἱερώτατον σκεῦος, Παρακλήτου ὑπάρχων, ἀπὸ συλλήψεως, φώτισον τὰς κυούσας, καὶ λύτρωσαι τὰ βρέφη, ἐκ κινδύνου ἐκτρώσεως, ἀναδεικνύων αὐτά, Νικάνορ θεία σκεύη.

Θεοτοκίον.
Ἐχαρίσθης θεόθεν, τοῖς ἀνθρώποις μεσῖτις, Παρθένε πάναγνε, καὶ γὰρ ἐν πάσῃ θλίψει, εὑρίσκομέν σε σκέπην, καὶ ἀήττητον πρόμαχον, ἐξιλεοῦσαν ἡμῖν, φιλάνθρωπον Υἱόν σου.

ᾨδὴ η΄ . Τὸν βασιλέα.
Νίκην ἀρίστην, κατὰ ἐχθροῦ διαβόλου, Χριστωνύμοις Νικάνορ δὸς ταχέως, ἀγωνιζομένοις, τηρεῖν Κυρίου νόμον.

Ἱερωσύνης, κοσμηθεὶς τῷ ποδήρει, παρεδρεύοντας θυσιαστηρίῳ, φύλαττε Νικάνορ, ἐκ μιασμοῦ παντοίου.

Καστοριεύσιν, τὸν ἁγνόν τοῦ Δεσπότου, φόβον δίδου Νικάνορ ὅπως πάγας, τοῦ σατάν νικῶσι, πρεσβείαις σου ἁγίαις.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τοὺς ἁγνεύοντας νέους, τήρει ὥσπερ Χριστοῦ ναοὺς ἐμψύχους, ὅπως σε ὑμνῶσιν, τὸ πρότυπον ἁγνείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νικάνορ θεῖε Πάτερ, τοὺς προστρέχοντάς σοι, ἐν ὤρα δίκης ἐσχάτης ἐκλύτρωσαι, ἐκδυσωπῶν τὸν Σωτῆρα, ταῖς ἱκεσίαις σου.

Ὁ οἶκος οὗτος Πάτερ, ὃν ἀνέθηκέ σοι, ἡ Καστορία εἰς μνήμην τοῦ θαύματος, ὡς Σιλωάμ κολυμβήθρα, ἅπασι γένοιτο.

Ῥεόντων ὑπερόπτα, καὶ τῆς Βασιλείας, τῶν οὐρανῶν κληρονόμε ἀξίωσον, ταύτης τοὺς ὅσοι Νικάνορ, σοὶ καταφεύγουσιν.

Θεοτοκίον.
Ἀπάλλαξον Παρθένε, πόλιν Καστορίας, τὴν σὲ τιμῶσαν Ναοῖς ἐπωνύμοις σου, πάσης ἀνάγκης καὶ νόσου, καὶ περιστάσεως.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ὦ Νικάνορ θαυματουργέ, τῶν Καστοριέων, πρέσβυς ἔνθερμος πρὸς Θεόν, ὗς διαφυλάττοις ἐκ νόσων καὶ κινδύνων καὶ πάσης ἐπηρείας τοῦ πολεμήτορος.

Ὥσπερ πάλαι ἔσωσας τὸν λαόν, Καστορίας πάτερ, ἀπὸ νόσου τῆς λοιμικῆς, οὕτω καὶ νῦν σῶσον, ἀπό τῆς ἁμαρτίας, Νικάνορ ἀπειλούσης ψυχῶν ἀπώλειαν.

Χαίρετε, Νικάνορ σὺν τῷ Μῆνα, οἱ τῆς Καστορίας, ἀντιλήπτορες κραταιοί, δέησιν ποιεῖτε ἀπαύστως πρὸς Δεσπότην, ὅπως ἐκλυτρωθώμεν δεινῆς κολάσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.  Ἦχος γ . Θείας πίστεως.
Νίκην εἴληφας, ἄφθαρτον στέφος, πάτερ Ὅσιε, παρὰ τοῦ Κτίστου, τῶν σῶν ἀγώνων ἀντάξιον ἔπαλθον, τὴν γὰρ πατρίδα λιπών τὴν ἐπίγειον, τῆς οὐρανίου οἰκήτωρ γεγένησαι, ὅθεν πάντες σε πίστει καὶ πόθῳ γεραίρομεν· χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄ .  Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὥσπερ πάλαι τοὺς Καστοριείς, ἔσωσας λοιμοῦ τοῦ παμφθόρου, Νικάνορ ὅσιε, οὕτω καὶ νῦν λύτρωσαι τῆς ἁμαρτίας λοιμοῦ, ἱκετεύω ἑκάστοτε, Σωτῆρα Δεσπότην, οὗπερ ἀφομοίωμα ἐδείχθης ἔκλαμπρον, ὅπως ὑγιαίνοντες πάντες, καὶ κατὰ ψυχὴν καὶ τὸ σῶμα, δόξαν Αὐτῷ δῶμεν τὴν ἐμπρέπουσαν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Νίκας, Νικάνορ, δίδου Καστοριεύσι,
κατ’ ἐχθροῦ παλαίουσι κακομηχάνου.

Πηγή

Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Νικάνορα τον Θαυματουργό

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ ἀσκητῇ ὡς ἀληθῶς διαπρέψαντι, ἁμαρτωλοὶ καὶ ταπεινοὶ νῦν προσπέσωμεν, κάραν ἀσπαζόμενοι τὴν σεβασμίαν αὐτοῦ, κράζοντες καὶ λέγοντες· Πάτερ θεῖε Νικάνορ, πρόφθασον βοήθησον, ἐφ’ ἡμᾶς τοὺς ἱκέτας, καὶ τῆς πανώλους λύτρωσαι ἡμᾶς, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.

Δόξα.
Ὡς τῶν Ἀσωμάτων συνόμιλον, καὶ τῶν μοναζόντων ὁμότροπον, θεοφόρε Νικάνορ ὑμνοῦμέν σε, καὶ πιστῶς δυσωποῦμέν σε, πρεσβεύειν ὑπὲρ ἡμῶν Χριστῷ τῷ Θεῶ, ὅπως εὕρωμεν ἔλεος.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, καὶ ταῖς τρικυμίαις, τῶν κινδύνων παντοδαπαῖς, σοὶ προσπίπτομεν ἀναβοῶντες, ἱλάσθητι ἡμῖν Νικάνορ ἅγιε.

Ὄντως τῶν Ὁσίων ἡ καλλονῇ, καὶ τῶν μοναζόντων, τὸ ἀγλάισμα τὸ σεπτόν, βρύει σοῦ ἡ κάρα ἰαμάτων, παντοδαποὺς κρουνοὺς τοῖς σοὶ προστρέχουσι.

Ἄθλοις τῶν ἀγώνων ὦ ἀσκητά, μάκαρ θεοφόρε, σε ἐδόξασεν ὁ Θεός, Νικάνορ τῆς ἐρήμου τὸ θρέμμα, τῆς οἰκουμένης φωστὴρ διαυγέστατος.

Θεοτοκίον.
Νοσοῦντας τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρά σου, ἀξίωσον ἡμᾶς Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαν καὶ σκέπην, ζωῆς ἡμῶν ἔχομεν, σὴν τιμίαν κάραν ἰάσεις, πᾶσι βλυστάνουσαν, τοῖς σοὶ προστρέχουσι, καὶ εὐλαβῶς προσκυνοῦσι, καὶ πιστῶς γεραίρουσι, ταύτην πανόλβιε.

Ἱκετεύομεν πάντες, σὲ νίκης φερώνυμε, κατὰ τὴν πανώλους τὰς νίκας, λαμπρῶς ἀράμενον, ἐν τῇ δυνάμει Χριστοῦ, ἀποσοβεῖν καὶ διώκειν, ἀφ’ ἡμῶν τὴν μάστιγα, Πάτερ θεόσοφε.

Πρὸς Θεὸν σε ἱκέτην, διάπυρον ἔχομεν, ὡς παρ’ αὐτοῦ ἠξιωμένον, θείων δυνάμεων, ὅθεν καὶ νῦν πρέσβευε, καὶ ἰαμάτων τὴν χάριν, δίδου τοῖς τιμῶσί σε, Νικάνορ ὅσιε.

Θεοτοκίον.
Ἀληθῆ Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ τήν τοῦ θανάτου τὸ κράτος, εξαφανίσασαν, ὡς γὰρ φυσίζῳος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾄδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.

Διάσωσον, ἐκ παντοίων κινδύνων ἡμᾶς θεῖε Πάτερ, ὅτι πάντες πρὸς Θεὸν σε ἔχομεν, διάπυρον πρεσβευτὴν καὶ προστάτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ὁσίων φωστήρ, καὶ μοναζόντων καύχημα, Νικάνορ σοφέ, τῶν ἀσκητῶν ἀγλάισμα, ἐκτενῶς προσπίπτομεν, καὶ βοώμέν σοι· σπεῦσον διάσωσον, καὶ ἐκ πανώλους λύτρωσαι ἡμᾶς, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.

Δόξα. Καὶ νῦν.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενώς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐν κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδῇ δ΄. Σύ μου ἰσχύς.
Καὶ ποὺ λοιπόν, ἄλλον προστάτην εὑρήσομεν; Ποὺ δραμόντες, ποὺ καὶ σωθησόμεθα; Τίνα θερμὸν σχῶμεν βοηθόν; Μάστιγι λοιμώδους, οἷμοι νόσου κλονούμενοι. Μετὰ τὴν Θεοτόκον, εἰς τὴν σὴν θείαν κάραν, τὴν βρύουσαν ἰάσεις προστρέχομεν.

Τὸν ποταμόν, τὸν γλυκερόν τῶν θαυμάτων σου, τὸν πλουσίως, τοὺς πιστοὺς ἀρδεύοντα, πάτερ Νικάνορ, τοῖς σε θερμῶς ἐπικαλουμένοις, πλουσίως πᾶσιν ἀνάβλυσον, ῥυσθῆναι τῆς πανώλους, καὶ πάσης ἄλλης νόσου, θεοφόρε Πατὴρ ἡμῶν Ὅσιε.

Τὸ ἱερόν, τῶν ἀσκητῶν ἀφιέρωμα, παρθενίας τὸ σκεῦος τὸ ἔνθεον, πᾶσι πιστοῖς τὸν ἀπὸ Θεοῦ ἰαμάτων, χάριν, δαψιλεστάτην προχέοντα, Νικάνορα τὸν θεῖον, τῆς ἐρήμου τὸ θρέμμα, οἱ πιστοὶ κατὰ χρέος τιμήσωμεν.

Θεοτοκίον.
Πὼς ἐξειπεῖν, σου κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; Ἀλλ’ ὦ τῆς σῆς προνοίας, καὶ τῆς εὐεργεσίας, ᾖς ἀφθόνως αὐτὸς παραπήλαυσα.

ᾨδὴ ε΄. Ἵνα τι με ἀπώσω.
Μὴ ἡμᾶς νῦν ἀπώσῃ, τῆς κηδεμονίας σου, ὦ θεοτίμητε, ἀλλ’ ἐπιβραβεύου, τοῖς τιμῶσί σε θείᾳ ἰάματα, καὶ δὸς ἰατρείαν, ἐκ τοῦ τιμίου σου λειψάνου, τοῖς ἱκέταις σου νίκης φερώνυμε.

Ἐν πολλαῖς τρικυμίαις, δεινῶς χειμαζόμεθα, οἰκτρὰ θηράματα, τῆς λοιμώδους νόσου, ὑφ’ ᾖς ἐλεεινῶς βιβρωσκόμεθα, ἀλλὰ δεομένοις, λύτρωσιν δὸς ἡμῖν καὶ ῥῶσιν, ἰατρὲ καὶ θεράπον πανάριστε.

Τῶν ἀγγέλων τὸν βίον, ἐν τῇ γῇ κατώρθωσας, καὶ δι’ ἀσκήσεως καθαρὸν δοχεῖον, τοῦ Ἁγίου Πνεύματος γεγένησαι, ὅθεν ἠξιώθης, τῆς παῤῥησίας τῶν Ἁγίων, πρὸς Θεὸν ὑπὲρ τῶν δεομένων σου.

Θεοτοκίον.
Εὐχαρίστως βοῶμεν, χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε, χαῖρε θεία σκέπη, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον, χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς σε προστρεχόντων ἐκ πίστεως.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σημείων, τερατουργὸς μέγιστος, σὺ ὑπάρχεις ἐν τῇ Μακεδονία, θαυματουργῶν καὶ ἰώμενος πάντας, ἐκ τῆς λοιμώδους Ὁσίων ἀγλάισμα, διώκων ταύτην ἀφ’ ἡμῶν, καὶ ἐλαύνων εἰς πῦρ τὸ ἐξώτερον.

Προστάτην σε, ἐν τῷ βίῳ ἔχομεν, καὶ φρουρὸν καὶ ἀσφαλείαν Νικάνορ, ἡ γὰρ τιμία καὶ θείᾳ σου κάρα, τῆς λοιμικῆς ἀμυντήριον ἔθαλε, τὴν χάριν σχοῦσα ἐκ Θεοῦ, χαλεπὰ ἐκδιώκειν νοσήματα.

Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, τὴν πανσέβαστον ἁγίαν σου κάραν, ὡς μύστης δὲ τῆς Τριάδος τελέσας, ταύτην σοφὲ καθικέτευε, ῥυσθῆναι ἅπαντας ἡμᾶς, νοσημάτων παντοίων καὶ θλίψεων.

Θεοτοκίον.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, καὶ παθὼν καὶ κινδύνων διάσωσον.

Διάσωσον, ἐκ παντοίων κινδύνων ἡμᾶς θεῖε Πάτερ, ὅτι πάντες πρὸς Θεόν σε ἔχομεν, διάπυρον πρεσβευτὴν καὶ προστάτην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς προστάτης τῶν χριστιανῶν θερμότατος, καὶ μεσίτης πρὸς τὸν Θεὸν διαπρύσιος, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς συμπαθὴς εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ὡς παῤῥησίαν κεκτημένος πρὸς Κύριον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τὶ ἀνταποδώσομεν τῷ Κυρίῳ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄, 27-30)
Εἰπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσεται ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὃ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σου Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὴν λοίμην ἀπὸ τῆς χώρας ταύτης.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β΄.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, εὖ ἐργάτα τῶν ἐντολῶν τοῦ Χριστοῦ. Σὺ καί τὸ βάρος τῆς ἡμέρας ἐβάστασας, σὺ καὶ ἐδοξάσθης παρ’ αὑτοῦ τοῖς λειψάνοις σου˙ ἀλλ’ ὡς παρρησίαν κεκτημένος πρὸς Κύριον, αὑτὸν ἐκτενῶς ἱκέτευε τοῦ ῥυσθῆναι κινδύνων τοὺς δούλους σου.

Δόξα. Καὶ νῦν.
Μεταβολή τῶν θλιβομένων, ἀπαλλαγή τῶν ἀσθενούντων, ὑπάρχουσα, Θεοτόκε παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σιάτιστα ἀεί σε γεραίρει, τὴν σεβάσμιόν σου κάραν προσκυνοῦσα, αἰτουμένη θερμῶς, τῶν νόσων τὰς ἰάσεις, παρὰ Χριστοῦ μακάριε, σαῖς θερμαῖς ἱκετηρίαις.

Δῆμος Σερβίων καὶ Κοζάνης, ἀσπαζόμενοι τὴν ἱεράν σου θήκην, μετὰ πόθου θερμῶς, κραυγάζουσι βοώντες· ἐξελοῦ ἡμᾶς Ἅγιε, πάσης θλίψεως καὶ νόσου.

Ὄλῃ ψυχὴ καὶ διανοίᾳ, καὶ καρδία σε καὶ χείλεσι γεραίρω, ἀπολαύων τῶν σῶν ἰάσεων Νικάνορ, δι’ ὧν Χριστὸς δοξάζεται, ὡς Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Βλέψον ἰλεῷ ὄμματι σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω, καὶ δεινῶν συμφορῶν καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ σου ἐλέει.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Καλλιστράτῳ ἐν ὄρει εδοξάσθης, φωνῆς θείας σαφῶς σε ἤκουσας καλούσης, καὶ δι’ αὑτῆς Νικάνορ ὁδηγούμενος, εὗρες τοῦ Δεσπότου, τὴν ἄχραντον εἰκόνα.

Θεσσαλονίκης τὸ εὔοσμον ῥόδον, Ἰωάννου δὲ υἱὸς καὶ τῆς Μαρίας, ἐξ ἀκάρπου νηδύος ἐξανέτειλεν, ὑπὲρ ἡμῶν πρεσβεύων, καὶ καθικετεύων, Χριστὸν τὸν ζωοδότην.

Ἐν Ὀλύμπῳ ἐν ἀσκηταῖς ὁ πάνυ, Διονύσιος σοὶ τρανώς Νικάνορ φάσκει, τὸ εὐτελὲς ἰδοὺ τοῦτο τριβώνιον, τίνα ὄντως κρύπτει, ἀφανῆ καὶ μέγαν, ἁγιωσύνης πλοῦτον.

Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θείᾳ καὶ μανναδόχε στάμνε, χαῖρε χρυσὴ λαμπὰς ἄσβεστος, χαῖρε τῶν παρθένων, δόξα καὶ μητέρων, ὡράισμα καὶ κλέος.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φυγὰς ὁ δαίμων ὤφθη, τοῦ Σαρακιναίου, τὸ ὄνομα σου Νικάνορ, κραυγάζων φρικτῶς, ὅτε ἐξέβαλες τοῦτον, ὅπλῳ τῆς πίστεως.

Ἐν Σαρακίνη αὖθις, τὴν αἱμοῤῥοοῦσαν, ἀφῇ κρασπέδου Νικάνορ, τοῦ ἱματίου σου, ταύτην ἰάσω καθάπερ, Χριστὸς ὁ Κύριος.

Παράλυτον ἰάσω, ὅπλῳ καὶ δυνάμει, καὶ ἀηττήτῳ ῥομφαία, τιμίου Σταυροῦ, τῶν Γρεβενῶν δόξα χαῖρε, Νικάνορ ἅγιε.

Θεοτοκίον.
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερόν τῆς ἀγνοίας διώκουσα, τοὺς Θεοτόκον, σε καταγγέλοντας.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τοῦ ἁγίου Νικάνορος.
Χαίροις τῶν Σερβίων ὁ ἰατρός, Γρεβενῶν τὸ κλέος, καὶ οἰκουμένης ὁ βοηθός, χαίροις ὁ προστάτης τῶν σὲ τιμώντων πόθῳ, Νικάνορ Καλλιστράτου φωστὴρ πολύφωτε.

Ἕτερα ψαλλόμενα ἐν τῇ Λιτανεία.
Φύλακα καὶ ῥύστην καὶ βοηθόν, κατὰ τῆς πανώλους, ἔχομεν σὴν κάρα καθηγητά, Ὁσίων τὸ κλέος, καὶ ἀσκητῶν ἡ δόξα, Νικάνορ θεομάκαρ, φρούρει τοὺς δούλους σου.

Χαίροις τῶν θαυμάτων ὁ ποταμός, καὶ τῶν ἐν κινδύνοις, ἀπροσμάχητος βοηθός, ὁ θερμὸς προστάτης, τῶν σὲ προσκαλουμένων, Νικάνορ, μοναζόντων δόξα καὶ στήριγμα.

Κάρα ἡ τιμία σου ἀσκητά, βρύει ἀενάως, τῶν θαυμάτων θείους κρουνούς, ἐκ παντοίων νόσων καὶ λοιμικῆς πανώλους, ῥυομένη τοὺς πίστει ταύτην γεραίροντας.

Χαίροις τῶν ὁσίων ἡ καλλονή, καὶ τῶν μοναζόντων, τὸ ἀγλάισμα τὸ σεπτόν, ἅγιε Νικάνορ, σοῦ τῇ τιμία κάρα, λυτροῦται ἐκ κινδύνων τοὺς προσκυνοῦντας αὐτήν.

Ὡς ἀστέρα πάντων τῶν ἀσκητῶν, πολύφωτον μέγαν, διαλάμποντα τηλαυγώς, τιμῶμέν σε μάκαρ, θαυμάτων ταῖς ἀκτῖσι, διώκοντα τὴν λοίμην τῶν προστρεχόντων σοι.

Νίκης φερώνυμον οἱ πιστοί, δεῦτε συνελθόντες, εὐφημήσωμεν ἐν ᾠδαῖς, καὶ στέψωμεν τοῦτον, στεφάνοις ἐγκωμίων, Νικάνορ ἐκβοῶντες σῷζε τοὺς δούλους σου.

Δεῦτε νῦν προσέλθωμεν οἱ πιστοί, πίστει προσκυνοῦντες, τὴν σεβάσμιον καὶ σεπτήν, κάραν τοῦ Ὁσίου, καὶ πόθῳ ἀσπασθῶμεν, λαμβάνοντες τὴν ῥῶσιν ψυχῆς καὶ σώματος.

Κάραν τὴν ἁγίαν σου εὐλαβῶς, Νικάνορ τιμῶμεν, τὴν συντρίψασαν τοῦ ἐχθροῦ, κάραν καὶ λαβοῦσαν, τὸν στέφανον τῆς νίκης, καὶ πᾶσι χορηγοῦσαν πιστοῖς ἰάματα.

Βρύει τῶν λειψάνων σου ἀθλητά, ποταμοὺς θαυμάτων, καταρδεύοντας τοὺς πιστούς, τοὺς μετ’ εὐλαβείας, καὶ πόθου προσκυνοῦντας, τὴν σεβασμίαν κάραν σου Ὁσιώτατε.

Ὡς στεῤῥὸς ἀδάμας ὁ τοῦ Χριστοῦ, καὶ ἐν Καλλιστράτῳ, ἀναλάμψας νέος φωστήρ, ὁ ὅσιος Νικάνωρ, τὸ θρέμμα τῆς ἐρήμου, Χριστιανῶν τὸ κλέος καὶ ἡ βοήθεια.

Νίκης τὸν ἐπώνυμον εὐσεβῶς, καὶ τὸν ἐν ἀσκήσει, διαλάμψαντα τηλαυγώς, τῆς Θεσσαλονίκης, τὸ γέννημα καὶ θρέμμα, Γρεβενὰ Σέρβια καὶ Κοζάνη, πάντες τιμήσωμεν.

Ἰησοῦ Σωτῆρος τὸν μαθητήν, καὶ τὸν ἐν ἀνάγκαις, ἀπροσμάχητον βοηθόν, ἀσκητῶν τὸ ῥόδον, τὸν μάρτυρα Κυρίου, Νικάνορα τὸν μέγαν πάντες τιμήσωμεν.

Κύριον ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων, τὴν πανίερον κεφαλήν, καὶ καταφιλούντων τὴν θείαν σιαγόνα, σοῦ τοῦ θαυματοβρύτου, Νικάνορ ὅσιε.

Οὐρανόθεν ἤκουσας τὴν φωνήν, τοῦ Θεοῦ παμμάκαρ, ὁδηγοῦσαν ὡς Ἀβραάμ, πρὸς ὄρος Καλλιστράτου, σὲ τὸν ἀγωνισθέντα, ἐν τούτῳ θεοφρόνως Νικάνορ ἅγιε.

Λάμψεσι θαυμάτων σου ἀθλητά, πᾶσαν καταυγάζεις, τὴν ὑφήλιον καὶ φαιδρώς, ὡς φωστῆρα ὅθεν, παγκόσμιον ὑμνοῦμεν, ἀοίδιμε Νικάνορ ἡμᾶς διάσωσον.

Ἄσμασιν ὑμνήσωμεν οἱ πιστοί, πάντες συνελθόντες, ἀνακράζοντες εὐσεβῶς, ἅγιε Νικάνορ, διάσωσον κινδύνων, αὐχμοῦ τε ἀνομβρίας τοὺς εὐφημοῦντάς σε.

Οἰκουμένης πάσης ὁ βοηθός, καὶ τῆς στειρευούσης, εὐκλεέστατος ὁ καρπός, ἡδύπνοον ῥόδον, καὶ κλέος μοναζόντων, παμμέγιστε Νικάνορ σῷζε τοὺς δούλους σου.

Σώματος τὴν ῥῶσιν καὶ τῆς ψυχῆς, ὡς θαυμάτων χάριν, θεοφόρε πεπλουτηκώς, παράσχου τοῖς σοῖς δούλοις, τοῖς σοὶ προσερχομένοις, θεοφόρε Νικάνορ καὶ μακαρίζουσιν.

Τὸν λαμπρὸν φωστῆρα τῶν Γρεβενῶν, καὶ τῆς Σιατίστης, ἀπροσμάχητον βοηθόν, τὸν ἐκ Θεσσαλονίκης, Νικάνορα τὸν θεῖον, τὸν μέγαν ποιμενάρχην καὶ λαμπροκήρυκα.

Ὕψωσον τὰς χείράς σου πρὸς Θεόν, ὑπὲρ τῶν σῶν δούλων, ὦ Νικάνορ θαυματουργέ, καὶ ἵλεων πᾶσιν, αὐτόν τῇ σῇ πρεσβεία, ἀπέργασαι παμμάκαρ τοῖς σε γεραίρουσιν.

Φύλαττε Νικάνορ τοὺς ὑμνητάς, καὶ προσκυνητάς σου, τοὺς τιμῶντας τὴν σὴν σεπτήν, μάκαρ θείαν χεῖρα, καὶ λύτρωσαι κινδύνων, καὶ πάσης ἐπηρείας ἡμᾶς τοὺς δούλους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε προσελθόντες οἱ πιστοί, ζέοντες τῷ πνεύματι, πάντες καὶ μετὰ πίστεως, δεῦτε προσκυνήσωμεν κατασπαζόμενοι, τὴν σεπτὴν καὶ ἁγίαν τε, Νικάνορος κάραν, τὴν θεομακάριστον καὶ θαυματόβρυτον, καὶ ταύτην καταστέψωμεν πάντες, ὕμνοις καὶ ᾠδαῖς ἐγκωμίων, ὅπως δι’ αὐτῆς εὕρωμεν ἔλεος.