Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρω ημών Νικηφόρο τον Λεπρό

Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

«Ψυχῆς μου χείλη λάμπρυνον τὰ θαυμαστά σου ᾄδειν, ὦ Νικηφόρε, τῶν λεπρῶν ἡ πάγκαλος λαμπρότης».

†Εορτάζεται στις 4 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνδρειοφρόνως τῆς σαρκός σου τὴν λέπραν, καθυπομείνας ὡς Ἰὼβ Νικηφόρε, τῆς σῆς ψυχῆς ἐξήγνισας, λαμπρῶς τὴν στολήν· τέλειον τὴν κλίμακα, ἀρετῶν δὲ ἀνέβης, φθάσας τῇ ἀσκήσει σου, πολιτείαν ἀγγέλων· ἀδιαλείπτως ψάλλων τῷ Θεῷ, σοὶ δόξα πρέπει, Τριὰς ὁμοούσιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
Χαῖρε Νικηφόρε λεπρῶν καινὴ λαμπρότης.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Χαρίτων τὸ σκεῦος τὸ καθαρόν, χιόνος ἁπάσης, τὸν λευκότερον τῇ ψυχῇ, λεπρὸν Νικηφόρον δεῦτε πάντες, καθαρωτάταις ᾠδαῖς μεγαλύνωμεν.

Ἀγάπης σφραγῖδα τὴν ἱεράν, τῆς πίστεως δρόμον, τὸν τελέσαντα ἀνδρικῶς, ἐλπίδι τῆς ἄνω Βασιλείας, νῦν Νικηφόρον λεπρὸν μακαρίσωμεν.

Ἱδρῶσιν ὁσίας σου ἀγωγῆς, ψυχήν σου τὴν θείαν, Νικηφόρε παναληθῶς, ποιήσας χρυσίου λαμπροτέραν, εἰς τοῦ Θεοῦ σου τὰς χεῖρας παρέθηκας.

Θεοτοκίον.
Ῥημάτων ἀῤῥήτων τοῦ Γαβριήλ, ἀκούσασα Κόρη, Παναγία πανευπειθῶς, Θεὸν ἀπεκύησας τῷ κόσμῳ, παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ τῆς Κρήτης προῆλθες, ὡς νεαυγὴς ἥλιος, πᾶσαν δὲ τὴν γῆν ἀνταυγείαις, τῆς πολιτείας σου, και νοποιεῖς εὐπρεπῶς, υἱὲ φωτὸς Νικηφόρε, καὶ παθῶν τὴν ζόφωσιν, λύεις ἑκάστοτε.

Νουνεχῶς Μοναζόντων, τρίβον στενὴν ἤνυσας, πάσῃ ἐγκρατείᾳ παμμάκαρ, ἐνδιαιτώμενος, καὶ Ἀσωμάτων χορούς, φθάσας σαρκὶ Νικηφόρε, ἀληθῶς ἐτίμησας, σχῆμα ἰσάγγελον.

Ἰαμάτων ὁ ἔχων, τὸ ἀχανὲς πέλαγος, καὶ ἐν ἀσθενείᾳ παιδεύων, οὓς παραδέχεται, ὡς ἀνοθεύτους υἱούς, Χριστὸς σαρκός σοι τὴν λέπραν, Νικηφόρε δέδωκε, φίλτρου εἰς πίστωσιν.

Θεοτοκίον.
Κυριώνυμε Κόρη, κόσμου παντὸς Δέσποινα, τὴν δεδουλωμένην ψυχήν μου, τοῖς παραπτώμασι, ταῖς Μητρικαῖς σου λιταῖς, δεῖξον παθῶν ἀνωτέραν, εἰς τὴν πρώτην δόξαν μου, πάλιν ἀνάγουσα.

Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκὸς ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ὀδύνας μακράς, τῆς λέπρας ἐκαρτέρησας, γενναίᾳ ψυχῇ, καὶ γνώμῃ καρτερόφρονι, τῷ Θεῷ φθεγγόμενος· Νικηφόρε ᾆσμα γηθόμενος, καὶ μεγαλύνων χείλεσιν ἁγνοῖς, τὴν θείαν ἀπαύστως ἀγαθότητα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡδονὰς τὰς τοῦ σώματος, πάσῃ ἐγκρατείᾳ πολιτευόμενος, Νικηφόρε ἀπενέκρωσας, τὸ δὲ πνεῦμα θείως ἀνεζώωσας.

Φερωνύμως τῆς κλήσεως, τῆς ἐπουρανίου μάκαρ γενόμενος, Νικηφόρε κατενίκησας, παρατάξεις πάσας τοῦ ἀλάστορος.

Ὀφθαλμῶν σου τὴν πήρωσιν, φέρων Νικηφόρε ἔνδον σου ἔβλεπες, ἐπιλάμψεις θείου Πνεύματος, καὶ λαμπρῶν ἀκτίνων φῶς ἀπρόσιτον.

Θεοτοκίον.
Ῥητορεύσεις πεπλήρωνται, τῶν προφητευόντων ἐν σοὶ πανάμωμε, ἀπειράνδρως γὰρ ἐκύησας, ὅνπερ πάλαι οὗτοι προηγόρευσαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔστησας τὸν νοῦν, ἐπὶ πέτραν τοῦ Κυρίου σου, Νικηφόρε διὸ ἔμεινας στεῤῥός, ὥσπερ ἀδάμας, ἀλγηδόσι μὴ πτοούμενος.

Λέπραν τῆς σαρκός, ὡς Ἰὼβ ἐνεκαρτέρησας, διὸ λάμπεις Νικηφόρε τῇ ψυχῇ, ὑπὲρ χρυσίον, καὶ ἀργύριον πολύτιμον.

Ἔθηκας Θεῷ, Νικηφόρε τὴν ἐλπίδα σου, ὀρφανῶν τε καὶ χηρῶν προασπιστῇ, πατρῴων σπλάγχνων, παρ’ οὗ εὗρες τὴν ἀντίληψιν.

Θεοτοκίον.
Πύργος ὀχυρός, κατ’ ἐχθρῶν ὑπάρχεις Δέσποινα, καταῤῥάττουσα αὐτῶν τὰς μηχανάς, ὡς τετοκυῖα, τὸν ἰσχύι ἀπροσμέτρητον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥωννύμενος, τοῦ Θεοῦ τῇ χάριτι, ἐκ παθῶν τῶν χαμερπῶν Νικηφόρε, τὸ ἀσθενές, τῆς σαρκός σου ἐδέξω, ὡς τῆς Θεοῦ συμπαθείας τὸ δώρημα, τοῦ στέργοντος τὴν τῶν βροτῶν, σωτηρίαν δι’ οἶκτον ἀμέτρητον.

Ὡς λύχνον σε, τῆς Τριάδος ἔγνωμεν, Νικηφόρε ἐπὶ ὄρους τεθέντα, καὶ ἱλαρῶς, διαχέοντα πᾶσι, τὸν φωτισμὸν καὶ τὴν αἴγλην τοῦ Πνεύματος, τὴν λύουσαν ἀχλὺν παθῶν, καὶ φαιδρύνουσαν γῆς τὰ πληρώματα.

Νενίκηκας, τοῦ ἐχθροῦ ὑψώματα, Νικηφόρε ταπεινώσει σου θείᾳ, ὅτι ψυχῇ, εὐχαρίστῳ ἐδέξω, τῇ σῇ σαρκὶ ἀλγηδόνας καὶ στίγματα, καὶ γέγονας παναληθῶς, τῆς χιόνος ἀμέτρως λευκότερος.

Θεοτοκίον.
Κοιλία σου, ἡ ἁγία γέγονε, Μαριὰμ τῶν οὐρανῶν πλατυτέρα, ὅτι Θεός, ἐν αὐτῇ ἐχωρήθη, ὃν οὐρανοῦ οὐ χωροῦσι τὰ πέρατα, Αὐτὸν δυσώπει μητρικῶς, τῆς παθῶν με ῥυσθῆναι στενώσεως.

Ἰάτρευσον ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκός, ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀσθενείας τὴν στενὴν ὁδὸν ἐπεβάδισας, Νικηφόρε καὶ ὁλοσχερῶς ἠκολούθησας, τὸν Δεσπότην ὡς εὐπειθὴς καὶ ἄξιος υἱός, ζυγὸν τούτου δὲ τὸν ἐλαφρόν, καὶ τὸ φορτίον τὸ χρηστόν, ἐν τοῖς ὤμοις ἐβάστασας, χαίρων ὅθεν εἰσῆλθες, εἰς δόξης τῆς αἰωνίου, τὰς καταπαύσεις τὰς τερπνάς, χαρμοσύνως ἀγαλλόμενος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄, 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κλίμακα οὐράνιον, τῶν ἀρετῶν Νικηφόρε, λογισμῷ θεόφρονι, καὶ ψυχῆς στεῤῥότητι ἀναβέβηκας, ὡς Ἰὼβ ἔφερες, τῆς σαρκὸς γὰρ λέπραν, καὶ ὀμμάτων σου τὴν πήρωσιν, πληγὰς καὶ στίγματα, καὶ τὴν τῶν μελῶν πᾶσαν κάκωσιν, εἰς ὕψος δὲ αἰρόμενος, τὰ τῶν οὐρανίων ἑώρακας, κάλλη καὶ τὴν δόξαν, ἣν Κύριος ἡτοίμασε Θεός, τοῖς ἐκτελοῦσιν ἑκάστοτε Αὐτοῦ τὰ προστάγματα.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀδιάλειπτον ἔσχες, προσευχὴν ὥσπερ ἔργον ἐν βίῳ ἄριστον, δι’ ἧ Θεῷ ὡμίλεις, Ἀγγέλων πολιτείαν, Νικηφόρε μιμούμενος· ὁ τῶν πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰθυνόμενος μάκαρ, παρ’ Ἀνθίμου τοῦ πάνυ ἐν Χίῳ ἤνυσας, ἀσκήσεως τὸν δρόμον, καὶ τρόπαια μεγάλα, Νικηφόρε ἐπέγραψας· διὸ στεφάνους χειρί, ἐδέξω ζωηφόρῳ.

Νέμων θείας εὐχάς σου, Νικηφόρε Κυρίῳ τὸ μεσονύκτιον, μετέωρος ἐπήρθης, ξενίσας μαθητήν σου, σὲ ἰδόντα Εὐμένιον· μεθ’ οὗ τὸν ὕμνον Θεῷ, προσάγεις εἰς αἰῶνας.

Θεοτοκίον.
Ἡ τοῦ μάννα σε στάμνος, ἀληθῶς προετύπου Παρθενομῆτορ Ἁγνή, καὶ γὰρ ἐν τῇ γαστρί σου, ἐφύλαξας τὸν Ἄρτον, τῆς ζωῆς τὸν Οὐράνιον· Χριστὸν ψυχὰς τῶν πιστῶν, ἐκτρέφοντα ἀῤῥήτως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λόγοις σου θείοις, καὶ νουθεσίαις σοφαῖς σου, ταῖς ψυχαῖς θλιβομένων γλυκεῖαν, τὴν παρηγορίαν, παρεῖχες Νικηφόρε.

Ἀκτημοσύνης, σὲ θησαυρὸν Νικηφόρε ἀσφαλῆ καὶ μεγάλον πλουτοῦμεν, ὅτι τῇ καρδίᾳ, πτωχὸς μάκαρ ἐγένου.

Μακρὰν τὰ ὄντα, ὡσεὶ ἐγγὺς ἐνοπτρίζου, ψυχικοῖς ὀφθαλμοῖς Νικηφόρε, ὅτι διοράσει, τῇ θείᾳ ἐκοσμήθης.

Θεοτοκίον.
Πεποικιλμένη, τῇ θείᾳ δόξῃ Παρθένε, Βασιλεῖ δεξιόθεν παρέστης, τῷ ἐπουρανίῳ, ὡς Δέσποινα τοῦ κόσμου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥαδίως τὸ φορτίον, λέπρας βαρυτάτης, ᾦ Νικηφόρε βαστάσας, εἰς πόλιν Θεοῦ, τὴν ἐλευθέραν μετέβης, κούφως πτερούμενος.

Ὁ σπόρος Νικηφόρε, τοῦ Εὐαγγελίου, εἰς ἀγαθῆς καὶ καλῆς σου, καρδίας τὴν γῆν, γεωργηθεὶς τὸν πολύχουν, στάχυν ἐποίησεν.

Τὸν λύχνον τῆς ψυχῆς σου, πλήσας Νικηφόρε, ὑπομονῆς ἐν ἐλαίῳ, Νυμφίος Χριστός, χορῷ φρονίμων παρθένων, σὲ συνηρίθμησεν.

Ἡ θήκη σῶν λειψάνων, βλύζει Νικηφόρε, τοῦ Παρακλήτου τὴν χάριν, ὀσμήν τε ζωῆς, τοῖς εὐλαβῶς προσκυνοῦσι, ταύτην ἑκάστοτε.

Θεοτοκίον.
Σελήνη Θεοτόκε, ὡς παμφαεστάτη, ἐξανατέλλεις τῷ κόσμῳ, τὸ ἄδυτον φῶς, ὡς τετοκυῖα τῆς Δόξης, τὸν μέγαν Ἥλιον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχίς· Ἰσιδώρας.

Ἵνα αἰωνίου σε χαρμονῆς, μέτοχον ποιήσῃ ὁ Δεσπότης ἐν οὐρανοῖς, μάστιγας καὶ θλίψεις ἐν βίῳ σοι τῆς λέπρας· ἐδίδου Νικηφόρε, πατὴρ ὡς εὔσπλαγχνος.

Στάθμην σὲ ἐγνώκαμεν ἀκριβῆ, ταπεινοφροσύνης ἐγκρατείας ὑπογραμμόν, στῦλον ἀγρυπνίας ὑπακοῆς ἐργάτην· εὐχῆς τε Νικηφόρε, μέγαν διδάσκαλον.

Ἴσχυσας γενναίως ὡς ὁ Ἰώβ, ἐν τῇ καρτερίᾳ Νικηφόρε τῶν ἀλγεινῶν, ὅθεν σὺν ἐκείνῳ ἀγάλλει αἰωνίως· ἀφράστῳ θεοπτίᾳ, μεγαλυνόμενος.

Δεῦρο φιλοχρίστων θεία πληθύς, τοῦ Χριστοῦ τὸν φίλον Νικηφόρον νῦν τὸν λεπρόν· ὕμνοις ἐγκωμίων κοσμήσωμεν ἀξίως, ὡς θείας καρτερίας, πύκτην πανάριστον.

Ὥριμος ὡς βότρυς ἐν τοῖς ληνοῖς, πανωδύνου λέπρας Νικηφόρε ἀποθλιβείς, ἔδωκας τὸν οἶνον τῶν ἀρετῶν τὸν θεῖον· εὐφραίνοντα καρδίας, τῶν εὐφημούντων σε.

Ῥάβδον τῆς δυνάμεως τοῦ Θεοῦ, ἔχων Νικηφόρε βακτηρίαν ὡς κραταιάν, ἔδραμες εὐτόνως τὴν στενωπὸν τοῦ βίου· εἰς θείων σκηνωμάτων πλάτος ἀπάγουσαν.

Ἄκμων ὡς ὑπάρχων ὑπομονῆς, ἄκαμπτος ἐδείχθης Νικηφόρε ἐν τοῖς δεινοῖς, καὶ ἐν τῷ χαλκείῳ δοκιμασθεὶς τῶν πόνων, χρυσίου ἀπαστράπτεις, πάνυ λαμπρότερον.

Σήμερον δυνάμεις Ἀγγελικαί, χαίρουσιν ὁρῶσαι Νικηφόρου θείαν ψυχήν, θρόνῳ τοῦ Δεσπότου σὺν τούτοις παρεστῶσαν· καὶ δόξῃ ἐλλαμφθεῖσαν, τῆς καθαρότητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νικηφόρου Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι· ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν· χαίροις τῶν Μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις καρτερίας ἀθλητά, τῆς παρηγορίας ὁ λύχνος, ἐλπίδος θεία εἰκών, πίστεως ἐκσφράγισμα, ἀγάπης πλήρωμα· προσευχῆς ὁ διδάσκαλος, κανὼν ἐγκρατείας, πλοῦτος πολυέραστος, τῆς καθαρότητος, λέπρας παιδευθεὶς τῇ καμίνῳ, λάμπεις Νικηφόρε τῷ κόσμῳ· τοῦ χρυσοῦ ἀμέτρως θαυμαστότερον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον Ἀκροτελεύτιον·
Ὦ Νικηφόρε Ὅσιε, λεπρῶν ἡ κοσμιότης,
δέχου πτωχήν μου δέησιν κράζει σοι
Ἰσιδώρα, καὶ ἔλεός μοι πλούσιον
παράσχου σαῖς πρεσβείαις.

Παρακλητικός Κανών εις τον Αρτίως Εκλάψαντα Όσιο και Θεοφόρο Πατέρα ημών Νικηφόρο τον Λεπρό Τουπίκλην Τζαννακάκη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἀγογγύστως τὰς πληγὰς ἐνεγκόντα  τῆς λέπρας μέλψωμεν, σεπτὸν Νικηφόρον, ὥσπερ Ἰὼβ τὸ πρότερον καὶ τὴν ἐν δεινοῖς καρτερίαν ᾄσμασιν, οἱ ἐν ταῖς ἀσθενείαις ἀλγεινῶς τρυχόμενοι καὶ βοήσωμεν πίστει· Ἐκ νοσημάτων πάντας χαλεπῶν τοὺς σοὺς ἱκέτας ταχέως ἀπάλλαξον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
 Νικηφόρε, νικητὴν ἐν νόσοις δεῖξόν με. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νοσούντων ὁ ἄμισθος ἰατρός, λεπρὲ Νικηφόρε, Θείας Χάριτος ποταμέ, τοῖς νάμασι θείων πρεσβειῶν σου ἡμῶν δεινὰς ἀσθενείας θεράπευσον.

Ἰάτρευσον πάθη τὰ σαρκικὰ ἡμῶν, Νικηφόρε, προστρεχόντων ταῖς σαῖς λιταῖς πρὸς τὸν ἰατῆρα τῶν σωμάτων καὶ τῶν ψυχῶν, Ἰησοῦν, τὸν ἀνάργυρον.

Κοσμῆτορ, πανόσιε, τῶν λεπρῶν, ἰδεῖν, Νικηφόρε, κατηξίωσαι τοῦ Χριστοῦ τὸ κάλλος τὸ ἄῤῥητον προσώπου, οὗ καὶ ἡμᾶς κατιδεῖν καταξίωσον.

Θεοτοκίον.
Ἡ μόνη μερόπων καταφυγὴ ἐν βίου ἀνάγκαις, περιστάσεσι ζοφεραῖς καὶ νόσοις καὶ θλίψεσι, Παρθένε, ῥῦσαι ἡμᾶς πειρασμῶν καὶ συμπτώσεων.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φρέαρ βλῦζον ἐπώφθης τοῖς ἀλγεινῶς στένουσι νάματα, σεπτέ, ὑγιείας, ἄμφω δυνάμεως καὶ σθένους, μάκαρ λεπρέ, θαυματουργὲ Νικηφόρε, ὃν Χριστὸς ἀνέδειξε Χάριτος πέλαγος.

Ὁσιώτατε πάτερ, ὁ τῶν λεπρῶν δίοδον τὴν στενὴν ἀνύσας προθύμως καὶ εἰς θεώσεως φθάσας σαφῶς πλατυσμόν, δός, Νικηφόρε, λιταῖς σου πᾶσιν εὐφημοῦσί σε ἄμφω ὑγίειαν.

Ῥαντισμῷ χάριτός σου, φίλε Θεοῦ γνήσιε, πάντας καθαγίαζε, πάτερ, σοὶ καταφεύγοντας ἐν τοῖς τοῦ βίου δεινοῖς καὶ πειρασμοῖς, Νικηφόρε, ὃν Θεὸς δι’ ἄφατον πίστιν ἡγίασεν.

Θεοτοκίον.
Ἐλεοῦσα παρθένε, Μῆτερ Θεοῦ ἄχραντε, Νικηφόρου θείου πρεσβείαις πᾶσι κατάπεμψον θεόθεν τοὺς οἰκτιρμοὺς τοῦ εὐιλάτου Υἱοῦ σου καὶ Αὐτοῦ τὸ ἄμετρον, Δέσποινα, ἔλεος.

Θεράπευσον δεινῶς νοσοῦντας, πανόσιε Νικηφόρε, ὁ τῆς λέπρας στεῤῥῶς σταυρὸν βαστάσας, τῇ χάριτι πλουσίως δοθείσῃ σοι οὐρανόθεν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Στενὴν ἀτραπὸν τῆς λέπρας Θείᾳ Χάριτι ἀνύσας καλῶς εἰς πλάτος, πάτερ ὅσιε, Νικηφόρε, ἔφθασας τῆς θεώσεως· ὅθεν ἀπείληφας τὴν χάριν πέμπειν πᾶσι θαυμαστῶς νοσοῦσι πλουσίως τὰ ἰάματα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Νικηφόρε, ἀγῶνάς σου καὶ ὑπομονήν σου ἐν ἀσθενείαις σου ὁ Θεοῦ Υἱὸς θεώμενος ἔδειξέ σε κρήνην τῶν ἰάσεων.

Ἰατρεύεις νοσήματα χαλεπὰ τῇ χάριτι Θείου Πνεύματος, Νικηφόρε, λέπρας στίγματα ὁ βαστάζων, ἔνθεε, ἐν σώματι.

Καθαγίασον, ὅσιε Νικηφόρε, νάμασι σῶν δεήσεων πρὸς τὸν Ὕψιστον τοὺς σπεύδοντας προσκυνῆσαι θήκην τῶν λειψάνων σου.

Θεοτοκίον.
Ἡ ἐν μήτρᾳ βαστάσασα τὸν ἀεὶ βαστάζοντα κόσμου σύμπαντα, Νικηφόρου παρακλήσεσι πάντας ἐπευλόγει τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τύπον ἀρετῶν ὡς παντοδαπῶν τιμῶντές σε, Νικηφόρε, ἐκδεχόμεθα λιτὰς διαθέρμους σου πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Ἣσχυνας ἐχθρὸν τῇ ἀμέμπτῳ πολιτείᾳ σου καὶ ἐν νόσοις ἀκραιφνεῖ ὑπομονῇ, Νικηφόρε, ἱκετῶν σου φύλαξ ἄγρυπνε.

Νεῦσον ταῖς ἡμῶν, Νικηφόρε, παρακλήσεσι καταπαύων τὰ σκιρτήματα σαρκός, ἀσθενείας ἀγογγύστως ἧς ὑπέμεινας.

Θεοτοκίον.
Ἔμπλησον χαρᾶς, Μῆτερ, καὶ ἀγαλλιάσεως τὰς καρδίας οἰκετῶν σου, ἀγαθὴ θεοκῦμον, Νικηφόρου παρακλήσεσι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νικήτορας σαῖς εὐχαῖς ἀνάδειξον, Νικηφόρε, κατ’ ἐχθρῶν ἀοράτων τοὺς σὲ τιμῶντας ὡς λεπροκομείου σεπτὸν οἰκήτορα καὶ ἰσοστάσιον Ἀνθίμου, τοῦ πανευλαβοῦς ἱερέως ἐν Χίῳ, ἀσκήσεως.

Νῦν στένοντας, Νικηφόρε ὅσιε, εὐσεβεῖς ἐκ τοῦ ἰοῦ πανδημίας, τοῦ κεκλημένου κορώνης, εὐχαῖς σου θεοπειθέσιν ἀνάψυξον τάχιστα, ἵνα ὑμνῶμέν σε τρανῶς ἰατρὸν ὡς νοσούντων θεόσδοτον.

Ὁδήγησον τοὺς πανδήμως στένοντας ἐκ λοιμώδους ἀσθενείας πρὸς δόμους ἀγαλλιάσεως καὶ ὑγιείας, σημειοφόρε λεπρέ, Πάτερ ὅσιε, ὁ ὁδηγήσας πρὸς Θεόν, Νικηφόρε, ἐν βίῳ σὰ βήματα.

Θεοτοκίον.
Σὲ μέλπομεν, Θεοτόκε Δέσποινα, καθ’ ἑκάστην εὐσεβῶν αἱ χορεῖαι, ὡς γλυκασμὸν τῶν ἁγίων Ἀγγέλων καὶ θλιβομένων χαράν, Μῆτερ, δούλων σου ἐκδεχομένων σὰς εὐχὰς πρὸς Υἱόν σου, Θεὸν τὸν εὐιλατον.

Θεράπευσον δεινῶς νοσοῦντας, πανόσιε Νικηφόρε, ὁ τῆς λέπρας στεῤῥῶς σταυρὸν βαστάσας, τῇ χάριτι πλουσίως δοθείσῃ σοι οὐρανόθεν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὃν αἰωρούμενον εἶδεν Εὐμένιος ἐν προσευχῇ, Νικηφόρον, τιμήσωμεν, τοῦ λεπροκόμου Ἀνθίμου ὁμότροπον, ὡς ἰατρὸν ἀσθενούντων ἀνάργυρον, λεπρόν, τυφλὸν καὶ παράλυτον Ὅσιον.

Προκείμενον.
Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9 -16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Πάμπτωχε ὁμότροπε παραβολῆς τοῦ Λαζάρου, Νικηφόρε ὅσιε, ἐν Ναῷ οὗ ἔψαλλες τῷ Παντάνακτι, τῷ αὐτοῦ, πάντιμε πάτερ, φερωνύμῳ ἐν λεπροκομείῳ, ἅπαντας τοὺς σοὶ πρστρέχοντας ἐν ἀγκάλαις ἐπαναπαύεσθαι τοῦ Ἀβραὰμ ἀξίωσον μετὰ πότμον σαῖς παρακλήσεσιν, ὧνπερ ἀπολαύεις ὡς σκεῦος καθαρὸν ὑπομονῆς καὶ συμπαθείας πρὸς κάμνοντας καὶ ἐν βίῳ στένοντας.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐν νόσοις ὡς θεῖον ἰατρὸν σὲ τιμῶντες, λεπρὲ πανόσιε, προσφεύγομεν σῇ σκέπῃ, θεόφρον Νικηφόρε, Θείας Χάριτος σκήνωμα, θεραπευτὰ ταχινὲ τῶν σοὶ καταφευγόντων.

Ἱκετῶν σου ἀκέστωρ, Νικηφόρε, ὑπάρχεις ταχύς, ὁμόσκηνε ἐν δόξῃ Εὐμενίῳ ὀλβίῳ καὶ Ἀνθίμῳ, μεθ’ ὧν νέμεις ὑγίειαν ἄμφω τοῖς ὕμνοις λαμπροῖς νῦν μεγαλύνουσί σε.

Σωτηρίας πρὸς τρίβους, Νικηφόρε, ὁδήγει τοὺς σοὶ προστρέχοντας καὶ σὲ ὑμνολογοῦντας ὡς γαληνὸν λιμένα τῶν πιστῶν καὶ πανεύδιον ἐν βίῳ, οἴμοι, δεινῶς θαλαττευόντων, μάκαρ.

Θεοτοκίον.
Δέξαι ὕμνον, Παρθένε, εὐλαβῶν σου προσφύγων, Θεογεννήτρια,τῶν σὲ μεγαλυνόντων διάσωσμα ὡς κόσμου, καὶ ὑμνούντων τὰ σκάμματα τοῦ νέου ἐν ἀσκηταῖς ὁσίοις, Νικηφόρου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξάρπασόν με ὀνύχων τοῦ παλαμναίου, Νικηφόρε λεπρέ, ὁ μανίας ἐκφυγὼν ἀσκήσει αὐτοῦ καὶ ταπεινώσει.

Ἱκάνωσόν με τυχεῖν εὐκλείας τῆς θείας, Νικηφόρε, ἧς ἐπαπολαύεις ὡς κοσμήτωρ νέος Χριστοῦ τῆς Ἐκκλησίας.

Ξενίας θείας ἐν οὐρανοῖς, Νικηφόρε, καταξίωσον σοὺς ὑμνηπόλους, σπεύδοντας ἐν δίναις τῇ σῇ ἐπιστασίᾳ.

Θεοτοκίον.
Ὄμβρισον πᾶσι τὸν ὑετὸν σῆς ἀγάπης, ὀμβροτόκε νεφέλη, Παρθένε, Νικηφόρου θείου ψεκάσι συμπαθείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νῦν σὲ παρακαλοῦμεν· δόξης αἰωνίου καὶ οὐρανῶν χαρμονῆς καταξίωσον τοὺς εὐλαβῶς, Νικηφόρε, σὲ μακαρίζοντας.

Μὴ παύσῃ, Νικηφόρε μάκαρ, οὐρανόθεν ἐκδυσωπῶν τὸν Θεὸν δοῦναι ἅπασιν ἄμφω ὑγίειαν, πάτερ, τοῖς εὐφημοῦσί σε.

Ἐν βίῳ ἀγογγύστως ὁ καθυπομείνας τῆς λέπρας μάστιγα, Πάτερ, ἀξίωσον τοὺς εὐσεβεῖς ὑπομένειν δεινὰ νοσήματα.

Θεοτοκίον.
Χριστοῦ τοῦ Ζωδότου Μῆτερ γλυκυτάτη, τοῦ Νικηφόρου θερμαῖς παρακλήσεσι εἰς χαρμονὴν τὰς ὀδύνας ἡμῶν μετάστρεψον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Παριδόντα λέπραν σωματικὴν ἐν ἐσχάτοις χρόνοις καὶ καθάραντα τὴν ψυχὴν προσευχῇ συντόνῳ, θεόπνουν Νικηφόρον, οὗ λείψανα βλυστάνει μύρον, τιμήσωμεν.

Χαίροις, τῶν νοσούντων ὁ ἰατρός, χαίροις, Νικηφόρε, ὁ τὴν λέπραν τὴν σαρκικὴν πίστεώς σου σθένει σαφῶς μεταποιήσας εἰς ψυχικήν σου ῥῶσιν, πάτερ, καὶ δύναμιν.

Ἔχων παῤῥησίαν πρὸς τὸν Θεὸν ὡς πνευματοφόρος καὶ πανόσιος ἀσκητής, Νικηφόρε, πάντας ἐκλύτρωσαι κινδύνων, τοὺς σὲ ὑμνολογοῦντας, νόσων καὶ θλίψεων.

Χαίροις, τῶν Χανίων σεπτὸς βλαστός, τοῦ Σιλικαρίου τὸ ἐκβλάστημα τὸ σεπτόν, χαίροις, Νικηφόρε, λεπροκομείου Χίου οἰκῆτορ θεοφόρε, πάτερ, καὶ σέμνωμα.

Χαίροις, ὀλετήριον ταχινὸν τοῦ ἰοῦ κορώνης, Νικηφόρε θαυματουργέ, χαίροις, θαυμασίων ὁ αὐτουργὸς καὶ κρήνη παντοίων ἰαμάτων, ἡ ἀκεσώδυνος.

Χαίροις, Νικηφόρε, ὁ τῶν λεπρῶν σὺν Ἀνθίμῳ θείῳ ὁ διάκονος ἀληθῶς, χαίροις, Εὐμενίῳ ὁ δείξας τῷ ὁσίῳ σὴν κεκρυμμένην χάριν ἅμα καὶ δύναμιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν γνωστὸν τοῖς Ἀγγέλοις Χριστοῦ καὶ ἄγνωστον τοῖς χοϊκοῖς, Νικηφόρον, θεοειδῆ μοναχόν, κατ’ ἐχθροῦ τοῦ παλαμναίου νίκας φέροντα, ἀνευφημήσωμεν τυφλὸν καὶ παράλυτον λεπρόν, ὡς Ἄγγελον σαρκοφόρον, βοῶντες· Πάτερ, δυσώπει Χριστῷ σωθῆναι τοὺς τιμῶντάς σε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πᾶσι, Νικηφόρε, εὐλαβῶς σπεύδουσι τῇ σῇ παῤῥησίᾳ πρὸς ἰατρὸν τῶν ψυχῶν καὶ σωμάτων, Κύριον τὸν πολυεύσπλαγχνον, Θείας Χάριτος σκήνωμα, λεπρέ, παρειμένε καὶ τυφλέ,κατάπεμψον ἄμφω ὑγίειαν, τοῖς ἐν ἀσθενείαις κειμένοις, ἵνα σὲ τιμῶμεν ὡς νόσων ἀλγεινῶν ταχὺ ἀλεξιτήριον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Νικηφόρε, ἰοῦ κορώνης συντήρει
πιστοὺς ἀνωτέρους, βοᾷ Χαραλάμπης.

Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο  Πατέρα ημών Νικηφόρο τον Λεπρό

Ποίημα Ιωάννη Τσιλιμιγκάκη

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σηρικαρίου τὸν ἐξάκουστον γόνον, τὸν λεπρωθέντα ἐκ νεότητος χρόνων, χαρμονικῶς ὑμνήσωμεν πιστοὶ ἐν χορῷ, Νικηφόρον τὸν ὑπέρλαμπρον, καρτερίας ἀδάμαντα, μοναχῶν τὴν εὔκλειαν, θαυμασίων τὴν κρήνην, καὶ εἰς πατρῴαν πίστιν ὁδηγόν, νήσου δὲ Κρήτης, προστάτην θερμότατον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΝΙΚΑΣ ΜΟΙ, ΝΙΚΗΦΟΡΕ, ΚΑΤΑ ΠΑΘΩΝ ΔΟΣ. ΙΩΑΝ(ΝΟΥ).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄.  Ὑγρὰν διοδεύσας.
Νικῆσαί με πάθη τὰ χαλεπά, ἀξίωσον πάτερ, Νικηφόρε θαυματουργέ, ὑφ’ ὧν ἡ ψυχή μου ὀδυνᾶται, καὶ τὸ πανάθλιον σῶμα σπαράττεται.

Ἱκέτιδας χεῖρας τανῦν ὑψῶ, εἰκόνι σου θείᾳ, τῇ βλυζούσῃ εὐλογιῶν, δαψίλειαν θεῖε Νικηφόρε, καὶ τὰ σεπτά σου ἀσπάζομαι λείψανα.

Κρηπὶς Νικηφόρε πέλεις Κρητῶν, εἰς πίστιν Κυρίου, τὴν ὀρθόδοξον στερεῶν, πενθούντων παράκλησις ταχεῖα, καὶ ἰατρὸς νοσημάτων τοῦ σώματος.

Θεοτοκίον.
Ἀχράντῳ ἐν μήτρᾳ σου τὸν Θεόν, συνέλαβες Λόγον, τὸν τῶν ὅλων δημιουργόν, ᾧ νῦν τῶν τιμώντων σε Παρθένε, τὰς ὁλοψύχους δεήσεις προσάγαγε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σηρικάριον χαίρει, ἐπὶ τῇ σῇ χάριτι, Χίος δὲ ἐν σοὶ ἐγκαυχᾶται, Ἀθῆναι γάνυνται, Ἀλεξανδρέων πληθύς, ᾀσματικῶς σε γεραίρει, κατ’ ἐχθροῦ ἀλάστορος, νίκης φερώνυμε.

Μὴ παρίδῃς δεήσεις, σῶν ἱκετῶν Ὅσιε, τῶν ἐξαιτουμένων τὴν ῥῶσιν, ψυχῆς καὶ σώματος, καὶ προσκυνούντων πιστῶς, τὴν σὴν μυρίπνοον κάραν, τὴν ἀναβλυστάνουσαν, ῥεῖθρα τῆς χάριτος.

Ὀρθοδόξῳ ἐν πίστει, πάντας ἡμᾶς στήριξον, τοὺς ἐν εὐλαβείᾳ τιμῶντας, τὴν θείαν μνήμην σου, καὶ τῶν λειψάνων σορόν, ἀσπαζομένων σου πόθῳ, Νικηφόρε πάντιμε, Κρήτης ἀγλάισμα.

Θεοτοκίον.
Ἱκεσίας προσδέχου τῶν εὐσεβῶν Δέσποινα, τῶν καταφευγόντων ἐν πίστει, τῇ ἀντιλήψει σου, καὶ αἰτουμένων θερμῶς, ἐξ ἀῤῥωστίας τὴν ῥῶσιν, καὶ τὴν ἀπολύτρωσιν, ἐκ πλάνου δράκοντος.

Νενίκηκας, τῇ ταπεινώσει δαιμόνων τὰς μεθοδείας, Νικηφόρε θαυματουργὲ Κρητῶν ἐγκαλλώπισμα· διὸ σὲ τιμῶμεν μετ’ εὐλαβείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Θεόθεν λαβών, τῆς νίκης τὸ διάδημα, δεινῶν κατ’ ἐχθρῶν, αὐλίζῃ καρτερόψυχε, σὺν ἁγίων τάγμασι, δαψιλῶς προχέων ἰάματα, Νικηφόρε πᾶσι πιστοῖς, τοῖς πόθῳ αἰτοῦσι, σωτηρίαν ψυχῶν.

ᾨδὴ δ΄.  Εἰσακήκοα Κύριε.
Νίκης κρείττονος μέτοχος, ὤφθης Νικηφόρε τῇ θείᾳ χάριτι· ὅθεν πάντες σε γεραίρομεν, τὰς θερμὰς λιτάς σου ἐξαιτούμενοι.

Ἱκεσίας παννύχους σου, τίς ἐκδιηγήσεται πάτερ Ὅσιε, ἃς πρὸς Κύριον ἀνέπεμπες, ἐν τῇ ἡσυχίᾳ τοῦ κελλίου σου.

Κἂν ἠσθένεις τῷ σώματι, μάκαρ λεπρωθέντι ἀλλ’ ἐμεγάλυνες, Ἰησοῦν τὸν πανοικτίρμονα, ᾧ ἐμεγαλύνθης παναοίδιμε.

Θεοτοκίον.
Ἡ ἀμνὰς ἡ κυήσασα, τὸν τὰς ἁμαρτίας τοῦ κόσμου αἴροντα, τῶν προβάτων τῆς μερίδος με, Δέσποινα Παρθένε καταξίωσον.

ᾨδὴ ε΄.  Φώτισον ἡμᾶς.
Φέρεις κατ’ ἐχθροῦ, φερωνύμως νίκην Ὅσιε, ἥν μοι χάρισαι λιταῖς σου πρὸς Χριστόν, τῷ ἡττωμένῳ, καθ’ ἑκάστην ὑπ’ ἀλάστορος.

Ὅλος τῷ Χριστῷ, ἀνακείμενος μακάριε, καθυπήνεγκας ὀδύνας τῆς σαρκός, καὶ ἡγιάσθης, ἐνεργείᾳ τῇ τοῦ Πνεύματος.

Ῥύου τοὺς πιστῶς, προσκυνοῦντας τὴν εἰκόνα σου, ἀπὸ πάσης ἐπηρείας τοῦ ἐχθροῦ, σημειοφόρε, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Θεοτοκίον.
Ἔλυσας βροτῶν, Παναγία μητροπάρθενε, ἅπαν γένος πρωτοπλάστων τῆς ἀρᾶς· καὶ γὰρ ὁ Λόγος, ἐν γαστρί σου σὰρξ ἐγένετο.

ᾨδὴ ς΄.  Τὴν δέησιν.
Κραταίωσον, τῶν Κρητῶν τὸν σύλλογον, Νικηφόρε ἐν πατρῴᾳ τῇ πίστει, νίκας διδοὺς κατ’ ἐχθρῶν ἀοράτων, καὶ ὁρωμένων εὐχαῖς σου πρὸς Κύριον, δι’ ὃν τὴν λέπραν τῆς σαρκός, καθυπέμεινας πάτερ πολύαθλε.

Ἀσθένειαν, νικηφόρως ἔφερες, Νικηφόρε ὥσπερ πάσχοντος ἄλλου, καὶ ἱλαρῶς τῷ Χριστῷ διηκόνεις, καὶ παρεκάλεις ψυχὰς προσφευγούσας σοι· ὁ γὰρ Παράκλητος Θεός, παρεκάλει ψυχὴν τὴν ἁγίαν σου.

Τὸν Κύριον, ὡς Ἰὼβ ὑπέμεινας, ὑπομένων Νικηφόρε πολύτλα, ἐν χαλεπαῖς καὶ πυκναῖς ἀῤῥρωστίαις, ἐγκαρτερῶν καὶ ἀεὶ προσευχόμενος· διὸ τιμῶμέν σε πιστῶς, τὴν σεπτὴν προσκυνοῦντες εἰκόνα σου.

Θεοτοκίον.
Ἀντίδικον καθ’ ἡμῶν κινούμενον, ἀποδίωξον λιταῖς σου Παρθένε, καὶ πρὸς ζωὴν τὴν ἀγήρω καὶ θείαν, τοὺς ἀνυμνοῦντάς σε πάντας ὁδήγησον· ἀντίληψις γὰρ κραταιά, τῶν πιστῶν ἐν δεινοῖς πέλεις πάναγνε.

Νενίκηκας, τῇ ταπεινώσει δαιμόνων τὰς μεθοδείας, Νικηφόρε θαυματουργὲ Κρητῶν ἐγκαλλώπισμα· διὸ σὲ τιμῶμεν μετ’ εὐλαβείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Νικηφόρον τοῦ Σηρικαρίου τὸ καύχημα, ἐν πατράσι τὸν σημειοφόρον ὑμνήσωμεν, Ἀθηναίων τὸν στολισμὸν καὶ ἔφορον Κρητῶν, πιστῶν πρόμαχον καὶ εὐσεβῶν, τὸν ὑπομείναντα στεῤῥῶς, τῆς σαρκὸς τὴν ἀσθένειαν, πρότυπον μοναζόντων, νοσούντων τὸν ἰατῆρα, τῶν θλιβομένων χαρμονήν, ἀσωμάτων τὸν συνόμιλον.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος· Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ς΄, 17-23)

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Λώβην τὴν τοῦ σώματος, καθυπομείνας ἀνδρείως, Νικηφόρε ὅσιε, τῇ ψυχῇ ἀλώβητος, ἀναδέδειξαι, καὶ Θεῷ εἴληφας, τῶν θαυμάτων χάριν, τοῦ ἰᾶσθαι τῇ πρεσβείᾳ σου, ψυχὰς καὶ σώματα, τῶν εἰλικρινῶς προσιόντων σοι· διὸ ἀνευφημοῦμέν σε, καὶ πανευλαβῶς ἀσπαζόμεθα, θείαν σου εἰκόνα, τὴν χάριτας βλυστάνουσαν πιστοῖς, καὶ τὴν σορὸν τῶν λειψάνων σου, τὴν εὐωδιάζουσαν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄.  Οἱ ἐκ τῆς Ἰουδαίας.
Πυρὶ προσομιλήσας, ἀσθενείας προσκαίρου, οὐκ ἀπηρνήσω Θεόν, ἀλλ’ ἔνδον ἐν κελλίῳ, ἀνέκραζες ἐν πόθῳ, τῇ ψυχῇ δροσιζόμενος· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀλώβητος καρδίᾳ, ἀνεδείχθης παμμάκαρ, τῇ ἐνισχύσει Θεοῦ, τὴν λώβην τῆς σαρκός σου, στεῤῥῶς καθυπομείνας, καὶ ἐβόας ἐν ᾄσμασιν· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεράπον τοῦ Κυρίου, ταπεινὲ Νικηφόρε, ἐν ἀσθενείᾳ δεινῇ, ὑπάρχων οὐκ ἐφείσω, σαρκὸς τῆς φθειρομένης, ἀλλ’ ἐν πίστει ἐκραύγαζες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ὡς μόνην Θεοτόκον, Μαριάμ σε τιμῶμεν, ἐν εὐλαβείᾳ πολλῇ, τὰ πλήθη ὀρθοδόξων, καὶ δόξαν τῷ Υἱῷ σου, ἀναπέμπομεν ψάλλοντες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νίκας ὦ πάτερ, κατὰ παθῶν δώρησαί μοι, τῶν κυκλούντων τανῦν τὴν ψυχήν μου, καὶ ἐπαπειλούντων, βυθίσαι με εἰς λάκκον.

Δέξαι δεήσεις, σῶν ἱκετῶν Νικηφόρε, καὶ προσάγαγε ταύτας Κυρίῳ, οὗ σὺν τοῖς ἁγίοις, οἰκεῖς ἐν Παραδείσῳ.

Ὁλοκαρδίως, τὸν σὸν ἠγάπησας Κτίστην· ὅθεν εἵλκυσας χάριν πλουσίαν· δέξαι οὖν ψυχῆς μου, πτωχῆς τὴν ἱκεσίαν.

Θεοτοκίον.
Σοὶ τὰς ἐλπίδας, μετὰ Θεὸν Παναγία, ἀνεθέμεθα ὅλη καρδίᾳ, Πνεύματι Ἁγίῳ, Θεὸν τῇ τετοκυῖᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκέτευε τὸν Κτίστην, θεῖε Νικηφόρε, ὑπὲρ τῶν πίστει τιμώντων εἰκόνα τὴν σήν, καὶ μελῳδούντων ἐν ὕμνοις, τὴν θείαν μνήμην σου.

Ὡρίμῳ διανοίᾳ, καὶ κεκαθαρμένῃ, παντὸς ἐκ ῥύπου καρδίᾳ, Χριστὸν τὸν Θεόν, ἐν ἀσθενείᾳ δοξάσας, λαμπρῶς δεδόξασαι.

Ἀσθένειαν ψυχῆς μου, τὴν θανατηφόρον, ὡς ἰατρὸς Νικηφόρε, θεράπευσον νῦν, ἵνα ἐκ πόθου δοξάζω, τὸν σὲ δοξάσαντα.

Θεοτοκίον.
Νηδύος ἐξ ἁγνῆς σου, τοῦ Θεοῦ ὁ Λόγος, σεσαρκωμένος προῆλθεν, εἰς πάντων βροτῶν, ἐκ τῶν δεσμῶν ἁμαρτίας, τελείαν λύτρωσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Νίκας Νικηφόρε κατὰ παθῶν, δώρησαί μοι πάτερ, ὑμνολόγῳ σου τῷ πτωχῷ, ἵνα ἐν τῷ βίῳ, καλῶς περιπατήσας, Χριστῷ εὐαρεστήσω, τῷ σὲ δοξάσαντι.

Λέπραν τῆς καρδίας μου τὴν δεινήν, ἴασαι εὐχαῖς σου, Νικηφόρε θαυματουργέ, πρὸς Θεοῦ τὸν Λόγον, δι’ ὅνπερ ὑπερλόγως, τὴν λέπραν τῆς σαρκός σου, μάκαρ ὑπήνεγκας.

Νίκης τὸν ἐπώνυμον κατ’ ἐχθροῦ, σὲ ὑμνολογοῦμεν, φίλε γνήσιε τοῦ Θεοῦ, λέπρας καθαιρέτην, ψυχῶν καὶ ἰατῆρα, σωμάτων ἀλγηδόνων, πάτερ πολύαθλε.

Πάντων τὰ συστήματα εὐσεβῶν, θεῖον Νικηφόρον, ἀνυμνήσωμεν τὸν λεπρόν, τὸν διαγαγόντα, τὸν βίον ἐν ἀσκήσει, ἀγάπῃ καρτερίᾳ, καὶ ὁσιότητι.

Θεῖε Νικηφόρε ἐν πατρικῷ, οἴκῳ σου ἑστῶτες, ἀρυόμεθα δαψιλῶς, δύναμιν ἐξ ὕψους, καὶ χάριν τὴν ἁγίαν, Τριάδος ὑπερθέου, ἧς οἶκος γέγονας.

Σκίρτησον καὶ δόξασον τὸν Θεόν, ἐν ἀγαλλιάσει, Ἐκκλησία ἡ τῶν Κρητῶν· νέον γὰρ εὐχέτην, θερμὸν πρὸς τὴν Τριάδα, τὸν θεῖον Νικηφόρον, ἄρτι πεπλούτηκας.

Χαίρει Σηρικάριον ἐν Χριστῷ, τὸ ἐξανατεῖλαν, εὐωδέστατον ὡς βλαστόν, θεῖον Νικηφόρον, τὸν μέγαν ἐν Ὁσίοις, Κρητῶν τὸ κλέος νήσου, κόσμου τὸ καύχημα.

Χαίροις μοναζόντων ὁ ὁδηγός, χάριτος Κυρίου, εὐωδέστατος ὁ κρουνός· χαίροις τῶν πενθούντων, χαρὰ καὶ θυμηδία, παμμάκαρ Νικηφόρε, Κρήτης ἀγλάισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὰ Ἀπολυτίκια. Ἦχος γ΄. Θείας πίστεως.
Νίκης κρείττονος, μέτοχος ὤφθης, φέρων τρόπαιον, κατὰ τοῦ κόσμου, Νικηφόρε τῶν Κρητῶν ἐγκαλλώπισμα· τῆς γὰρ σαρκὸς τὰς ὀδύνας ὑπήνεγκας, καὶ θαυμασίων τὴν χάριν ἀπείληφας· ὅθεν πρέσβευε Κυρίῳ τῷ σὲ δοξάσαντι, ἰάσασθαι ἡμῶν ψυχὰς καὶ σώματα.

Ἄνθος εὔοσμον, τοῦ Παραδείσου, νέον καύχημα, Κρητῶν τῆς νήσου, ἀνεδείχθης Νικηφόρε πολύαθλε, προσκαρτερῶν ταῖς εὐχαῖς καὶ δεήσεσι, χαίρων ἀεὶ δὲ ἐν πλείστοις παθήμασι· πάτερ ὅσιε ἐκ λέπρας ἡμᾶς ἰάτρευσον, ψυχὰς λυμαινομένης
ταῖς πρεσβείαις σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Λέπραν τῆς καρδίας μου δεινήν, ταῖς θεοπροσδέκτοις εὐχαῖς σου, Σηρικαρίου βλαστέ, πάτερ ἀνδρειότατε, καὶ καρτερόψυχε, Νικηφόρε πανένδοξε, θεράπευσον τάχος, ὅπως σου τὰς χάριτας, ὑμνολογῶ θερμῶς, πίστει δὲ Θεὸν ἐν Τριάδι, ἐν ἀγαλλιάσει δοξάζω, τὸν διπλοῖς στεφάνοις σε δοξάσαντα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

ΤΕΛΟΣ
ΚΑΙ Τῼ ΝΙΚΗΝ ΦΕΡΟΝΤΙ ΚΑΤΑ ΘΑΝΑΤΟΥ
ΙΗΣΟΥ ΧΡΙΣΤῼ ΔΟΞΑ

Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο πατέρα ημών Νικηφόρο τον Λεπρό

Ποίημα Ιωάννη Παναγοπούλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν λεπρωθέντα ἐν σαρκὶ Νικηφόρον ἀλλ’ ὑγιαίνοντα καὶ ἄσπιλον ἔσω οἱ ἐν ποικίλαις νόσοις ὁλοθύμῳ ψυχῇ δεῦτε ἱκετεύσωμεν λαβεῖν αὐτοῦ πρεσβείαις τὴν καρτερίαν ἐν τοῖς πειρασμοῖς, ἥττης τὸ λύτρον καὶ νίκης προοίμιον.

Δόξα. Ὅμοιον.
Χαριτοβρύτων σου λειψάνων τῇ θήκῃ νῦν προσπελάζομεν, κλεινὲ Νικηφόρε, καὶ ἀπαντλοῦντες μύρον τὸ βλυσθὲν ἐξ αὐτῶν σμήχομεν πληγὰς σαρκὸς καὶ πνεύματος πάθη, τὴν κατ’ ἄμφω ὑγίειαν θαυμαστῶς οὕτως λιταῖς σου λαμβάνοντες, ὅσιε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νίκας ἐν καρτερίᾳ φέρε μοι Νικηφόρε. Ἰω.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Νικήσας, φερώνυμε, τὸν ἐχθρὸν τῇ σῇ καρτερίᾳ, ἣν ὑπέδειξας ἀσθενῶν παρέχεις νῦν πᾶσι, Νικηφόρε, τοῖς σὲ καλοῦσι αἰτήματος ἔκβασιν.

Ἱστάμενος, Πάτερ, δεητικῶς πρὸ σεπτῆς εἰκόνος καὶ λειψάνων σου θαυμαστῶν αἰτοῦμαι ταχεῖαν ἀρωγήν σου, ὅπως τοῦ βίου περῶ μέγα πέλαγος.

Κομίσας μοι, Πάτερ, ἁμαρτιῶν τὸν ἡδὺν τῇ ὄψει ἀλλὰ βρώσει φθοροποιὸν καρπόν, ὁ ἀντίδικός με θλίβει· ὅθεν προσέδραμόν σοι διασῶσαί με.

Θεοτοκίον.
Ἀνόμως, Παρθένε, διατελῶ τὰ ἄθεσμα πάντα καθ’ ἑκάστην ἐπιτελῶν· διό σοι κραυγάζω, Θεοτόκε, πρὸς σωτηρίας ὁδόν με κατεύθυνον.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Σηπεδών, Νικηφόρε, λέπρας δεινῆς ἔτρυχε τὸ ὁσιακόν σου σαρκίον καὶ ἀσθενέστατον, ὡς ἕτερος ὅμως Ἰὼβ, τῷ Θεῷ ἀνεβόας· ἐμαυτὸν γῆν ἔγνωκα, μόνε Φιλάνθρωπε.

Εὐλαβῶς προσιόντες, θαυματουργὲ Ὅσιε, ὡς ἐν μυριπνόῳ λειμῶνι, θείοις λειψάνοις σου τοῦ Παρακλήτου ὀσμὴν καὶ χάριν τῶν ἰαμάτων δωρεὰν λαμβάνομεν, νίκης ἐπώνυμε.

Νικηφόρε, ὁσίως τὴν βιοτὴν ἤνυσας, εἰ καὶ ἀσθενείας τὸ δῆγμα σάρκας κατέτρωγε, οὐδόλως, Πάτερ, διδοὺς τὸν νυσταγμὸν σοῖς βλεφάροις καὶ τὸν ὕπνον ὄμμασι, ὡς ἔφη ψάλματα.

Θεοτοκίον.
Kυριώνυμε Κόρη, τῶν πειρασμῶν θάλασσα μὲ καταποντίζει βιαίως· σπεύσασα, ῥῦσαί με χεῖρα ἐκτείνουσα σὴν, ἐκ τοῦ βυθοῦ ἀπωλείας ὑμνητήν σου, Ἄχραντε, τάχει ἐξαίρουσα.

Ἀπέλασον τῆς ἁμαρτίας τὴν λέπρωσιν, Νικηφόρε, ὅτι
νίκας κατὰ παθῶν φερωνύμως ἤνεγκας καὶ δύνασαι
τὰ παθήματα λύειν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν λέπραν σαρκὸς ὑπέμεινας ὡς ἄσαρκος, τὴν λέπραν ψυχῆς ἀπέφυγες ἀσκήσεσι, νικητὴς δεικνύμενος, τοῦ ἐχθροῦ τροπώσας τὴν δύναμιν· ὅθεν ἐστέφθης, Πάτερ, ἐκ Θεοῦ στεφάνῳ θαυμάτων, καρτερόψυχε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀνδρειόφρονι πνεύματι τὴν δυσχερεστάτην ὄντως ἀσθένειαν, Νικηφόρε, καθυπέμεινας, ὡς οἰκονομίαν λογισάμενος.

Ῥοδοπνόων λειψάνων σου τῇ πολυτιμήτῳ θήκῃ πελάζομεν, ὅπως λάβωμεν τὴν ἴασιν νοσημάτων πάντων καὶ κακώσεως.

Τὴν εὐχὴν ἐργασάμενος θεωρίας θείας, Πάτερ, ἐπέτυχες· ὅθεν δίδαξον τὰ τέκνα σου σαῖς εὐχαῖς τὸ ἔργον τὸ σωτήριον.

Θεοτοκίον.
Εὐδιάλλακτον, Δέσποινα, τὸν Υἱόν σου ποίησον ὑπὲρ τῶν δούλων σου ἐν ἡμέρᾳ τῆς ἐτάσεως, ἐν ᾗ μέλλει κρῖναι ἀνθρωπότητα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥήσεσι πυκναῖς ἠρτυμέναις, Πάτερ, ἅλατι τοὺς σοὶ
προσερχομένους τὸ καρτερὸν ἐν ἀσθενείαις καὶ ἐν πειρασμοῖς ἐδίδασκες.

Ἴνδαλμα τερπνόν, εἰ καὶ νέκυς πάλαι, ἵστασο πρὸ τέκνου θλιβομένου χαροποιῶν ἐπιφανείᾳ σεπτῆς σου μορφῆς, πανένδοξε.

Ἄλγος ἐκ παθῶν κατατρύχει με ψυχόλεθρον· διὸ ἐλήλυθά σοι τῷ ἰατρῷ λιταῖς χρωμένῳ ὑγίειαν λαβεῖν με τάχιστα.

Θεοτοκίον.
Φέρεις τὸν Χριστόν, ὥσπερ ἕως λαμπρὸν ἥλιον· διὸ ἀντιβολῶ λῦσαι σκοτασμὸν ἐμῆς ἐννοίας σῇ αἴγλῃ, φωτογεννήτρια.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Εὐπρόσδεκτον ἀναπέμπει δέησιν σῇ γενέθλῃ Σηρικάριον, Πάτερ, ἐν τῷ Θεῷ καυχωμένῃ, ὡς μήτηρ καὶ ὡς τροφὸς ἡ καλλίγονος, Ὅσιε, κραυγάζουσα ἱκετικῶς· τὴν οἰκείαν πατρίδα σὺ σκέπασον.

Ῥωννύμενος τοῦ Ἀνθίμου ἔπεσι ἐν τῇ Χίῳ, Νικηφόρε, τὸ πλεῖστον τοῦ ἐναρέτου σου βίου ἐν νόσοις καὶ κακουχίαις ἐμπόνως διήνυσας, ἐν πόλῳ δὲ ὑπὲρ αὐτῆς τὰς εὐχὰς πρὸς Θεὸν νῦν ἀνάπεμψον.

Ἐπίφανον δωρεῶν σου χάριτας, Νικηφόρε, τῷ προθύμως ὑμνοῦντι τῶν ἀρετῶν σου τὸ κάλλος καὶ σθένος, ὃ καρτερῶν ἐν τῇ νόσῳ ὑπέδειξας, ἐκ λέπρας δὲ ἁμαρτιῶν κατεχούσης ψυχήν μου καθάρισον.

Θεοτοκίον.
Μητρόθεε, τὸν Χριστὸν ἐγέννησας καὶ τὴν λύτρωσιν ἀνέτειλας κόσμῳ, ὥσπερ αὐγὴ χρυσοπόρφυρος φέρει δίσκον ἡλίου θερμᾶναι ὑφήλιον· διὸ τῇ αἴγλῃ σοῦ Υἱοῦ τὴν ζοφώδη ψυχήν μου καταύγασον.

Ἀπέλασον τῆς ἁμαρτίας τὴν λέπρωσιν, Νικηφόρε, ὅτι νίκας κατὰ παθῶν φερωνύμως ἤνεγκας καὶ δύνασαι τὰ παθήματα λύειν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις, καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Σαμαρείτης λεπρὸς ἰαθεὶς ηὐχαρίστει σοι· Νικηφόρος νόσῳ τρυχωθείς σε ἐδόξασεν· ἀποῤῥίψας μὲν βλασφημίας λέπρωσιν μακράν, ζυγὸν ἀράμενος δὲ χρηστὸν τῆς ὁσιότητος στολὴν ἠμφιέσατο· ὅθεν αὐτοῦ πρεσβείαις ἐκ νόσων σωματοφθόρων καὶ ψυχοφθόρων ἡμᾶς ῥῦσαι λογισμῶν, ὡς φιλάνθρωπος.

Προκείμενον.
Τίμιος ἐναντίου Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιζ΄ 12-19)
Τῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. Καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν· εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου
σέσωκέ σε.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νόσος πολυχρόνιος ἐν τῷ χρωτὶ τὴν ψυχήν σου, ὡς πυρὸς ἡ κάμινος τὸν χρυσὸν τὸν δόκιμον ἀπεκάθηρε· ὅθεν νῦν, Ὅσιε, ὡς χρυσὸς ἐκλάμπεις, Νικηφόρε καρτερώτατε, θαυμάτων λάμψεσι καὶ φωτοφανεῖ παραδείγματι· νοσοῦντας δὲ καὶ πάσχοντας ἢ ἀδικουμένους καλοῦντάς σε ῥύῃ καὶ παρέχεις τὰ κρείττω σαῖς πρεσβείαις πρὸς Χριστόν, ὃν παῤῥησίᾳ ἱκέτευε ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ἐν ταῖς ἀσθενείαις καὶ κακώσεσι βίου τῷ λεπρῷ Νικηφόρῳ προσδράμετε, ὁρῶντες τήν ἔμψυχον εἰκόνα καρτερίας, αἰτήσασθαι ὑπομονὴν ταῖς ψυχαῖς καὶ ἴασιν ἐκ νόσων.

Ἱκετεύω σε, Πάτερ, μὴ ἐλλείπῃς πρεσβεύειν ὑπὲρ τῶν σῶν ὑμνητῶν τῷ θρόνῳ τῆς Τριάδος πελάζων, Νικηφόρε, θεοδέκτοις ἐντεύξεσιν, ἵνα ῥυσθῶμεν κακῶν δεινῶς ἐπερχομένων.

Νοσημάτων ποικίλων τὴν δριμύτητα παύεις ἐκ τοῦ σαρκίου ἡμῶν καὶ πνεύματα καθαίρεις δαιμόνων ἐπηρείας, Νικηφόρε, πρεσβείαις σου πρὸς τῶν ψυχῶν ἰατρὸν καὶ τῶν σωμάτων ῥύστην.

Θεοτοκίον.
Ἰοβόλα με κέντρα τοῦ βελίαρ τιτρώσκει διὰ παθῶν ἀπηνῶς· διὸ πρὸς τὴν ἀσπίδα τῆς θείας σου πρεσβείας ὁ ταλαίφρων κατέφυγον, ἵνα τὰ βέλη τοῦ ἐχθροῦ ἐκσπάσῃς, Θεοτόκε.

ᾨδὴ η΄. Τὸν βασιλέα τῶν οὐρανῶν.
Κόρον οὐκ ἔχει τῶν θαυμαστῶν καθ’ ἑκάστην, ἃ τελεῖς ἡ ἐξύμνησις, μάκαρ, ὅτι σὺ προφθάνεις τοὺς σὲ φωνοῦντας τάχει.

Ἡ νῆσος Κρήτη ὡς ἡ γενέθλιος γαῖα, Ἀλεξάνδρεια πόλις καὶ Χίος σὺν κλειναῖς Ἀθήναις τιμῶσί σε ὡς πρέσβυν.

Φέρεις τῆς νίκης κατὰ παθῶν, Νικηφόρε, μεγαλώνυμον κλῆσιν ἀξίως, ὅτι ἀρχεκάκου ἐνίκησας τὴν ῥύμην.

Θεοτοκίον.
Ο῝ρμημα πέλεις σαλευομένου μου βίου, ὅτι ναῦν διασώ-
ζεις ψυχῆς μου τῇ σῇ προστασίᾳ χρωμένη, Θεομῆτορ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοαῖς τῶν θαυμασίων, πάτερ Νικηφόρε, τὴν Ἐκκλησίαν ἀρδεύεις, ὡσεὶ ποταμός, ὁ κατευφραίνων τὴν πόλιν Θεοῦ ὁρμήμασι.

Ἐπίχολον μανίαν ἐν δικαστηρίοις τῶν ἀντιδίκων συχνάκις λιταῖς σου σοβεῖς· ὅθεν προστάτην ἐν δίκαις σὲ προβαλλόμεθα.

Ἱκάνωσον εὐχαῖς σου ἀεὶ μακαρίζειν σε, Νικηφόρε, τοῖς
ὕμνοις τὸν σὸν μελωδὸν αὐτῷ τὰς νίκας προσφέρων κατὰ τὴν κλῆσίν σου.

Θεοτοκίον.
Ὠλένας μου ἐκτείνω πρὸ τοῦ ἀντιτύπου, Ὑπακοῆς καλουμένου σεπτῆς σου μορφῆς, ὃ Νικηφόρος κατ’ ἔθος ἔσεβε, Δέσποινα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις καρτερίας ὑπογραμμὸς ἐπωνύμως φέρων, Νικηφόρε, κατὰ παθῶν νίκας τε καὶ ἆθλα· διὸ καὶ νῦν βραβεύεις τοὺς πόθῳ σε καλοῦντας θείοις δωρήμασι.

Ῥήματα οὐ δύνανται ἱκανῶς νῦν ἐξιστορῆσαι Νικηφόρου τὰς ἀρετάς, πνεύματος ἀνδρείαν εὐστάθειαν τοῦ ἤθους, ἐν νόσοις καρτερίαν, σθένος δὲ πίστεως.

Σώματα ἁγνίσωμεν, ἀδελφοί, εὐσεβεῖ προσψαύσει χαριτόκων ὄντως ὀστῶν τῶν νῦν προκειμένων ὁσίου Νικηφόρου, ἃ βλύζουσι τὸ μύρον τῆς θείας χάριτος.

Χαίροις τῆς Κισάμου ὁ ἀρωγὸς ὡς Σηρικαρίου, Νικηφόρε, γόνος λαμπρός· χαίροις Ἑσπερίας ἀγλάϊσμα καὶ γέρας, ἁπάσης δὲ τῆς Κρήτης πρέσβυς ἀνύστακτος.

Χαίροις νήσου Κρήτης θεῖος βλαστὸς τῆς Ἀλεξανδρείας καὶ τῆς Χίου ὁ βοηθός· χαίροις Ἀθηναίων ὁ νέος ἀντιλήπτωρ ἡμῶν τῶν σὲ τιμώντων τάχιστος πρόμαχος.

Ἴδωμεν τὸ ἄκρον ὑπακοῆς καὶ τῆς καρτερίας ὑποτύπωσιν ἐναργῆ, κλέος τῶν ὁσίων, φερώνυμον τῆς νίκης, τὸν θεῖον Νικηφόρον, ὃν μεγαλύνομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κισάμου τὸν γόνον, καρτερίας τὸ πρότυπον, ἐν σαρκὶ ζυγὸν ἀσθενείας ἀγογγύστως βαστάσαντα, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοὶ τὸν φέροντα τὴν νίκην κατ’ ἐχθροῦ φερωνύμως, Νικηφόρον, τὸν θαυμαστόν, εὐσεβοφρόνως κράζοντες· χαίροις τῆς καρτερίας ἡ εἰκὼν· χαίροις μοναστῶν ἀγλάϊσμα· χαίροις ὁ ἐν ταῖς θλίψεσιν ἡμῶν τάχιστος πρόμαχος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσιν ἀσθενοῦσι καρτερὸν καὶ δικαζομένοις τὸ νῖκος, ὡς δωρημάτων πηγὴ ῥέεις, ὦ φερώνυμε τῆς νίκης Ὅσιε, ὅτι πόνους ἐβάστασας καὶ ψόγον οἰκείων, σώματος τὴν λέπρωσιν, ὀμμάτων τύφλωσιν, δόξαν τῷ Θεῷ ἀναπέμπων· ὅθεν ἀντεδόξασε πάνυ ὁ θαυματοβρύτην σε δειξάμενος.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δίστιχον·
Τὰ πρὶν ἐν χαρᾷ, τὰ νῦν ἱκετηρίως
Ἰωάννης κομίζει σοι, Νικηφόρε.

Πηγή

Πηγή pdf

Εὐχαριστῶ θερμὰ τὸν κύριο Ευθύμιο, γιὰ τὴν ὑπόδειξη τῆς Παρακλήσεως