Τρείς Παρακλητικοί Κανόνες εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις

  1. Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

  2. Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

  3. Ποίημα της εν Βουναίνη Ιεράς Μονής

Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις της Θεσσαλίας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 9 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ἀσκητικῶς εὐαρεστήσας Κυρίῳ, ἀθλητικῶς τὸν σὸν ἐτέλεσας βίον, Ὁσιομάρτυς Ἅγιε Νικόλαε· ὅθεν τοὺς προσπίπτοντας τῷ σεπτῷ σου Λειψάνῳ, καὶ ἐξαιτουμένους σου, τὴν θερμὴν προστασίαν, πάσης ἀνάγκης λύτρωσαι, σοφέ, καὶ νοσημάτων παντοίων καὶ θλίψεων.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νίκην ἡμῖν Νικόλαε δίδου. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν  διοδεύσας.
Νικήσας δολίου τὰς μηχανάς, Νικόλαε μάκαρ, ἐκνικῆσαι τὰς χαλεπάς, αὐτοῦ καθ’ ἡμῶν ἐπινοήσεις, ταῖς σαῖς πρεσβείαις ἡμᾶς ἐνδυνάμωσον.

Ἰάματα βλύζει ποταμηδόν, ἡ θεία σου θήκη, ἐνεργείᾳ τῇ θεϊκῇ, καὶ νέμει παθῶν τὴν θεραπείαν, τοῖς πρὸς αὐτὴν προσιοῦσι, Νικόλαε.

Καθάρας τὸ σῶμα καί τὴν ψυχήν, παθῶν ἀκαθάρτων, τῇ τοῦ Πνεύματος δωρεά, χαρὰν καὶ εἰρήνην καὶ ὑγιείαν, δίδου ἡμῖν, ἀθλοφόρε Νικόλαε.

Θεοτοκίον.
Ἡ τέξασα Λόγον τὸν τοῦ Θεοῦ, ἀπερινόητος, τῇ οὐσίᾳ τῇ καθ’ ἡμᾶς, ἐκ πάσης ὑλώδους προσπαθείας, Θεογεννῆτορ, ἡμᾶς ἐλευθέρωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων παντοίων ῥύμην δεινήν, Ἅγιε, παύεις τῶν πιστῶς προσιόντων, τῇ προστασίᾳ σου· ἐξ ὢν με λύτρωσαι, Ὁσιομάρτυς Κυρίου, καὶ πταισμάτων αἴτει μοι, θεόθεν ἄφεσιν.

Ἡ ἁγία σου θήκη, ἁγιασμὸν βλύζουσα, πάντας ἁγιάζει Ἁγίου, Πνεύματος χάριτι, οἱ καταφεύγοντες, χαρᾶς πληρούμεθα θείας, καὶ δεινῶν ῥυόμεθα πόνων, Νικόλαε.

Μέγας ὤφθης προστάτης καὶ ἀρωγὸς ἕτοιμος, τῶν εἰλικρινῶς προσιόντων τῇ ἀντιλήψει σου, διὸ βοῶμεν σοι· μεγάλων θλίψεων ῥύου, ἅγιε Νικόλαε, ἡμᾶς ἑκάστοτε.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ Ποιητὴν τέξασα, πλούτῳ εὐσπλαγχνίας λαβόντα, ἐκ σοῦ τὸν ἄνθρωπον, Κόρη Πανάμωμε, Αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὡς Θεοτόκον σε, πίστει δοξάζοντας.

Διάσωσον, Ὁσιομάρτυς Νικόλαε, πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀσκήσας καλῶς ἐν τοῖς Βουνένοις, Ἅγιε, ἐχθρὸν δυσμενῆ, ἀθλητικῶς κατέβαλες, οὗ τῆς κακίας λύτρωσαι τοὺς προστρέχοντας πόθῳ τῇ σκέπῃ σου, καὶ ἐν εἰρήνῃ κυβέρνησον ἡμᾶς, τῷ θείῳ θελήματι, Νικόλαε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθέντας τοῖς πάθεσι, τῇ ζωοποιῷ πρεσβείᾳ σου ἔγειρον, τοὺς προστρέχοντας Νικόλαε, τῇ σῇ ἐκ Θεοῦ πλουσίᾳ χάριτι.

Νοῦν ἀλάστορα ᾔσχυνας, τοῖς ἀθλητικοῖς σου σκάμμασιν, Ἅγιε, διὰ τοῦτο δυσωποῦμεν σε, ἐκ φθορᾶς τὸν νοῦν ἡμῶν ἀνύψωσον.

Ἰατρεῖον ἀδάπανον, τὸ σεπτόν σου Λείψανον ἔχοντες, Ἅγιε, πάσης νόσου καὶ κακώσεως, τάχος ἐκλυτρούμεθα, Νικόλαε.

Θεοτοκίον.
Καθαρᾶς πολιτείας με, νῦν ἐπιλαβέσθαι, Κόρη, ἀξίωσον, ὡς ἂν πάσης καθαρότητος, τοὺς καρποὺς προσάξω τῷ Θεῷ ἡμῶν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, ταῖς πρεσβείαις σου, Νικόλαε, οἰκτιρμῶν τῶν θεϊκῶν τὸν γλυκασμόν, τοῖς παθῶν ἐν τῇ πικρίᾳ δεινῶς στένουσι.

Λέοντα δεινόν, τὸν ἀόρατον, Νικόλαε, ὠρυόμενον ἀπαύστως καθ’ ἡμῶν, κατασύντριψον τῇ ῥάβδῳ τῆς σῆς χάριτος.

Ἄστρον φαεινόν, ἐξ Ἐώας ὡς ἀνέτειλας, πρίν τὰ Βούνενα ἐλάμπρυνας, σοφέ, νῦν τὰς Θήβας ἁγιάζεις τῷ Λειψάνῳ σου.

Θεοτοκίον.
Ἔχουσα, Ἁγνή, συμπαθείας πλοῦτον ἄπειρον, κατοικτείρησον ἡμᾶς καὶ συνοχῆς, συμπτωμάτων θλιβερῶν τάχος ἀπάλλαξον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δυνάμει, τῇ θεϊκῇ ἀριστεύσας, δι’ ἀθλήσεως ἐν ὄρει Βουνένων, ὡς βοηθὸς τοῖς ἐν Θήβαις ἐπέστης, διά τοῦ θείου Λειψάνου σου, Ἅγιε, ὁ ὡς θησαύρισμα σεπτόν, ἐνορία σου ταύτῃ κατέχουσα.

Ἱλέῳ ἰδέ, ἐν ὄμματι Μάρτυς, τοὺς ἑστῶτας τῷ σεπτῷ σου Λειψάνῳ,  καὶ δίδου τούτοις ψυχῶν καὶ σωμάτων, Ὁσιομάρτυς Νικόλαε, ἴασιν, ὡς εἰληφὼς παρὰ Θεοῦ, τῶν θαυμάτων τὴν θείαν ἐνέργειαν.

Δαιμόνων, ἀποδιώκων τὴν ῥύμην, ἀσθενείας χαλεπὰς ἰατρεύεις, καὶ τὸν λεπρὸν ἐκ τῆς λώβης καθαίρεις, καὶ τὴν ὑγιείαν παρέχεις τοῖς χρῄζουσι, Νικόλαε θαυματουργέ, τῶν ἐν Θήβαις πιστῶν ἀγαλλίαμα.

Θεοτοκίον.
Ὁλόφωτε, τοῦ Δεσπότου καθέδρα, χρυσοστόλιστε παστὰς θείας δόξης, παρθενομῆτορ Ἁγνὴ Θεοτόκε, τὴν σκοτισθεῖσαν ψυχήν μου τοῖς πάθεσι, ἐκκάθαρον καὶ φωταυγές, τοῦ Υἱοῦ σου ἀνάδειξον σκήνωμα.

Διάσωσον, Ὁσιομάρτυς Νικόλαε, πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐκ τῆς Ἐώας ἐκλάμψας, Νικόλαε, καταπυρσεύεις ἡμᾶς θείαις χάρισι, διὸ ὡς σεπτὸν ἱλαστήριον, τὸ σὸν ὑπέρτιμον Λείψανον ἔχοντες, λαμβάνομεν χάριν καὶ ἔλεος.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα΄ 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νίκην ἦρας ἔνθεον, κατὰ παθῶν καὶ δαιμόνων, ἅγιε Νικόλαε, πόνοις τῆς ἀσκήσεως καὶ ἀθλήσεως· καὶ διπλοῦν εἴληφας, στέφανον ἀξίως, διὰ τοῦτο ἐκβοῶμέν σοι· ἡμᾶς ἐνίσχυσον, πάσας ἐκνικῆσαι τοῦ δράκοντος, ἐπιβουλάς μακάριε, ῥῶσιν καὶ ὑγιείαν καὶ ἴασιν, ἅπασι παρέχων, καὶ ἄφεσιν πταισμάτων ἐκ Θεοῦ, Ὁσιομάρτυς, τοῖς σπεύδουσι, ταῖς σαῖς ἀντιλήψεσι.

Σῶσον ὁ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπό σοῦ ἐξ Ἐώας, ὁ νοσῶν πάλαι ἄρχων καθοδηγούμενος, ἐπέστη ἐν Βουνένοις, εὑρὼν δὲ τὸ σὸν σῶμα, ἐξιάθη τῆς μάστιγος· ἴασαι οὖν Ἀθλητά, κἀμέ πικρᾶς ὀδύνης.

Γνούς τὴν σὴν Μάρτυς χάριν, ὁ ῥυσθεὶς ἐκ τοῦ πάθους τῇ ἀντιλήψει σου, ναὸν σοι ἀνεγείρει, ναὸν οὖν κἀμὲ δεῖξον, θεομάκαρ Νικόλαε· τῆς ἐπινοίας Θεοῦ, θερμῇ σου ἐπισκέψει.

Ἐνεργοῦσα ἀπαύστως, ἡ σκηνοῦσα τῇ κάρα σου χάρις ἄνωθεν, ἰάματα ποικίλα τελεῖ ἐν Βυζαντίῳ καὶ παρέχει τοῖς χρῄζουσι· Νικόλαε θαυμαστέ, τὰς θεοσδότους δόσεις.

Θεοτοκίον.
Ῥυπουμένην ἀθλίως, τὴν καρδίαν μου, Κόρη γνώμῃ ἀγνώμονι, ἀπόπλυνον τοῦ ἄγους, καὶ σύνεσιν μοι δίδου, τοῦ ποιεῖν τὰ ἐντάλματα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ἵνα σε μακαρίζω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀνδρὸς ἡ νῆσος, τῇ παναγίᾳ σου κάρα ἁγιάζεται, Νικόλαε θεόφρον, ὅθεν καὶ κηρύττει, τὰ θαύματά σου Μάρτυς.

Σωμάτων δίδου καί τῶν ψυχῶν θεραπείαν, τοῖς προστρέχουσι τῷ σῷ σεπτῷ Λειψάνῳ, ὁ ἡ θείᾳ χάρις, ἐδόξασε πλουσίως.

Ἰδὲ ὑψόθεν, τοὺς ἐν ψυχῇ κατωδύνῳ, ἐκζητοῦντας σου τὴν θείαν προστασίαν, καὶ τὰς τούτων πλήρου, Νικόλαε, αἰτήσεις.

Θεοτοκίον.
Μῆτερ Κυρίου, Θεοχαρίτωτε Κόρη, τῶν τοῦ ὄφεως ἐκτόπων νοημάτων, ῥῦσαι τὴν ψυχήν μου καὶ σῶσόν με, Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκου.
Ὁ Μάρτυς ἐν Ὁσίοις, Νικόλαε μάκαρ, δυσχερειῶν τῶν τοῦ βίου ἀπάλλαξον, τοὺς τὴν σεπτήν σου πρεσβείαν αἰτοῦντας, Ἅγιε.

Ὑσσώπῳ μετανοίας, Νικόλαε μάκαρ, τὴν ῥυπωθείσαν καρδίαν μου κάθαρον, καὶ πρὸς ὁδὸν τὴν εὐθεῖαν ἀεὶ ὁδήγει με.

Ὑπέρ τῶν σὲ ὑμνούντων, πάντοτε δυσώπει, τὸν ἐλεήμονα Κύριον, Ἅγιε, πᾶσι διδόναι ἀπαύστως τὸ θεῖον ἔλεος.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, χαρίτωσον μου καὶ νοῦν καὶ διάνοιαν, τοῖς μητρικοῖς οἰκτιρμοῖς σου ἵνα δοξάζω σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἐώας θεῖος βλαστός, ὁ ἀνδραγαθήσας, ἐν Βουνένοις περιφανῶς· χαίροις, ὁ τὰς Θήβας ἀπαύστως ἁγιάζων, Νικόλαε παμμάκαρ, τῇ θεία θήκη σου.

Ἄνθος τῆς νεότητος παριδών, καὶ ῥέουσαν δόξαν, ἠκολούθησας τῷ Χριστῷ, ἀσκήσεως πόνοις καὶ ἄθλοις μαρτυρίου, Νικόλαε, ἐντεῦθεν λαμπρῶς δεδόξασαι.

Τῷ νοσοῦντι ἄρχοντι ἐποφθείς, ὑπέδειξας τούτῳ, ποῦ τὸ σκῆνος σου τὸ σεπτόν, ὁ εὑρών, παμμάκαρ, τὴν θεραπείαν εὗρε, κηρύττων σου τὴν χάριν, Μάρτυς Νικόλαε.

Δέδοται τῇ Ἀνδρῶ ὡς θησαυρός, πολύτιμος, μάκαρ, ἡ ἁγία σου κεφαλή, ἣν περικυκλοῦντες λαμβάνομεν ἐκ ταύτης, ἁγιασμὸν καὶ ῥῶσιν, Μάρτυς Νικόλαε.

Χαίροις τῶν Βουνένων λύχνος λαμπρός, καὶ τῆς Βοιωτίας, λαμπαδοῦχος ὁ φαεινός, τῆσδε ἐνορίας, Ὁσιομάρτυς, κλέος, καὶ πρὸς Χριστὸν μεσίτης, θερμὸς Νικόλαε.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πρέσβευε ἀπαύστως, πάσης ῥύεσθαι συμφορᾶς, τοὺς τὴν ἄθλησιν σου, Νικόλαε, τιμῶντας, καὶ ἀπεκδεχομένους, τὴν θείαν χάριν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ θαυμαστῇ προστασία, καὶ εὐφημοῦντάς σε, ἅγιε Νικόλαε Ὁσιομάρτυς Χριστοῦ, καὶ τὸ θεῖον σου Λείψανον, κατασπαζομένους, σκέπε καὶ διάσῳζε, ἐκ πάσης θλίψεως, λύων συμφορῶν τὸν χειμῶνα, καὶ πικρῶν λυτρούμενος πόνων, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Νικητὴν Νικόλαε παθῶν με δεῖξον,
Γεράσιμον σπεύδοντα τῇ σῇ πρεσβείᾳ.

 

Χαιρετισμοί εις τον Άγιο Νικόλαο του εν Βουνένοις

Εγκώμια εις τον Άγιο Νικόλαο του εν Βουνένοις

Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τὸν γενναιότατον Κυρίου ὁπλίτην, καὶ ἀσκητὴν θεοειδῆ εὐσχημόνως, ὡς ἰατρὸν πανάριστον τῶν νόσων φαιδρῶς, μέλψωμεν κραυγάζοντες τῶν Βουνένων λαμπρότης, λύτρωσαι πρεσβείαις σου ἐνεστώσης ἀνάγκης, καὶ δυσφορήτου ἄχθους τοὺς ἀεί, σὲ μελῳδοῦντας εὐσχήμων Νικόλαε.

Δόξα.
Τὸ Ἀπολυτίκιον.Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἀκεσώδυνον φρέαρ, τοῖς τιμῶσί σε δέδοσαι, πᾶσιν ἀποστάζον εἰρήνης, καὶ ἰάσεων νάματα, ὁπλῖτα ἐν Ἑῴας εὐσθενές, Νικόλαε Βουνένων θησαυρέ, Ἀθλοφόρων καὶ Ὁσίων, περιφανὲς κοσμῆτορ, ὅθεν κράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀνύστακτον φρουρόν, ἡμῖν δωρήσαντι.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΝΙΚΟΛΑΟΥ ΝΕΟΥ ΤΗΝ ΑΡΩΓΗΝ ΑΙΤΟΥΜΑΙ. Χ. Μ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νικόλαε αὖχος ἐμῆς ψυχῆς, Βουνένων φαιδρότης, καὶ Μαρτύρων ὑπογραμμέ, παράσχου ὑγείαν κατ’ ἄμφω, ταῖς σαῖς πρεσβείαις ἡμῖν τοῖς ἱκέταις σου.

Ἰλύος ἀπόπλυνων χαμερπῶν, παθῶν με γενναῖε, στρατηλάτα τοῦ Λυτρωτοῦ, Νικόλαε νάμασιν εὐχῶν σου, καὶ τῆς ψυχῆς τὸν χιτῶνά μου λεύκανον.

Κοσμήσας αἱμάτων σου ὀχετοῖς, Βουνένων τὴν χθόνα, κόσμος δέδειξαι ἀθλητῶν, Νικόλαε καὶ τῶν εὐσεβούντων, πρὸς οὐρανοὺς ποδηγέτης γεγένησαι.

Θεοτοκίον.
Ὁδήγησον πάντας Χριστιανούς, λιταῖς Νικολάου, πρὸς λειμῶνας ἀειθαλεῖς, ἀλύπου ζωῆς Θεογεννῆτορ, οἰακοτρόφε ψυχῆς τῶν ὑμνούντων Σε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Λυπηρῶν τρικυμίας, καὶ τῶν παθῶν κλύδωνας, κόπασον ἡμῶν σαῖς πρεσβείαις, νέε Νικόλαε, ὁ τῶν Βουνένων δρυμούς, καθαγιάσας ἱδρῶσιν, εὐκλεοῦς ἀσκήσεως, καὶ ῥείθροις αἵματος.

Ἀριστέων σταδίου, περιφανὲς πρώταθλε, καὶ φρουρᾶς Λαρίσης ἡγῆτορ, μάκαρ Νικόλαε, τῶν ἀρετῶν εὐσθενῶς, τοὺς ὑμνητάς σου ἀνῦσαι, στάδιον ἀξίωσον, ἄγαν τὸ δύσβατον.

Ὁσιόαθλε Μάρτυς, ὁ ἐν δρυΐ ἄσμενος, προσδεθεὶς καὶ λόγχης ἰδίας, πεῖραν γευσάμενος, μὴ διαλίπῃς Χριστῷ, πρεσβεύειν πάθη συντρίβειν, τῆς σαρκὸς χαμαίζηλα, πάντων Νικόλαε.

Θεοτοκίον.
Ὑπερένδοξε Μῆτερ, τῶν ἀθλητῶν καύχημα, καὶ τῶν ἀσκητῶν ὡραιότης, Ὁσιομάρτυρος, τοῦ Νικολάου εὐχαῖς, ἐκ τοῦ βυθοῦ ἀπωλείας, ζοφερᾶς ἀνάγαγε, τοὺς εὐφημοῦντάς σε.

Ἀνάδειξον, Ὁσιομάρτυς Νικόλαε τροπαιοῦχε, ἐν τῷ σκάμματι νικητὰς τοῦ βίου σοὺς πρόσφυγας, ὁ πίστει νικήσας τὸν παλαιμναῖον.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, ἀλγεινῶν Νικόλαε τοὺς τιμῶντάς σε, ὡς Λαρίσης ἀρχιστράτηγον, καὶ Βουνένων σέμνωμα περίδοξον.

Ἐξωτέρου Νικόλαε, σκότους καὶ κολάσεως ῥῦσαι ἅπαντας, τοὺς προστρέχοντας σῇ χάριτι, τίμιον ἀνδρείας στηλογράφημα.

Οὐρανίου φρονήματος, πλῆσον τοὺς γεραίροντας σοῦ τήν  ἄθλησιν, στρατηλάτα θεοστήρικτε, τῶν Βουνένων κλέϊσμα Νικόλαε.

Θεοτοκίον.
Ὑψαυχοῦντος τὸ φρύαγμα, δράκοντος πατάξαι ἡμᾶς ἀξίωσον, ταπεινώσεως ἀρχέτυπον, καὶ Ὑψίστου θρόνε χρυσοστόλιστε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχισον ἡμᾶς, τῇ ἀόκνῳ προστασίᾳ σου, ἵνα πάντοτε φρουρούμενοι στεῤῥέ, ὑπὸ σοῦ εἰς ὅρμον θεῖον καταντήσωμεν.

Ἤσχυνας ἑσμόν, τῶν Ἀράβων τῇ ἀνδρείᾳ σου, καὶ Βελίαρ τῇ σεμνῇ σου ἀρωγῇ, εὐσεβῶν ἀκέστορ ἔνθεε Νικόλαε.

Νίκας τῷ λαῷ, τοῦ Θεοῦ δωροῦ πρεσβείαις σου, καὶ συντήρει ἀπειράστους τῆς ἐχθρῶν, πανουργίας τοὺς ἱκέτας σου Νικόλαε.

Θεοτοκίον.
Ἄχραντε ὁδούς, μετανοίας δεῖξον ἅπασι· Σὺ γὰρ πέλεις ποδηγὸς πρὸς τὸν Χριστόν, καὶ Υἱόν sου τῶν ὑμνούντων sε Παντάνασσα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥανίδας μου, τῶν δακρύων σπόγγισον, μανδηλίῳ τῶν θερμῶν πρεσβειῶν σου, πρὸς τὸν Χριστὸν ὑπὲρ oὗ καὶ προθύμως, ἐν τοῖς Βουνένοις σὸν αἷμα ἐξέχεας, καὶ τῆς ἀλήκτου χαρμονῆς, τὸν ἱκέτην σου ποίησον μέτοχον.

Ὡς ἔλαφοι, αἱ διψῶσαι τρέχουσιν, ἐφ’ ὑδάτων τὰς πηγὰς οὕτω πάντες, πρὸς τὸν ναόν σου Νικόλαε νέε, τῶν εὐσεβούντων νῦν σπεύδομεν σύλλογοι, ὡς ἄν ἀφθόνως ψυχικῆς, εὐφορίας ἀντλήσωμεν νάματα.

Γαυρίαμα, ὥς ποτε ἠδάφισας, τοῦ ἀλάστορος Νικόλαε Μάρτυς, ἀνατεθεὶς ὁλικῶς τῷ Κυρίῳ, ἐν τοῖς Βουνένων δρυμοῖς οὕτω σκέδασον, καὶ τὰ κινούμενα αὐτοῦ, καθ’ ἡμῶν κραταιὲ βέλη πάντοτε.

Θεοτοκίον.
Ἡγίασε, τὴν ἁγνὴν γαστέρα sου, οἰκητήριον αὐτὴν ὁ ποιήσας, φωτολαμπὲς τοῦ Θεοῦ θεῖος Λόγος, ὁ διὰ sοῦ εἰληφὼς σάρκα βρότειον, καὶ γένος ἅπαν χοϊκόν, Θεοτόκε θεώσας Πανύμνητε.

Ἀνάδειξον, Ὁσιομάρτυς Νικόλαε τροπαιοῦχε, ἐν τῷ σκάμματι νικητὰς τοῦ βίου σοὺς πρόσφυγας, ὁ πίστει νικήσας τὸν παλαιμναῖον.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐκ τῆς Ἑῴας ὁρμώμενος ἤθλησας, ἐν τοῖς Βουνένοις Νικόλαε ἄριστε, καὶ χάριν θαυμάτων ἀπείληφας, ὡς ἀθλητὴς ὑψηλόφρων καὶ Ὅσιος. Διὸ σὲ ἀπαύστως γεραίρομεν.

Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν ταῶ Λιβάνῳ πληθυνθήσεται.
Στίχος.
Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ι΄ 16-23).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὡς ἀράχνην ἔλυσας, ἰστὸν ἐπίγειον δόξαν, τῆς Λαρίσης πρώταρχε, τῆς φρουρᾶς Νικόλαε, ἀκατάβλητε. Πέλων γὰρ πάντιμον, τοῦ Χριστοῦ ᾕδυσμα, καὶ λευκάνθεμον πανεύοσμον, πιστοὺς κατηύφρανας, καὶ ἐχθρὸν τὸν πλάνον κατῄσχυνας, ἀόκνου ἐργαστήριον, προσευχῆς καὶ τόλμης γενόμενος· ὅθεν ἐν Βουνένων, τοῖς ἄλσεσιν ἀθλήσας ἀνδρικῶς, ὑπὲρ ἡμῶν χάριν εἴληφας, μεσιτεύειν πάντοτε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικηφόρους ἀγῶνας, κατ’ Ἀράβων τελέσας, στεῤῥὲ Νικόλαε, ἐν ὄρει τοῦ Τυρνάβου, σὺν δήμῳ σῶν συνάθλων, στέφος δόξης ἀπείληφας, καὶ χάριν εὗρες ἀεί, ὐπὲρ ἡμῶν πρεσβεύειν.

Ἀθλητῶν δωδεκάδος, παναλκίμου προΐστωρ, θεόφρον πέφηνας, μεθ’ ὧν νῦν συναγάλλῃ, Νικόλαε ἐν πόλῳ, καὶ πρεσβεύεις ἀείποτε, ὑπὲρ ἡμῶν τῶν πιστῶς, τιμώντων σου τὴν μνήμην.

Ἱερεῖον ὡς θεῖον, προσηνέχθης Κυρίῳ, καὶ θῦμα τέλειον, Νικόλαε ἀθλήσας, ἐν δάσει τῶν Βουνένων, ἀπτοήτῳ φρονήματι, δι’ οὗ πληροῖς καὶ ψυχάς, ἡμῶν ἐν μάχαις βίου.

Θεοτοκίον.
Τῆς ζωῆς μου τὸν χρόνον, δαπανήσας ὁ τάλας, ἀνόμοις πταίσμασι, βοῶ Σοι Θεοτόκε, ἐξ ἔργων μου βορβόρου, ἔγειρόν με καὶ σῶσόν με, ἵνα ὑμνῶ σε ἀεί, Ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὀδμὰς ἐκπνέει, ἡ τῶν λειψάνων σου θήκη, μυροβόλους Νικόλαε νέε, ἀντιλῆπτορ θεῖε, τῶν σὲ ὑμνολογούντων.

Ὑπὸ τὴν σκέπην, τῶν σωστικῶν πρεσβειῶν σου, καταφεύγοντες σὲ μελῳδοῦμεν, στρατηλάτα σῶφρον, Νικόλαε Κυρίου.

Μὴ μοῦ παρίδης, τοῦς ἐν βίῳ ἱδρῶτας, καὶ τὸν κόπον ὅν νῦν καταβάλλω, φυλακὴν τηρῆσαι, Νικόλαε θυρίδων.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, γενοῦ θερμὴ βοηθός μου, ἐν ἐσχάτῃ τῆς Κρίσεως ὥρᾳ, ἵνα καταδίκης, κολάσεως ἐκφύγω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων ὀμβρίζεις, νάματα ὁ λέπραν, Θεσσαλονίκης δουκὸς τὴν ἀνίατον, ὑπερφυῶς θεραπεύσας κλεινὲ Νικόλαε.

Χαρίτων μυροθήκη, θείων οὐρανόθεν, τοῖς σὲ τιμῶσι Νικόλαε στάλαξον, πταισμάτων λύσεως δρόσον καὶ ἀπολύτρωσιν.

Μαρτύρων θεῖε κόσμε, καὶ Ὁσίων στέμμα, τοὺς σὲ προστάτην ἀνύστακτον ἔχοντας, ἐκ συμφορῶν καὶ παγίδων τοῦ πλάνου λύτρωσαι.

Θεοτοκίον.
Μαρία ἐκτακεῖσαν, τὴν ψυχὴν σοῦ δούλου, ἀνομημάτων φλογμῷ καταδρόσισον, ψεκάσι θείου ἐλέους τοῦ σοῦ καὶ σῶσόν με.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἐκκλησίας νεολαμπές, πύρσευμα φωτίζων, θαυμασίων σου ταῖς βολαῖς, τῆς Ἑλλάδος χώραν, Νικόλαε Βουνένων, ὡράϊσμα καὶ κλέος, περικαλλέστατον.

Ἤθλησας Νικόλαε κραταιέ, βλάστημα Ἑῴας, μυροβόλον πανευσθενῶς, ἐν δρυμοῖς Βουνένων, καὶ ηὔφρανας τοὺς δήμους, τῶν εὐσεβῶν τοῖς ὕμνοις, νῦν εὐφημούντων σε.

Χαίροις στρατηλάτα τοῦ Ἰησοῦ, σὺν τῆ δωδεκάδι, τῶν ἀνδρείων σου ὁπλιτῶν, χαίροις ὁ Λαρίσης, Τυρνάβου καὶ Βουνένων, τὴν χθόνα ἁγιάσας, ἄθλοις Νικόλαε.

Χαίροις τῆς Ἑῴας σεπτὸς βλαστός, Ὁσιομαρτύρων, στῦλος ὄντως φωτοειδής, χαίροις τῶν Βουνένων, ὁ θεῖος μαργαρίτης, καὶ φύλαξ εὐσεβούντων, πανιερώτατος.

Νίκας εὐσεβέσι κατὰ παθῶν, δίδου ταῖς λιταῖς σου, καὶ διέγειρον τὰς ψυχάς, πρὸς Κυρίου αἶνον, ἡμῶν σημειοφόρε, Νικόλαε Βουνένων, ἔμψυχον ἄγαλμα.

Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν φωσφόρον μνήμην, Νικολάου τοῦ θαυμαστοῦ, στέφοντες ἐκθύμως, τοῦ ἕαρος τοῖς ῥόδοις, αὐτὸν ὡς ἄν τῆς θείας, τύχωμεν χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀκεσώδυνον φρέαρ, τοῖς τιμῶσί σε δέδοσαι, πᾶσιν ἀποστάζον εἰρήνης, καὶ ἰάσεων νάματα, ὁπλῖτα ἐν Ἑῴας εὐσθενές, Νικόλαε Βουνένων θησαυρέ, Ἀθλοφόρων καὶ Ὁσίων, περιφανὲς κοσμῆτορ, ὅθεν κράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀνύστακτον φρουρόν, ἡμῖν δωρήσαντι.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἐξῇς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, τῶν ἐν ὕμνοις μελιχροῖς, τὴν ἀξιοθαύμαστον μνήμην, ἐπιτελούντων σου, πλήρου τὰ αἰτήματα σοφὲ Νικόλαε, καὶ Χριστὸν καθικέτευε, ὑπὲρ τῶν ἐκθύμως, ὡς στεῤῥὸν τῆς πίστεως τιμώντων Μάρτυρα, σὲ καὶ ἀσκητὴν θεοφόρον, τὸν ἐν Βουνένοις στεφάνους, νίκης αἰωνίου κομισάμενον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Χαιρετισμοί εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις

Εγκώμια εις τον Οσιομάρτυρα Νικόλαο του εν Βουνένοις

Παρακλητικός Κανών εις τον Οσιομάρτυρα Νικόλαο του Νέου του εν Βουνένοις

Ποίημα εν της Βουναίνης Ιεράς Μονής

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὁσιομάρτυρος τῷ θείῳ Τεμένει, οἱ συνεχόμενοι παθῶν ταῖς ὁδύναις, προσέλθωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς. Ἅγιε Νικόλαε, ἰατρὲ τῶν νοσούντων, σπεῦσον καὶ ἀπάλλαξον, τῆς παρούσης ἀνάγκης, τοὺς ἐκζητοῦντας πίστει ἀκλεινεῖ τὴν σὴν βοήθειαν Μάρτυς ἑκάστοτε.

Δόξα.
Ὅμοιον.
Ὡς πολιοῦχον καὶ θερμὀτατον ρύστην καὶ ἀρωγὸν καὶ βοηθὸν ἐν ἀναγκαις, πλουτοῦντες Νικόλαε βοῶμεν σοι θερμῶς. Σκέπε ἡμᾶς πάντοτε, τῶν ἐν βίῳ κινδύνων, φύλαττε τοὺς δούλους σου, ἐν εἰρήνῃ τελεία καὶ τὰς αἰτήσεις πλήρου συμπαθῶς, τῶν εὐλαβῶς προσφοιτώντων τῇ σκέπη σου.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ κανών οὗ ἡ ἀκροστιχίς.
«Ἰάσεις διδοίης Ὁσιομάρτυς Νικόλαε».

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ὑγρὰν διοδεύσας.
Ἰάσεις παρέχων παντοδαπάς, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά, Νικόλαε νέα Ὁσιομάρτυς, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου.

Ἀθλήσας νομίμους ὑπὲρ Χρίστου, λαμπρῶς ἐδοξάσθης, τῶν θαυμάτων τῆς Δωρεᾷ καὶ πᾶσι παρέχει τὰς αἰτήσεις, τοῖς προστρέχουσι τῇ σκέπῃ σου Ἅγιε.

Σωμάτων ὁδύνας τὰς χαλεπάς, ἰᾶσαι ταχέως, Ὁσιομάρτυς θαυματουργέ, καὶ μέλη συσφίγγεις παρεθέντα, τῇ δεδομένῃ θεόθεν σοι χάριτι.

Θεοτοκίον.
Ἐκύησας Κόρη σωματικῶς, τὸν ἄσαρκον λόγον, ὑπὲρ λόγον δίχα τροπῆς, διὸ τῶν παθῶν τῆς ἀλογίας, τὴν μολυνθεῖσαν καρδίαν μου κάθαρον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰαμάτων σε κρήνην, ὡς ἀληθῶς δέδειξε, κόσμῳ τῆς ζωῆς ὁ ταμίας, Ὁσιομάρτυς Νικόλαε· ὅθεν τὰ νάματα καὶ τὰ γλυκύτατα ρεῖθρα, πάσης παρακλήσεως, βλῦσον τοῖς πάσχουσι.

Σωτηρίας σε πύργον καὶ ἀσφαλῆ πρόβολον, οἱ δοῦλοι σου ἔχομεν ἅγιε, πάσης στενώσεως, καὶ δυσπραγίας καὶ βλάβης, ρυόμεθα Νικόλαε τῇ προστασίᾳ σου.

Δυσχέρειας ἁπάσης, καὶ χαλεπῶν θλίψεων, καὶ φθοροποιῶν ἀλγηδόνων, καὶ περιστάσεων, λύτρωσε Ἅγιε, τοὺς ἀδιστάκτῳ καρδίᾳ σπεύδοντας Νικόλαε τῇ σκέπη σου.

Θεοτοκίον.
Ἰατρὸν καὶ Σωτήρα, τὸν τοῦ παντὸς τέξασα, Λόγον τὸν τὸ εἶναι τοῖς πᾶσιν, Ἁγνὴ παρέχοντα, ἴασαι δέομαι, τὴν ἀσθενοῦσαν ψυχήν μου, τῇ σῇ ἀγαθότητι, μόνη Πανύμνητε.

Διάσωσον, ἀπὸ κινδύνων καὶ πόνον καὶ νοσημάτων, τοὺς ἐν πίστει τῇ σῇ προστρέχοντας χάριτι, καὶ σὲ τιμώντας Νικόλαε Ὁσιομάρτυς.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ μέγα καταφύγιον, ἐδόθης ἡμῖν, παρὰ Θεοῦ Νικόλαε διὸ ἡμᾶς ἀπάλλαξον πολυτρόπιον κινδύνων καὶ θλίψεων καὶ τὴν ὑγιείαν χορηγεῖ ἀεί, τοῖς κάμνουσι πόνους τε καὶ πάθεσι

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεὰν Ὁσιομάρτυς οἴκτειρον, τοὺς προσερχόμενους τῷ σεπτῷ λειψάνῳ σου, καὶ παράσχον τὰ αἰτήματα, τὰ κατὰ ψυχὴν καὶ σῶμα Ἅγιε.

Ὁδυνῶν ἀπαλύτρωσαι, τοὺς συνεχόμενους νόσοις καὶ πάθεσι, καὶ δαιμόνων τὴν ἐπήρειαν, ἐξ ἡμῶν ἀπέλασον Νικόλαε.

Ἰατρεῖον ἀδάπανον, πάσης ἀσθενείας πάσης κακώσεως, ἡ σορὸς ἡ τῶν λειψάνων σου, ὤφθη θείῳ Πνεύματι Νικόλαε.

Θεοτοκίον.
Ἡ τὸν Ἥλιον λάμψασα, τῆς δικαιοσύνης ἡμῖν ἐν σώματι, λάμπρυνόν μου τὴν διάνοιαν, τὴν ἐσκοτισμένην Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς, ἐπηρείας τοῦ ἀλάστορος καὶ κατάβαλε αὐτοῦ τὰς μηχανάς, ἃς τεκταίνει, καθ’ ἡμῶν Ὁσιομάρτυς Νικόλαε.

Νᾶμα μυστικόν, εὐφροσύνης καὶ χρηστότητος, ἡ σοὶ σορὸς ἀναβλύζει νοερῶς, κατεφραίνει τὰς ψυχὰς ἡμῶν Νικόλαε.

Ἔμπλησον χαρᾶς, Νικόλαε τοὺς δούλους σου, τοὺς προσιόντας τῇ εἰκόνι σου ταῖς πρὸς τὸν κτίστιν θερμαῖς σου δεήσεσι.

Θεοτοκίον.
Ὅλην μου πρὸς σέ, ἀνατείνω τὴν διάνοιαν, ἵνα τύχω τῆς σῆς χάριτος Ἀγνὴ· ἀλλ’ ὦ Δέσποινα βοήθει μοι καὶ σῶσόν με.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μεγάλως, παρὰ Χριστοῦ ἐδοξάσθης, καὶ ἰάματα πηγάζεις ποίκιλλα, καὶ θεραπεύεις δεινὰς ἀσθενείας, καὶ ἀπελαύνεις ἀκάθαρτα πνεύματα, καὶ νῦν παράσχου ἀθλητά, καὶ ἡμῖν τὴν σωτήριον Χάριν σου.

Ἀλάλοις, ὡς τὴν φωνὴν ἐχαρίσας, καὶ ἠνώρθωσας πολλοὺς παραλύτους, καὶ τοῖς χωλοῖς εὐδρομίαν παρέσχες, οὕτω καὶ νῦν Ὁσιομάρτυς Νικόλαε, παράσχου ἅπασιν ἡμῖν, ἐπελθόντων δεινῶν τὴν ἐκλύτρωσιν.

Ῥυσθῆναι, πειρατηρίων παντοίων, καὶ στενώσεων ἡμᾶς ἐπώδυνων, καὶ ἐν εἰρήνῃ διάγειν τὸν βίον, τὸν ποιητὴν τῶν ἁπάντων ἱκέτευε, Νικόλαε θαυματουργέ, Ὁσιομάρτυς Χριστοῦ ἀξιάγαστε.

Θεοτοκίον.
Τὸν πάντων, κυοφορήσασα κτίστην, ἐξ ἁγνῶν σου ὑπὲρ φύσιν αἱμάτων, ἐκ τῆς φθορᾶς ἀνακτώμενον Κόσμον, φθοροποιῶν λογισμῶν μὲ ἀπάλλαξον, καὶ ρύθμισόν μου τὴν ζωήν, Θεοτόκε ἁγνὴ θείῳ ἔρωτι.

Διάσωσον, ἀπὸ κινδύνων καὶ πόνων καὶ νοσημάτων, τοὺς ἐν πίστει τῇ σῇ προστρέχοντας χάριτι, καὶ σὲ τιμώντας Νικόλαε Ὁσιομάρτυς.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀντιλήπτορα μέγαν Νικόλαε, τῶν ὀρθοδόξων ἡ πόλις γεραίρει σε, καὶ καυχωμένη τοῖς θείοις σου θαύμασι, τὴν σὴν ὀξεῖαν κηρύττει ἀντίληψιν αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

Προκείμενον.
Δικαίος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατά Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ὅταν δὲ παραδῶσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς• καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀθλήσας στεῤῥώτατα, ἐν ταῖς ἐσχάταις ἡμέραις καὶ Χριστὸν ἐδόξασας, καὶ ἐχθρὸν κατήσχυνας τῇ ἀθλήσει σου. Ἀθλητὰ ἐνδοξε, όθεν ἐδοξάσθης, ἰαμάτων τοῖς χαρίσμασι, καὶ νέμεις ἅπασι, ῥῶσιν καὶ ὑγιείαν καὶ ἔλεος, τοῖς πίστει καταφεύγουσι, τῇ σεπτῇ σου Νικόλαε· καὶ νῦν ἐκδυσώπει, πταισμάτων ἡμῖν δοῦναι ἱλασμόν, καὶ δυσχερῶν ἀπολύτρωσιν, Χριστὸν τὸν φιλάνθρωπον.

Ὁ Ἱερεύς. Σῶσον ὁ Θεός τὸν λαὸν σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπαχθέντα με Ὁσιομάρτυς, τοῦ ἐχθροῦ τῇ καίᾳ νοὶ ἀγνώμονι, ἐκλύτρωσαι ταχέως, τῇ σῇ ἐπιστασία, ὁ πολλοὺς λυτρωσάμενος, ἐκ τυραννίδος πίκρας, πνευμάτων ἀκαθάρτων.

Σωμάτων ἀῤῤωστείας, καὶ ψυχῶν καχεξίας ἡμᾶς ἁπάλλαξον, καὶ δίδου εὐρωστίαν, ἡμῖν καὶ εὐεξίαν, καὶ πταισμάτων συγχώρησιν, ταῖς ἱκεσίαις ταῖς σαῖς, Νικόλαε τρισμάκαρ.

Γεωργία ἀΰλῳ τῆς σεπτῆς πρεσβείας ὁσιομάρτυς Νικόλαε, γεώργει εὐπραγίαν, καὶ πᾶσαν χορηγίαν, ἀγαθῶν ἡμῖν πράξεων, καὶ σωτηρίαν ψυχῆς, καὶ θείαν εὐφροσύνην.

Θεοτοκίον.
Ἐσαρκώθη ἀτρέπτως, ἐξ ἁγνῶν σου αἱμάτων καὶ ὤφθη ἄνθρωπος, ὁ Πλάστης τῶν ἀνθρώπων, τὸν ἄνθρωπον καινίζων, τῆς κατάρας δι’ ἔλεος, ὃν ἐκδυσώπει Ἁγνή, σῶσαι τοὺς σὲ ὑμνοῦντας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παρασχου, τοῖς χαλεπῶς ἀσθενούσι καὶ ἀνόρθωσιν τοῖς παραλελυμένοις, ὡς λαβὼν τὴν χάριν, παρὰ Κυρίου Μάρτυς.

Ἀῤῥωστημάτων, σὲ ἰατῆρα ποικίλων, ὡς πλουτήσαντες Νικόλαε θεόθεν, ἐν πάσῃ ἀνάγκῃ τῇ σῇ σπεύδομεν σκέπη.

Σύντριψον Μάρτυς, τὸν καθ’ ἡμῶν οἷα πῆρα, ὠρυόμενον ἐχθρὸν τὸν παλαμναῖον, καὶ τῆς τούτου βλάβης, ἡμᾶς ἀτρώτους τήρει.

Θεοτοκίον.
Ἴασαι κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ κατάνυξιν ἐν τῇ καρδίᾳ δίδου, ὡς ἂν ἁπαλύνω, τὸν ῥύπον τῆς κακίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νικόλαε τρισμάκαρ, Οὐρανοπολίτα, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων ἱκέτευε, ὅπως ρυσθῶμεν κινδύνων καὶ περιστάσεων.

Ὁ πᾶσι τὰς αἰτήσεις, νέμων τοῖς φοιτῶσι, τῷ σῷ Τεμένει Νικόλαε Ἅγιε, δίδου ἡμῖν ἐν ἀνάγκαις ,τὴν σὴν βοήθειαν.

Ὑπὲρ τῶν σὲ τιμώντων, πάντοτε δυσώπει, τὴν Παναγίαν Τριάδα Νικόλαε, ὡς ἂν ζωῆς αἰωνίου ἀξιωθείημεν.

Θεοτοκίον.
Ὑψίστου Λόγου Μῆτερ, Ἄχραντε Παρθένε, ἁμαρτιῶν καταιγίδος μὲ λύτρωσαι, καὶ πρὸς ζωῆς ἐνάρετου ὅρμον με ἴθυνον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός, καὶ λαμπρὰ προσθήκη, καὶ ἰσότιμος ἀληθῶς· Χαίροις Ὁσιομάρτυς, Νικόλαε θεόφρον τῆς Ἐκκλησίας ἄστρον, νέον καὶ ἔκλαμπρον.

Πίστει διαπρεπῶν τῇ πρὸς Χριστόν, ἠθλήσας νομίμως, ἐν φρονήματι ἀκλινεῖ, καὶ ἐμεγαλύνθη ἀπείροις θαυμασίοις, γενναῖε Νεομάρτυς ἀξιοθαύμαστε.

Ἄκακος καὶ μέτριος καὶ ἁπλοῦς, πέλων Ἀθλοφόρε, καὶ ἀκέραιος τῇ ψυχῇ, ἠσχύνας ἀνόμων, τὸ φρύαγμα εἰς τέλος, τῇ πίστει τοῦ Κυρίου ἀγωνισάμενος.

* Ὤφθη ἰατρεῖον Πνευματικόν, καὶ ψυχῶν σωτηρίαν καὶ κινδύνων• ἀπαλλαγήν, ἀθλοφόρε Νικόλαε.

Χαίροις θλιβομένων ἀναψυχή, καὶ κακουχουμένον, ἡ ταχεία ἀπαλλαγὴ χαίροις Νεομάρτυς Νικόλαε τρισμάκαρ, ἡμῶν πρὸς τὸν Σωτῆρα πρέσβυς θερμότατος.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸν ἐκ τῆς ἑώας, ἑξαστράψαντα ἀθλητήν, φύλακα καὶ ρύστην, χριστιανῶν ἁπάντων Νικόλαον τὸν Νέον, Χριστοῦ τὸν Μάρτυρα.

Χαίροις Θετταλίας πάσης φρουρός, χαίροις τῆς Ἑλλάδος Πολιοῦχος καὶ ἀρωγός, χαίροις ὁ Βουναίνην, τὸν τόπον ἁγιάσας, τοῖς ρείθροις σῶν αἱμάτων, μακάρ Νικόλαε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὰ Ἀπολυτίκιον. Ἦχος α΄. Ταχὺ προκαταλαβὲ.
Ὡς ἄστρον λαμπρότατον, ἑξανατειλὰς σοφέ, ἐτέθη εἰς κίνησιν πέριξ ἡλίου Χριστοῦ Νικόλαε ἔνδοξε καὶ ὅθεν ἐκ τῆς ἑώας, ἐν Βουναίνῃ οἰκήσας, ἤλειφας διπλοῦν στέφος ὁσίαθλε Πάτερ καὶ νῦν ταῖς σαῖς Πρεσβείαις σῶζε τοὺς δούλους σου.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Πανεύφημον μάρτυν Χριστοῦ Νικόλαον, τῶν Βουναίνης τὸ κλέος καὶ πολιοῦχον στεῤῥόν, ἅσμασιν ἐγκωμίων ἀνεφημήσωμεν, ὅτι ἐνήθλησε λαμπρῶς καὶ κατήνεγκεν ἐχθρόν, τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ἀπαύστως πρεσβεύει, ελεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Ἐν ἑώα πρότερον τιμητικῶς διαπρέψας, ἐν Βουναίνῃ ὕστερον, ἀσκητικῶς ἠγωνίσθης, ἥρας δέ, καὶ θείαν νίκην κατὰ Ἀβάρων, ἄσυλον διαφυλάξας ὁμολογίαν, ὦ Νικόλαε τρισμάκαρ, διὰ Πρεσβείας ταῖς σαῖς σωζώμεθα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων βοηθὸς καὶ ἀρωγός, πέλων Νεομάρτυς Κυρίου, ἀξιοθαύμαστε, νέμεις τὰ ἰάματα τοῖς προσιοῦσι θερμῶς, τῷ ἁγίῳ τεμένει σοῦ, καὶ τοῖς ἐν ἀνάγκαις, βοηθεῖς ἑκάστοτε, ὡς συμπαθέστατος· ὅθεν δυσχέρειας ἁπάσης, ἡμᾶς ἀσινεῖς διατηρεῖ ἀθλητὰ Νικόλαε δεόμεθα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Νικόλαε Νέε, δεήσεις προσδέχου
Νεκταρίου σπεύδοντα τῇ ἀρωγῇ σου.

Πηγή