Παρακλητικός Κανών εις τον Όσιο Νίκων ο Μετανοείτε

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 26 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν Ἀγγέλων μιμητὴς ἐν τῷ βίῳ, καὶ Ἀποστόλων δεδεγμένος τὴν χάριν, τοὺς προσιόντας πάντοτε τῇ σκέπῃ σου, πάσης περιστάσεως, καὶ ἀνάγκης καὶ βλάβης, καὶ παντοίων θλίψεων, ἀσινεῖς διατήρει, καὶ εἰρηναίαν δώρησαι ζωήν, Νίκων τρισμάκαρ, ἡμῖν ταῖς πρεσβείαις σου.

Δόξα.
Τῆς μετανοίας διαπρύσιος κῆρυξ, οἷα θεράπων γεγονὼς τοῦ Κυρίου, μετανοεῖτε πᾶσιν ἀνεκραύγαζες· ὅθεν ἡμᾶς ἴθυνον, πρὸς ὁδὸν μετανοίας, βίου ἐπανόρθωσιν, καὶ πταισμάτων τὴν λύσιν, καὶ θεραπείαν νόσων καὶ παθῶν, Νίκων θεόφρον, ἡμῖν ἐξαιτούμενος.

Καὶ νῦν.
Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νίκην δίδου ἡμῖν ἀεί, Νίκων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ναμάτων ὢν ἔμπλεως μυστικῶν, πηγὴν συμπαθείας, καὶ χρηστότητος θεϊκῆς, Νίκων θεοφόρε ἡμῖν βλῦσον, τῇ σῇ θερμῇ ἱκεσίᾳ πρὸς Κύριον.

Ἰάσεις παρέχων παντοδαπάς, ἰάτρευσον Πάτερ, τῶν σωμάτων καὶ τῶν ψυχῶν, ἡμῶν τὰς ὀδύνας καὶ τὰ πάθη, τῇ δεδομένῃ σοι ἄνωθεν χάριτι.

Κινδύνων ἐξαίρων τοὺς εὐσεβεῖς, ὡς πάλαι ὡράθης, Νίκων πάτερ θαυματουργέ, οὕτω καὶ νῦν ῥύου πάσης βλάβης, ἡμᾶς τοὺς πόθῳ τελοῦντας τὴν μνήμην σου.

Θεοτοκίον.
Ἡ μόνη τεκοῦσα δίχα φθορᾶς, Χριστὸν τὸν Σωτῆρα, ἀνακτώμενον τὸν Ἀδάμ, κεχαριτωμένη Θεοτόκε, φθοροποιῶν με παθῶν ἐλευθέρωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ποικίλων θεραπευτὴς ἄριστος, Νίκων θεοφόρε ἐδείχθης, σθένει τοῦ Πνεύματος· ὅθεν θεράπευσον, τὴν ἀνιάτως νοσοῦσαν, ψυχοφθόροις πάθεσι, ψυχήν μου δέομαι.

Δεδεγμένος τὴν χάριν παρὰ Θεοῦ Ὅσιε, Λακεδαιμονίων προστάτης, ὤφθης θερμότατος, καὶ ἀρωγὸς εὐμενής· ὅθεν ἐκ πάσης ἀνάγκης, τούτους διαφύλαττε, τῇ ἀντιλήψει σου.

Ἰατρεύων ταχέως ὡς συμπαθὴς Ὅσιε, χρίσει τοῦ ἐκβλύζοντος μύρου, ἐκ τῶν λειψάνων σου, πάντας τοὺς πάσχοντας, τῆς τῶν παθῶν δυσωδίας, καὶ παντὸς νοσήματος, ἡμᾶς ἀπάλλαξον.

Θεοτοκίον.
Διανοίᾳ τελείᾳ εἰλικρινῶς ἄχραντε, ἐν ἀμέμπτῳ βίῳ λατρεύειν, καὶ καθαρότητι, τῷ σῷ Υἱῷ καὶ Θεῷ, ἀξίωσόν με Παρθένε, καὶ ἰσχὺν παράσχου μοι, κατὰ τοῦ χείρονος.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως πάτερ Νίκων, τοὺς ἐν πίστει εἰλικρινεῖ σοι προστρέχοντας, καὶ τὴν θερμήν σου ἀντίληψιν ἐκζητοῦντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς καὶ φύλαξ καὶ ὑπέρμαχος, καὶ σκέπη στεῤῥά, χθονὸς τῆς Σπαρτιάτιδος, ἐδείχθης Νίκων ὅσιε· διὰ τοῦτο πιστῶς ἐκβοῶμέν σοι· ἀπὸ πάσης ὀργῆς καὶ φθορᾶς, ἡμᾶς ἀνωτέρους Πάτερ φύλαττε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁραθεὶς ὑπὲρ ἔννοιαν, πάλαι τὴν μορφήν σου Πάτερ ἐτύπωσας· νῦν δὲ τύπους ἐξαφάνισον, τῶν ἁμαρτιῶν ἐκ τῆς καρδίας μου.

Ὑπὸ σοῦ παιδευόμενοι, οἱ ἀτάκτως ζῶντες ὤφθησαν σώφρονες· καὶ ἡμᾶς Πάτερ συνέτισον, πάσῃ σωφροσύνῃ πολιτεύεσθαι.

Ἡ πρεσβεία σου γένοιτο, Σπαρτιάταις Νίκων σκέπη σωτήριος, πειρασμῶν τούτους ἐξαίρουσα, καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων.

Θεοτοκίον.
Μαριὰμ Μητροπάρθενε, ἡ τὸν Θεὸν Λόγον σαρκὶ κυήσασα, ἀλογίας παθῶν ῥῦσαί με, καὶ τοῦ σαρκικοῦ ἁγνὴ φρονήματος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασιν παθῶν, καὶ πταισμάτων ἀπολύτρωσιν, εὐπραγίαν καὶ εἰρήνην σταθεράν, ἡμῖν δίδου πάτερ Νίκων ταῖς πρεσβείαις σου.

Νόσων χαλεπῶν, ὡς πολλοὺς Πάτερ ἀπήλλαξας, οὕτω πάσης δυσπραγίας καὶ ὀργῆς, καὶ ἀνάγκης ἀσινεῖς ἡμᾶς διάσωζε.

Ἄκλυστος λιμήν, τῶν Λακώνων πέλων Ὅσιε, τρικυμίας δυσμενῶν ἐπιφορῶν, πάτερ Νίκων καθ’ ἡμῶν ἀεὶ ἀπότρεπε.

Θεοτοκίον.
Ἔργοις σκοτεινοῖς, δουλωθεὶς νοῒ ἀγνώμονι, σοὶ προσφεύγω καὶ βοῶ ἀπὸ ψυχῆς· τῆς δουλείας με ἁγνὴ ῥῦσαι τοῦ χείρονος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάματα, ἡ ἁγία σορός σου, τοῖς προστρέχουσιν ἀνέβλυζε Πάτερ, νῦν δὲ ἡμῖν, ἡ πρεσβεία σου βλύζει, τῆς θεϊκῆς εὐσπλαγχνίας τὸ πέλαγος, ὅσιε Νίκων θαυμαστέ, καὶ εὐφραίνει Λακώνων πληρώματα.

Νοσοῦντά με, ἀσθενείᾳ βαρείᾳ, καὶ τηκόμενον δεινῇ ἀθυμίᾳ, ἐξέγειρόν με ἐκ κλίνης ὀδύνης, τῇ συμπαθεῖ ἐπισκέψει σου Ὅσιε, καὶ τῶν λυπούντων με δεινῶν, τὴν ὁμίχλην διάλυσον δέομαι.

Ἰσχύι, τῆς προστασίας σου Πάτερ, καταφεύγουσα ἡ Σπάρτη βοᾷ σοι· σύ μου θερμός, ἀντιλήπτωρ καὶ ῥύστης, καὶ διὰ σοῦ πάσης θλίψεως ῥύομαι, καὶ τῷ ἁγίῳ σου Ναῷ, ἁγιάζομαι Νίκων ἐν χάριτι.

Θεοτοκίον.
Κυήσασα, ὑπὲρ ἔννοιαν Κόρη, τὸν τὸ εἶναι παρεχόμενον πᾶσι, πρὸς τὸ εὖ εἶναι ἡμᾶς ἀνυψοῦντα, τοὺς εἰς φθορὰν δολερῶς ὀλισθήσαντας, ἐπὶ τὴν ἄφθαρτον ζωήν, ῥύθμισόν με καὶ σῶσόν με ἄχραντε.

Διάσωσον, ἐκ πάσης βλάβης καὶ θλίψεως πάτερ Νίκων, τοὺς ἐν πίστει εἰλικρινεῖ σοι προστρέχοντας, καὶ τὴν θερμήν σου ἀντίληψιν ἐκζητοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῆς μετανοίας ἐδείχθης διδάσκαλος, καὶ ἀρετῶν φυτοκόμος πανάριστος· διὸ ἡμᾶς Πάτερ ἀπάλλαξον, τῶν εἰδεχθῶν τῆς κακίας προλήψεων, διδοὺς ἡμῖν τὸν ἔνθεον.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄, 17-22).

Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Σκεῦος καθαρώτατον, τῆς θεϊκῆς ἐπιπνοίας, Νίκων παμμακάριστε, μετανοίας ὄργανον θεοκίνητον, ἀρετῶν ἔνσπειρον, ἐν ἡμῖν τὸν σπόρον, καὶ παθῶν τὰς ῥίζας ἔκτιλον, ἐκ τῶν ψυχῶν ἡμῶν, ὡς ἂν πολιτείας σεμνότητα, καὶ βίου καθαρότητα, τῇ σῇ ἀρωγῇ γεωργήσωμεν, ἐκ πάσης ἀνάγκης, καὶ πόνων καὶ πικρᾶς ἐπιβουλῆς, ἡμᾶς λυτρούμενος Ὅσιε, τοὺς σὲ μακαρίζοντας.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ἐῤῥύσω τὸ πάλαι δαιμονῶντας θεόφρον χρίσει τοῦ μύρου σου, οὕτω καὶ νῦν παντοίας, δαιμόνων ἐπηρείας, ἀνωτέρους διάσωζε, τοὺς σὲ τιμῶντας θερμῶς, Νίκων θαυματοφόρε.

Νεκρωθέντας τῇ πλάνῃ ζωηφόρῳ σου λόγῳ πλείστους ἐξήγειρας, πρὸς γνῶσιν μετανοίας, νῦν δὲ ἡμᾶς ἐξ ὕπνου, ἀμελείας ἐξέγειρον, πρὸς ἐπιδόσεις καλάς, πρὸς μετανοίας τρίβον.

Γηθομένη ἡ Σπάρτη τῷ ἁγίῳ Ναῷ σου προστρέχει πάντοτε, τῆς σῆς ἐπικουρίας, τὸν πλοῦτον καὶ τὴν χάριν, καρπουμένη βοῶσά σοι· σκέπε με Νίκων ἀεί, ἐκ πάσης δυσπραγίας.

Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων σωματώσασα Κόρη τὸν ὑπερούσιον, παθῶν σωματικῶν με, ἐκκάθαρον τοῦ ῥύπου, καὶ τὸν νοῦν μου συνέτισον, ποιεῖν καὶ πράττειν ἀεί, τὸ θέλημα τὸ θεῖον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, Νίκων ὅσιε καὶ λύσιν πάσης λύπης, τοῖς τῷ σῷ τεμένει, ἀεὶ προσερχομένοις.

Ἄνωθεν Πάτερ, ἐν πατρικῇ χειρὶ δίδου, τῆς εὐνοίας σου τὰς δόσεις τὰς ἁγίας, ἡμῖν τοῖς σοῖς τέκνοις, τοῖς σὲ θερμῶς ποθοῦσι.

Σοροῦ σου Πάτερ, εἰ καὶ στερούμεθα ἤδη, τὸν πανάγιον ἐσχήκαμεν ναόν σου, ἐν ᾧ εἰσιόντες, χαρᾷ χαίρομεν θείᾳ.

Θεοτοκίον.
Ἰσχὺν παράσχου, τῇ ἀσθενούσῃ ψυχῇ μου, τοῦ πατεῖν ἀεὶ ἰσχὺν τὴν τοῦ βελίαρ, ἵνα σὲ δοξάζω, ὑπερδεδοξασμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστων δωρημάτων, τῆς σῆς προστασίας, ἡ Λακεδαίμων τρυφῶσα γεραίρει σε, ὡς πολιοῦχον καὶ ἔφορον Πάτερ μέγιστον.

Ὁ Σπάρτης ἀντιλήπτωρ, Νίκων θεοφόρε, σκέπε ἡμᾶς καὶ περίεπε πάντοτε, ὡς ἐκλεκτήν σου μερίδα, ὡς κλῆρον ἅγιον.

Ὑψόθεν κλῖνον Πάτερ, συμπαθῶς τὸ οὖς σου, καὶ τῆς φωνῆς τῶν σῶν τέκνων ἐπάκουσον, καὶ πατρικῶς ἡμῖν δίδου ἀεὶ τὰ πρόσφορα.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετοῦς προσπαθείας ὡς εὔσπλαγχνος, καὶ τὴν καρδίαν τρῶσον τῷ θείῳ ἔρωτι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ὁ μιμητής, σάλπιγξ μετανοίας, ἡ θεόφθογγος καὶ λαμπρά· χαίροις ἐναρέτου, ζωῆς ὁ ὑποφήτης, ὦ Νίκων θεοφόρε, ἀξιοθαύμαστε.

Ζῆλον τοῦ Προδρόμου ἀναλαβών, μετάνοιαν πᾶσιν, ἀνεκήρυττες τοῖς λαοῖς· ὅθεν καταλλήλως, τοῖς ἔργοις ὠνομάσθης, μετανοεῖτε Νίκων, θεοειδέστατε.

Λάμψας ἐξ ἑώας ὥσπερ ἀστήρ, τῷ φωτὶ Κυρίου, καθοδήγησας θαυμαστῶς, λαοὺς πλείστους Πάτερ, νυκτὶ τῷ τῆς ἀπάτης, δεινῶς κεκρατημένους, φθόνῳ τοῦ ὄφεως.

Χαίροις Ἐκκλησίας ἡ καλλονή· χαίροις Λακωνίας, ἑωσφόρος ὁ φαεινός· χαίροις ὁ τῆς Σπάρτης, λαμπτὴρ καὶ πολιοῦχος, Πελοποννήσου κλέος, Νίκων μακάριε.

Νόσων καὶ κινδύνων τὰς προσβολάς, πονηρῶν πνευμάτων, μανιώδεις ἐπιβουλάς, φθόνου καὶ κακίας, παντοίας ἐπηρείας, δίωκε πάτερ Νίκων, ἐξ ἡμῶν πάντοτε.

Νίκην ἡμῖν δίδου κατὰ παθῶν, εἰρήνην ἐν βίῳ, καὶ ὁμόνοιαν ἀληθῆ, καὶ πταισμάτων λύσιν, καὶ μετανοίας θερμήν, ὡς ἂν Κυρίῳ Νίκων, πιστῶς δουλεύσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, Νίκων ἀξιάγαστε πάτερ, τῷ σῷ ἁγίῳ Ναῷ, χάριτος ἀξίωσον, τῆς σῆς δεχόμεθα, καὶ παθῶν ἀποκάθαρον, τῶν τῆς ἁμαρτίας, ἴασιν καὶ λύτρωσιν, ἡμῖν δωρούμενος, πάσης, δυσχερείας καὶ λύπης, καὶ ἀσθενημάτων παντοίων, ἵνα σὲ γεραίρομεν θεόληπτε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.