Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Παχώμιον τον αρτίως εν Χίω ασκήσαντα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 14 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῆς ἰσαγγέλου ἐραστὴν πολιτείας καὶ ζηλωτὴν τῶν ἀσκητῶν τῆς ἐρήμου, θεοειδῆ Παχώμιον, τῆς Χίου βλαστὸν, ῥόδα ἑξανθήσαντα, ἐν Χριστῷ ἀπαθείας, ἐν ἐσχάτοις ἔτεσιν, εὐφημήσωμεν πόθῳ· ἀναβοῶντες πρέσβευε Χριστῷ, ὑπὲρ προσφύγων θερμῶν σου, Παχώμιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Παχώμιε, ἀρετὴ συνοικεῖν ἀξίωσόν με. Χ. Μ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Παχώμιε ὅσιε ἀσκητά, φωστὴρ μονοτρόπων καὶ τῶν πάλαι ἡσυχαστῶν ὁμόζηλε, δεῖξόν μοι τὴν τρίβον, πρὸς ἀρετῆς καὶ σοφίας ἀπόκτησιν.

Ἀκτῖσι λαμπόμενος ἀρετῆς, Παχώμιε μάκαρ, πρὸς σκηνώματα οὐρανῶν, ἀνῆλθες Χριστὸν καθικετεύειν, ἡμῶν σκεδάσαι παθῶν τὴν σκοτόμαιναν.

Χιόνος, Παχώμιε, σὴν στολὴν ψυχῆς, λαμπροτέραν, καταδείξας ἀσκητικοῖς καμάτοις, ἀξίωσον φορέσαι καὶ σοὺς ἱκέτας στολὴν χιονόχροον.

Θεοτοκίον.
Ὡς Μήτηρ ἁπάντων Χριστιανῶν, ἁγνὴ Θεομῆτορ, ἐν ἀγκάλαις σου μητρικαῖς νεότητα βάσταξον, Παρθένε, τὴν εὐμετάβολον καὶ ἐμπερίστατον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μοναζόντων ἀλεῖπτα, χειραγωγὸς ἄριστος, ὤφθης Νεκταρίου τοῦ θείου πρὸς βίον κρείττονα· διὸ βοῶμεν θερμῶς καὶ τοῖς ἱκέταις σου δεῖξον, ἀτραπὸν σωτήριον, πάτερ Παχώμιε.

Ἱκετεύομεν μάκαρ, περιφανὲς βλάστημα τῆς Ἐλάτης καὶ νήσου Χίου ἔμπνουν θησαύρισμα, τῶν γηγενῶν οἱ χοροί, σὲ νῦν Παχώμιε· πέμψον πᾶσι τοῖς τιμῶσί σε, χάριν καὶ ἔλεος.

Ἐνδιαίτημα θεῖον καὶ ἱερὸν καύχημα, Σάββα τοῦ Ὁσίου τῆς Λαύρας, σῶφρον Παχώμιε, λῦσον ἡμῶν συνοχήν τῶν λυπηρῶν καὶ τὴν ζάλην κατωδύνων θλίψεων, σαῖς παρακλήσεσι.

Θεοτοκίον.
Ἀλγηδόνων με ῥῦσαι σωματικῶν, Δέσποινα, καὶ τῶν ψυχικῶν μου τραυμάτων τάχος θεράπευσον, οὐλὰς φαρμάκῳ τῶν σῶν ἱκεσιῶν πρὸς τὸν μόνον, ἰατρὸν τῆς κτίσεως καὶ θεῖον Τόκον σου.

Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Πατέρων Τριῶν σπηλαίου Χίου ἔνοικε, φωστὴρ ἀσκητῶν, Παχώμιε τρισόλβιε, τῷ Κυρίῳ πρέσβευε, ἵνα βίου πέλαγος πλεύσωμεν, οἱ σὲ τιμῶντες, μάκαρ, ἀσφαλῶς καὶ ὅρμον εἰς θεῖον καταντήσωμεν.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ῥυπτικαῖς σου δεήσεσι, πρὸς παθῶν τὸν πλύναντα κόσμου βόρβορον, τοῖς Αὐτοῦ τιμίοις αἵμασι, κάθαρον κακίας με Παχώμιε.

Ἐκ βυθοῦ μὲ ἀνάγαγε, θλίψεων Παχώμιε ὁ γευσάμενος, τῆς μανίας τοῦ ἀλάστορος, χοϊκοὺς εἰς βόθυνον τοῦ ῥίπτοντος.

Τῆς εὐχῆς καὶ τῆς νήψεως, σκήνωμα Παχώμιε ἱερώτατε, νήφειν πάντας καταξίωσον τοὺς ἐκδεχομένους τὴν σὴν εὔνοιαν.

Θεοτοκίον.
Ἡ προστάτις καὶ ἔφορος, τῆς Μονῆς τῆς νέας ἐν Χίῳ, δώρησαι τοῖς οἰκέταις σου ὑγιείαν, τοῖς τοῦ Παχωμίου πόνους μέλπουσι.

ᾨδή ε´. Φώτισον ἡμᾶς.
Στήριζε ἀεί, ἐν τῇ πίστει τοὺς ὑμνοῦντάς σε, εὐσεβείας ὥσπερ στῦλον ἀῤῥαγῆ, καὶ φρονήσεως ὀρθῆς κρηπῖδα ἄσειστον.

Ὕπουλον ἐχθρόν, τὸν σπαράξαι με Παχώμιε, ἐξαιτούμενον εὐχαῖς σου ἱεραῖς, κατασύντριψον καὶ σῶσόν με τὸν δείλαιον.

Νοῦν μου πρὸς Θεόν, ὃν ἠγάπησας Παχώμιε, ἐκ μυχίων τῆς καρδίας σου, ταχὺ ἀσιγήτοις σου ἀνάτεινον δεήσεσι.

Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν Θεογεννήτρια, μετανοίας ἡ αὐτῆς τὰς ἀτραπούς, Παχωμίῳ ὑποδείξασα τῷ μάκαρι.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἰσχύος με πλῆσον καὶ δυνάμεως οὐρανίου, τὸν τιμῶντά σε πόθῳ, ὁ πτερνιστὴν θριαμβεύσας ἀρχαῖον, ἐν ἐρημίαις συντόνοις ἀσκήσεσι καὶ ἰσαγγέλῳ ἀγωγῇ, ἀσκητὰ θεοφόρε Παχώμιε.

Κυπάρισσε, ἀκακίας νήψεως καὶ εὐχῆς ὑψιτενές, ὁ ἐν Χίῳ, νουθεσιῶν σου εὐφράνας τοῖς κλώνοις, τῶν εὐσεβῶν καὶ ἀζύγων συστήματα, τῶν σὲ ὑμνούντων τὰς λιτάς, μὴ παρίδῃς, θεόφρον Παχώμιε.

Ὑφάμιλλε, ἀρετῆς Παχώμιε, τῶν ἀρχαίων ἀσκητῶν τῆς ἐρήμου, ὁσίου Σάββα τῆς Λαύρας οἰκῆτορ καὶ τῶν Πατέρων δομῆτορ τῆς σκήτεως, ἐν Χίῳ τῆς πανευκλεοῦς, ἀρετῆς με ἀνάδειξον σκήνωμα.

Θεοτοκίον.
Ἱλέωσαι, σοῖς οἰκέταις Κύριον, τὸν ὑπέρθεον Υἱόν σου, Παρθένε, Νεαμονίτισσα Μῆτερ γλυκεῖα, ἑτοίμη πάντων μερόπων ἀντίληψις καὶ ἀκαταίσχυντος ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων ἀείποτε.

Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Ὁσίου Σάββα τῆς Λαύρας ἀνάστημα καὶ νήσου Χίου περίβλεπτον καύχημα, Παχώμιε μάκαρ ὑμνοῦντές σε, ἁγιαζόμεθα πάντες καὶ φρύαγμα, ἐχθροῦ μισοκάλου συντρίβομεν.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἔνθεε διδάσκαλε, τοῦ θεαυγοῦς Νεκταρίου, ἀσκητὰ Παχώμιε, ποδηγὲ πρὸς Κύριον ἀπλανέστατε, χοϊκῶν πρόσδεξαι, τὰς ἡμῶν δεήσεις, ὡς θυμίαμα πανεύοσμον καὶ ταύτας Ὅσιε, πρὸς τὸν Ζωοδότην προσάγαγε καὶ Κύριον τοῦ σύμπαντος, ὅνπερ ἐκ καρδίας ἠγάπησας· ἵνα καθηκόντως, παλαίσματα ὑμνῶμεν σὰ σεπτά, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, πάνσοφε καὶ θέωσιν.

Σῶσον ὀ Θεός, τὸν λαό σου….

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς κατ᾿ ἐχθίστου, τοὺς ἱκέτας σου δεῖξον, λαμπρὲ Παχώμιε, τοὺς ἐπικαλουμένους τὴν ἱερὰν σου κλῆσιν καὶ προσφεύγοντας πάντοτε, σῇ ταχινῇ ἀρωγῇ καὶ ἄκρᾳ συμπαθείᾳ.

Ἁγιάζεις ἀπαύστως, τοὺς πιστῶς προσκυνοῦντας τὸν θεῖον τάφον σου καὶ θήκην σῶν λειψάνων, τὴν βρύουσαν ἰάσεις εὐσεβέσι, Παχώμιε, ἐν Σκήτη τῇ Ἱερᾷ, τοῦ Προβατείου Ὄρους.

Ξύλου πάντας ἱκέτας, ἀπολαύσαι ἀλήκτου ζωῆς, Παχώμιε, τοὺς σούς, πνευματοφόρε, ἀξίωσον, ὁ δήμοις συγχορεύων ἀείποτε, Ἀγγέλων φωτοειδῶν, ἐν οὐρανίοις δόμοις.

Θεοτοκίον.
Ἰαμάτων χειμάῤῥους καὶ πηγὴ θαυμασίων, Θεογεννήτρια, ἐνίσχυε σοὺς δούλους, ἀνύσαι ἰσαγγέλως βιοτὴν τὴν ἐπίγειον καὶ τήρει πάντας ἡμᾶς, ἐν ἄκρᾳ ὑγιείᾳ.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὡς Ὀρθοδόξων δογμάτων πάμφωτον φάρον καὶ ταμεῖον ἐλεημοσύνης σὲ ὑμνοῦντες, Πάτερ, αἰτούμεθα λιτάς σου.

Στύλε ἀγάπης καὶ συμπαθείας πρὸς πάντας ἐνδεεῖς, ἀγαπᾶν δίδαξόν με, τοὺς μακρὰν καὶ πέλας, ὡς ἐμαυτόν, Παμμάκαρ.

Ὁδήγησόν με πρὸς χρηστοήθειαν, Πάτερ, ὁ σαφῶς ὑποδείξας χορείαις, τρίβον σωτηρίας, Παχώμιε τῶν Χίων.

Θεοτοκίον.
Νῦν δυσωπῶ σε, Νεαμονίτισσα Μῆτερ, Παχωμίου ὁσίου πρεσβείαις, ῥῦσαί με μανίας, ἐχθροῦ τοῦ παλαμναίου.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ οὐρανόθεν, δυσωπῶν τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, Παχώμιε, καὶ προσκυνούντων ἐν πίστει σὰ θεῖα λείψανα.

Εἰρήνευσον τὸν βίον τῶν μακαριζόντων σε, ὥσπερ θείας εἰρήνης τὸν πρόξενον καὶ τῆς ὀργῆς ὀλετῆρα ἡμῶν, Παχώμιε.

Χαρίτωσον τοὺς πόθῳ σὲ ἀνευφημοῦντας καὶ ἐκζητοῦντας σὴν θείαν ἀντίληψιν, ἀζύγων κλέος τῆς Χίου σεπτόν, Παχώμιε.

Θεοτοκίον.
Μετὰ τοῦ Παχωμίου, νεαυγοῦς φωστῆρος, τῆς νήσου Χίου, ἁγνὴ Ἀειπάρθενε, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν ἑκάστοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Ἐλάτης σεπτὸς βλαστός, χαίροις νήσου Χίου ἐγκαλλώπισμα ἱερόν, χαίροις Προβατείου τοῦ Ὅρους ὁ οἰκήτωρ, Παχώμιε τρισμάκαρ, χάριτος σκήνωμα.

Τῆς χρηστοηθείας ὑφηγητήν καὶ τῆς εὐσεβείας τὸν διδάσκαλον εὐλαβῶς, μέλψωμεν ἐκθύμως, Παχώμιον τὸν θεῖον, ὡς ἀσκητῶν ὁσίων Χίου θησαύρισμα.

Ἐλεημοσύνης τὸν ἐραστήν, Ὀρθοδόξου ἤθους τὸν κοσμήτορα καὶ σεπτῶν ἀσκητῶν πυξίον, Παχώμιον τὸν νέον, εὐτάκτοις μελῳδίαις ἐγκωμιάσωμεν.

Λαύρας θείου Σαββα τὸν οἰκιστήν, Σκήτεως Πατέρων νήσου Χίου τῆς εὐκλεοῦς καὶ τοῦ Παρθενῶνος ἁγίου Κωνσταντίνου, τιμήσωμεν τὸν κτίστην ὕμνοις, Παχώμιον.

Νεκταρίου θείου καθηγητήν καὶ τῶν μονοτρόπων ἀπλανέστατον ὁδηγόν, στέψωμεν τοῖς ἴοις, ᾀσμάτων μελιῤῥύτων, Παχώμιον τὸν πάνυ καὶ πνευματέμφορον.

Εὐσεβείας ἄστρον νεολαμπές, μετανοίας βάθρον ἀδιάσειστον καὶ τερπνόν, νήψεως στρουθίον, Παχώμιον τὸ νέον, Ὁσίων Χίου κλέος, ἐγκωμιάσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.  
Σκήτεως δομῆτορ ἱερὲ, τῶν Τριῶν ἐν Χίῳ Πατέρων καὶ Παρθενῶνος σεπτοῦ, Κωνσταντίνου μάκαρος, κλεινὲ Παχώμιε, παῤῥησίαν πρὸς Κύριον, ὡς ἔχων μεγίστην, οἰάπερ διδάσκαλος πιστῶν θειότατος, πρέσβευε Χριστῷ τῷ Σωτῆρι, ῥύεσθαι κινδύνων ἀνάγκης καὶ ἁπάσης θλίψεως σοὺς πρόσφυγας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Χαιρετισμοί εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Παχώμιον τον αρτίως εν Χίω ασκήσαντα