Παρακλητικός Κανών εις τον Όσιο Προκόπιο τον δια Χριστόν Σαλό
Ποίημα Αντωνίου Μάρκου Καθηγητού Αγιολογίας
†Εορτάζεται στις 21 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Προκοπίῳ τῷ ἐκ Κυρίου λαβόντι, τήν θείαν χάριν τοῦ ἀποτρέπειν τήν μῆνιν τῶν καταιγίδων, δεῦτε νῦν προσπέσωμεν πάντες οἱ τόν κίνδυνον καταιγίδος ὁρῶντες, νῦν ἐπερχόμενον ἐφ’ ἡμᾶς τούς ὀδύνῃ αὐτῷ βοῶντας· Πάτερ τῶν πιστῶς μή ἐπιλάθου εὐφημούντων τόν βίον σου.
Δόξα. Καί νῦν. Θεοτοκίον. Ὁ αὐτός.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ παγίδων, πάσης περιστάσεως καί ἀπειλῆς καταιγίδος· Σύ γάρ ὑπάρχεις Μήτηρ τοῦ Θεοῦ καί τῶν Σῶν τέκνων προστάτης καί πρόμαχος.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς ἐν τοῖς Θεοτοκίοις· ΑΝΤΩΝΙΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πανάγιε Κύριε Ἰησοῦ, φωτός ταῖς ἀκτῖσι ταῖς τοῦ Πνεύματος τήν ἐμήν διάνοιαν φώτισον Σοῦ δούλου, ἵνα τήν Σήν κρούσω τήν θύραν τήν εὔσπλαχνον.
Προκόπιος ὤφθης ὡς ἀληθῶς, προκόψας ἐν βίῳ τόν σόν ἔξηχον Ἀθλητά, Προκόπιε διό δεόμεθά σου ἐξ ἀπειλῆς καταιγίδος ἀπάλλαξον.
Προκόπιε ἔξηχε ἐκτενῶς δέησιν προσάγων, μὴ ἐλλείπης τῷ Λυτρωτῇ, κινδύνου χαλάζης διασῶσαι, τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.
Θεοτοκίον.
Ἀνάρχου Μητέρα Σε ἀληθῆ Χριστοῦ τοῦ Σωτῆρος, ἐπιστάμενος ἐκ ψυχῆς, τῇ Σῇ προστασίᾳ Κόρη σπεύδω, ὡς ἂν ῥυσθείην καιροῦ μεταπτώσεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ἀπαλλαγήν καταιγίδος καὶ ἀπό ταύτης τήν λύτρωσιν, ζῆλον πρὸς τὰ κρείττονα θεῖον αἴτει ἑκάστοτε ἡμῖν δωρήσασθαι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος, Ὅσιε Προκόπιε, τοῖς σὲ γεραίρουσι.
Ἐν πολλῇ καρτερίᾳ τὴν σὴν ζωὴν ἤνυσας, ἐν τῷ τῆς σαλότητος δρόμῳ, Πάτερ Προκόπιε· διὸ ἀπάλλαξον ἡμᾶς ἀπό καταιγίδος, κεραυνοῦ καί πτώσεως λίθων, μακάριε.
Γηραλέοις οἱ νέοι καὶ μετ’ ἀνδρῶν γύναια, τοῖς τε γηγενέσιν οἱ ξένοι ὁμονοήσαντες, πάντες τιμήσωμεν, Προκόπιον ἐν ὕμνοις· ἐν Ῥωσίᾳ ὤφθη γάρ λύχνος τῆς Χάριτος.
Θεοτοκίον.
Ναός τοῦ μόνου Δεσπότου ἀναδειχθεῖσα Πανύμνητε, δόλους καί παγίδας καί λόχους ἀρχαίου δράκοντος σύντριψον, Δέσποινα, τῇ κραταιᾷ Σου πρεσβείᾳ, σκέπουσα καὶ σώζουσα τοὺς Σὲ δοξάζοντας.
Διάσωσον ἐκ καταιγίδος τῇ σῇ πρεσβείᾳ καὶ ἐκ πάσης τοῦ δυσμενοῦς ἐπιθέσεως τοὺς σὲ τιμῶντας, Προκόπιε θεοφόρε.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ προστρέχοντες ῥυσθείημεν ἐκ πάσης ὀργῆς καὶ βλάβης ἀπό φύσεως καὶ τῶν ἐκ ταύτης θλίψεων, Προκόπιε Σαλῶν ὡράϊσμα· σὲ γὰρ μεσίτην πρὸς Χριστόν ἀεὶ οἱ τιμῶντές σε κεκτήμεθα.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ὀρθοδόξων προστάτην, τῆς Ῥωσίας γόνον τόν ἐνδοξότατον, ἀνυμνήσωμεν θεόφρονες, τόν Χριστοῦ Σαλόν Προκόπιον.
Σῶσον, Πάτερ, τούς θείᾳ τῇ νῦν εἰκόνι σου κύπτοντας καί δυνάμει τῇ τοῦ Πνεύματος, ῥῦσαι καταιγίδος ἐπιθέσεως.
Ἀνωτέρους διάσωζε τῶν κατὰ τὸν βίον ποικίλων θλίψεων, ἀξιάγαστε Προκόπιε, τοὺς ἐκδεχομένους τὴν σὴν εὔνοιαν.
Θεοτοκίον.
Τεῖχος φάνηθι, Δέσποινα, καί τήν μητρικήν Σου ἀγκάλην ἄνοιξον, τήν βεβαίαν Σου παρέχουσα σώζουσαν ἡμᾶς θερμήν ἀντίληψιν.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὦ τῆς πρός ἡμᾶς τοῖς προσπίπτουσι σῇ χάριτι, ἐπομβρίας οὐρανίου ἱλασμοῦ, τοῖς ἱκέταις σου, Προκόπιε θεόληπτε.
Βίον ἀσφαλῆ ταῖς εὐχαῖς σου ἡμῖν δώρησαι, τοῦ Βελίαρ καταργῶν τάς προσβολάς, ὡς Κυρίῳ εὐαρεστήσας, Πάτερ Ἅγιε.
Κάλυψον ἡμᾶς ἀπό πληγῶν θείαις πρεσβείαις σου, τούς προστρέχοντας σῇ σκέπῃ τῇ σεπτῇ καί ἀντιλήψει σου τῇ θείᾳ, Πάτερ Ὅσιε.
Θεοτοκίον.
Ὦ τῆς ὑπέρ νοῦν, Θεοτόκε, προστασίας Σου, δι’ ἧς φθορᾶς καὶ πολυτρόπων συστροφῶν , τὴν ζωήν ἡμῶν φυλάττεις ἀπαράτρωτον.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἀρθίει ἀφ’ ἡμῶν καταιγίδος ἅπας κίνδυνος, τῇ πρεσβείᾳ τοῦ Σαλοῦ Προκοπίου, τοῦ τῶν πιστῶν ἱλαροῦ ποδηγέτου, τῶν ἐν ἀνάγκαις προθύμου ἀντιλήπτορος, τῶν προσπιπτόντων ἐπ’ αὐτῷ καί ἐκζητούντων αὐτοῦ τήν βοήθειαν.
Νενίκηται ὁ καθ’ ἡμῶν ἔσχατος κίνδυνος, ἀπό ὀργῆς καταιγίδος καί ὄμβρου· ὡς εἰληφώς γάρ Προκόπιε χάριν τοῦ ἀποτρέπειν αὐτῶν τήν ἐπίθεσιν, τήν ἐξ αὐτῶν καταστροφήν καί πᾶσαν ἄλλην διώκεις σκοτόμαιναν.
Ἆρον τόν κλοιόν πειρασμῶν, Πάτερ Προκόπιε, σαῖς ἐμπύροις πρός τόν Κύριον πρεσβείαις· θαυματουργεῖν γάρ ἐκομίσω τήν χάριν καί δωρεάν τήν τοῦ Πνεύματος, Ὅσιε· διό ὡς προστάτης ἀληθῶς, ἀπό κινδύνων τῶν ἐκ φύσεως πέφηνας.
Θεοτοκίον.
Ναῷ Σου θείῳ προσφεύγομεν, Κόρη, καί μετά πίστεως οἱ δούλοι Σου βοῶμεν· Χριστόν δυσώπει Σοῦ δεόμεθα, Μῆτερ, τοῦ ἐλεῆσαι ἡμᾶς τούς προστρέχοντας, ὑπό τήν σκέπην τήν σεπτήν Σοῦ τῆς Μητρός Του, Μαρία Θεόνυμφε.
Διάσωσον ἐκ καταιγίδος τῇ σῇ πρεσβείᾳ καὶ ἐκ πάσης τοῦ δυσμενοῦς ἐπιθέσεως τοὺς σὲ τιμῶντας, Προκόπιε θεοφόρε.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Σαλῶν ἱερὸν ἐγκαλλώπισμα, Ὅσιε ἄνερ τοῦ Κυρίου Προκόπιε, τῆς φύσεως τῆς μανίας ἀπάλλαξον καὶ τῶν ἐκ ταύτης δεινῶν ἀπολύτρωσαι, ὡς μέγας ἡμῶν πρόμαχος Ἅγιε.
Οἱ Ἀναβαθμοί· τό α΄ Ἀντίφωνον τοῦ δ΄ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Προκόπιον, τόν τῆς Ῥωσίας ἀστέρα, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά πίστεως· τῷ Θεῶ οὗτος γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος· καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν· χαῖρε αὐτῷ βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ παρατάξεως ἄνερ τιμιώτατε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σὲ ἐθαύμασαν πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, ἄνερ σοφώτατε, πῶς ἐν τῇ σαρκί σου τὰς φάλαγγας δαιμόνων διαλύσας ἐκραύγαζες• ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Ὦ τοῦ θαύματος, Πάτερ, ὡς παλάτιον τρώγλην ἡγήσω Ἅγιε, τὴν πέτραν ὡς παστάδα, τὰ ῥάκη ὡς πορφύραν καὶ γηθόμενος ἔψαλλες• ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Μέγιστα ἐργάζῃ καί μετά σήν λῆξιν, Πάτερ Προκόπιε, θαύματα καί σημεῖα τεράστια τοῖς πᾶσι, τοῖς μετά πόθου κραυγάζουσι· ὁ Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Θεοτοκίον.
Ἴδε ἡμῶν, Κυρία, τήν θλίψιν καί τόν πόνον· χεῖρας Υἱῷ Σου καί Θεῷ, ἀνάτεινον, Παρθένε, ψυχάς πεπυρωμένας, ἀπολυτροῦσα βοώντων Σοι· χαῖρε οὐράνιε λιμήν, πάντων τῶν σωζομένων.
ᾨδή η΄. Τόν Βασιλέα.
Ἐκ καταιγίδος καί τῶν ἐκ ταύτης κινδύνων, συμπαθῶς ῥῦσαι ἡμᾶς, ὦ Πάτερ, ὡς λαβών τήν χάριν αὐτήν παρά Κυρίου.
Προστάτης πάντων σὺ τῶν πιστῶν ὑπάρχεις, τῶν ὑμνούντων σε καὶ ἀνευφημούντων, πάντας διασῴζων ἀπό θυέλλης βλάβης.
Τήνδε πληροῦντες ᾠδήν τοῦ Προκοπίου, ἐλπίζομεν τυχεῖν αὐτοῦ πρεσβείαις, τοῦ ἐν μετανοίᾳ καί ἐπιγνώσει τέλους.
Θεοτοκίον.
Ὁρᾶν, Παρθένε, ψυχῆς μου τήν σκοτίαν , ἀξίωσον Σύ, Φωτός ἀκτίστου Μῆτερ, τοῦ Σοῦ δεομένου τυχεῖν θείου ἐλέους.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἴδε μου τήν πτωχείαν τοῦ ταῦτα στιχουργοῦντος καί σαῖς πρεσβείαις πρός Κύριον, Ἅγιε, ἐμὴν ψυχὴν καταπλούτισον Πνεύματος χάρισι.
Εὐχαῖς σου τάς σειράς μου τῶν πταισμάτων λῦσον καί τό χειρόγραφον, μάκαρ, διάῤῥηξον τῆς ἁμαρτίας, τοῦ τήν σήν ἁγίαν μνήμην πᾶσι κηρύττοντος.
Μεγίστων χαρισμάτων, μέτοχος ὑπάρχων, μεγίστων πόνων καὶ θλίψεων λύτρωσαι, σεπτέ Προκόπιε τοὺς ἀνυμνοῦντάς σε.
Θεοτοκίον.
Ὑπέρ ἡμῶν μή παύεις, Παρθένε Θεοτόκε, σύν Προκοπίῳ Κυρίῳ πρεσβεύειν ἀεί, ἵνα δωρήσηται πᾶσι, πταισμάτων ἄφεσιν.
Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις ὁ Ῥωσίας γόνος λαμπρός, τῆς πόλεως Οὔστιουγκ πολιοῦχος καί βοηθός· πάντων Ὀρθοδόξων τῶν ἐπικαλουμένων τήν σήν θερμήν πρεσβείαν καί τήν ἀντίληψιν.
Προκόπιε Πάτερ ἡμῶν σεπτέ, τούς σοί προσφυγόντας σπεῦσον τοῦ σῶσαι τῶν πονηροῦ προσβολῶν ματαίων καί τείχισον εὐχαῖς σου πάντας τούς Ὀρθοδόξους, Ῥώσους τε καί Ἕλληνας.
Θαυμάτων ποικίλων τόν αὐτουργόν, σημείων, τεράτων καί ἰάσεων θαυμαστῶν ποιητήν, τόν θεῖον Προκόπιον τιμῶμεν, αὐτοῦ τήν θείαν χάριν ἐπικαλούμενοι.
Πυράγρας τάς τρεῖς ἐν τῇ σῇ χειρί κρατών, τῆς Τριάδος ὑπενφαίνεις τῆς Ἱερᾶς μυστήριον, Πάτερ, καί δύναμιν κηρύττεις πᾶσι τοῖς δεομένοις, σαλέ Προκόπιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ προστασίᾳ θεόφρον, καὶ αἰτουμένους σε, πάσης περιστάσεως καὶ χαλεπῶν συνοχῆς καὶ κινδύνων καὶ θλίψεων καὶ νόσων ποικίλων, ἀσινεῖς διάσωσον ταῖς ἱκεσίαις σου· σὺ γάρ βοηθὸς ἐν ἀνάγκαις ὤφθης τοῖς θερμῶς σε ὑμνοῦσιν, τοῦ Χριστοῦ Σαλέ θεῖε Προκόπιε.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Ἀντώνιον σκέπε σαῖς ἱκεσίαις, Πάτερ,
οὗ δέησιν ἁπλήν, πλήν ἐκ καρδίας, δέχου.