Παρακλητικός Κανών εις τον Νέο Οσιομάρτυρα Προκόπιο ο Ιβηροσκητιώτης ο εν Σμύρνη Μαρτυρήσαντα
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης
†Εορτάζεται στις 25 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξής·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τὸν Ἀθλητὴν τῆς εὐσεβείας τὸν μέγαν, τῆς ἀληθείας τὸν στεῤῥότατον πύργον, ὁμολογίας σάλπιγγα καὶ λύχνον φωτός· ᾄσμασιν αἰνέσωμεν, τὸν Προκόπιον δεῦτε, τούτου μακαρίζοντες, τοὺς γενναίους ἀγῶνας· Ὁσιομάρτυς λέγοντες Χριστοῦ, ἡμᾶς τῇ πίστει, τῇ θείᾳ στερέωσον.
Δόξα.
Τοῦ Προκοπίου τῇ εὐσήμῳ ἡμέρᾳ, τῆς ἑορτῆς συνεπιχαίρουσιν ἅμα, τὰ τῶν Μαρτύρων τάγματα, Ὁσίων χοροί· Βάρνας τὰ περίχωρα, μητρικῶς τε σκιρτῶσι, χαίρει τοῦ Προδρόμου τε, ἐν τῷ Ἄθῳ ἠ Σκήτη, καὶ ἐξαιρέτως Σμύρνη εὐδοκεῖ, τούτου τὸ αἷμα, ὡς πλοῦτον κατέχουσα.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Προκόπιον Ὁσιομάρτυρα, σέβω. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Προκόπιον ἔνδοξον Ἀθλητήν, τῆς πίστεως βάσιν, τῆς ἀνδρείας ὐπογραμμόν, Χριστοῦ τὸν γενναῖον στρατιώτην· Ὁσιομάρτυρα νέον τιμήσωμεν.
Ῥημάτων ἐνθέων σου ταῖς βολαῖς, ἐκρήμνισας ψεύδους, τὰ πυργώματα τὰ σαθρά, καὶ ὕψωσας πίστεως τὰ σκῆπτρα, ἀκαταγώνιστε Μάρτυς Προκόπιε.
Ὀνείρων ἀστάτων ὡσεὶ σκιάν, τοῦ κόσμου τὴν δόξαν, ἐθεώρεις καὶ τὴν τιμήν· διὸ εὐχερῶς αὐτὰς ἀφῆκας, καὶ τῷ Κυρίῳ προσῆλθες Προκόπιε.
Θεοτοκίον.
Κυρία καὶ Δέσποινα τοῦ παντός, Σὺ εἶ Παναγία, Θεονύμφευτε Μαριάμ· τὸν πάντων γὰρ Κτίστην καὶ Δεσπότην, μητροπρεπῶς ταῖς χερσί Σου ἐβάστασας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁλοτρόπως Κυρίῳ προσηλωθεὶς Ὅσιε, ἔστερξας ἐξ ὅλης καρδίας, Τούτου τὸ ὄνομα, καὶ ἐν τῷ Ἄθῳ ἐλθών, τῶν μοναζόντων τὸ σχῆμα, τὸ σεπτὸν ἐφόρεσας, θεῖε Προκόπιε.
Προκοπίου τοὺς ἄθλους τοὺς ἱεροὺς ἔστεψαν, τάξεις ἀσωμάτων Ἀγγέλων, καὶ ἐπεθαύμασαν, πῶς τῆς σαρκὸς ὑπερβάς, τὸ ἀσθενὲς ἐν ἀνδρείᾳ, τῆς ψυχῆς ἐφρόντισε, τὴν ἐπιμέλειαν.
Ἰοβόλου κακίαν τοῦ πτερνιστοῦ ἔθραυσας, ἔνδοξε Προκόπιε μάρτυς, τῇ καρτερίᾳ σου, καὶ τῇ ἀκάμπτῳ σπουδῇ, τοῦ θεαρέστου σου ζήλου, τὸν Σταυρὸν τὸν ἅγιον, ἔσχες γὰρ σύμμαχον.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα ἡ Σὴ γαστὴρ γέγονε, Ἄχραντε παρθένε Μαρία, θεοχαρίτωτε, τὸν Ποιητὴν τοῦ παντός, καὶ Βασιλέα τῶν ὅλων, ἐν αὐτῇ ἐχώρησας, θείῳ βουλήματι.
Ἐνίσχυσον, ἡμᾶς προκόπτειν ἐν ἔργοις τῆς εὐσεβείας, καὶ φυλάττειν συνειδητῶς Θεοῦ τὰ προστάγματα, Προκόπιε νέε Ὁσιομάρτυς.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν πίστιν Χριστοῦ ἀφρόνως ἣν ἠθέτησας, ἐν μέσῳ πολλῶν ἀνδρείως ὡμολόγησας, ἀθλητὰ Προκόπιε· μετανοίας ἄσειστον ἔρεισμα, τῆς καρτερίας ἔμψυχε εἰκών, τῆς θείας ἀγάπης ἡ ἀπόδειξις.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νηπιόφρονα τύραννον, τῇ θεοσοφίᾳ σου ἀπεμώρανας, ὁσιοάθλε Προκόπιε, ἀληθείας κήρυξ ἰσχυρόφωνε.
Οὐδαμῶς συνεχώρησας, μένειν ἐν τῷ πταίσματι τῆς ἀρνήσεως· ἀλλ’ ἠγέρθης ὦ Προκόπιε, σεαυτόν τε πάλιν ἐδιόρθωσας.
Σελασφόρος ὡς ἥλιος, ἐν τῇ Σμύρνῃ ἔλαμψας καὶ ἐφώτισας, Ἐκκλησίας τὰ πληρώματα, τοῖς γενναίοις ἄθλοις σου Προκόπιε.
Θεοτοκίον.
Ἰησοῦν τὸν Θεάνθρωπον, Παναγία Δέσποινα ἀπεκύησας, ἐν σαρκὶ καὶ ἡ ἁγνεία Σου, ὡς πρὸ τόκου ἔμεινεν ἀλώβητος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλῃ σου ψυχῇ, καὶ καρδίᾳ ὦ Προκόπιε, ἐστρατεύθης τῷ τῶν ὅλων Βασιλεῖ, καὶ ἀνεδείχθης, στεφανίτης ἀξιέπαινος.
Μάρτυς τοῦ Χριστοῦ, πολυθαύμαστε Προκόπιε, μετὰ δέους σοι προσπίπτω καὶ βοῶ· κατεύθυνόν μοι, ἐν Θεῷ τὰ διαβήματα.
Ἄγαμαι τὰς σάς, ἀριστείας ὦ Προκόπιε, ὅτι μέγας ἀνεδείχθης Ἀθλητής, καὶ τῆς ψυχῆς σου, ὑπερηύξησας τὰ τάλαντα.
Θεοτοκίον.
Ῥήσεις Προφητῶν, ἐπὶ Σοὶ Θεοχαρίτωτε, Παναγία εὗρον τέλος ἀσφαλές· ἐν Σοὶ γὰρ τόκος, καὶ ἁγνεία συνηρμόσθησαν.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὸ σῶμά σου, ἱερὲ Προκόπιε, διὰ πίστιν τοῦ Χριστοῦ τὴν ἁγίαν, ἣν ἀδαῶς, ἀπηρνήθης τὸ πρῶτον, εἰς πολυπλόκους βασάνους ἐξέδωκας, βοῶν Κυρίῳ τῷ Θεῷ· δι’ ἀγάπην τὴν Σὴν σφαγιάζομαι.
Ὑφάνθη σοι, εὐπρεπὲς ἱμάτιον, ὦ Προκόπιε θειότατε Μάρτυς, ἐν οὐρανοῖς· ἐπιγείου γὰρ δόξης, τὰς διακρίσεις ἐμφρόνως κατέλιπες, γνωρίσας ὅτι τοῖς πιστοῖς, ἐναπόκειται στέφος ἀμάραντον.
Ῥανίσι σου, τῶν αἱμάτων ἤρδευσας, ἱερώτατε Προκόπιε Μάρτυς, θεοπρεπῶς, τὰ ἐδάφη τῆς Σμύρνης, ἔνθα τῷ ξίφει τὴν κάραν σου τέτμησαι, γενόμενος ἀμνὸς Θεοῦ, τοῦ τῷ αἵματι κόσμον λυτρώσαντος.
Θεοτοκίον.
Ἀνύμφευτε, Θεοτόκε Δέσποινα, τῶν πιστῶν ἡ κραταιά προστασία, ῥῦσαι ἡμᾶς, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν ταῖς ἀμάχοις πρεσβείαις Σου, καὶ λύτρωσαι ἡμᾶς Ἁγνή, συμφορῶν ἐκ παντοίων καὶ θλίψεων.
Ἐνίσχυσον, ἡμᾶς προκόπτειν ἐν ἔργοις τῆς εὐσεβείας, καὶ φυλάττειν συνειδητῶς Θεοῦ τὰ προστάγματα, Προκόπιε νέε Ὁσιομάρτυς.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μαρτυρίαν τὴν κατὰ Θεὸν ἐναπέδωκας, ἐν τῷ μέσῳ τῶν ἀγαρηνῶν ὦ Προκόπιε, ἐναθλήσας καρτερικῶς γενναῖε Ἀθλητά· Χριστοῦ πίστιν γὰρ τὴν ἀληθῆ, δι’ ἀφροσύνης σκοτασμόν, ἣν ἠρνήθης τὸ πρότερον, ὕστερον ἀποθήκαις τοῦ θείου πνευματικοῦ σου, μετὰ συνέσεως πολλῆς, ἀδιστάκτως ὡμολόγησας.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. ι΄ 16-22).
Εἶπεν ὁ Κύριος· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ᾿Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίροις χαριτώνυμε, καὶ καρτερόψυχε Μάρτυς, ἱερὲ Προκόπιε, Ἀθλητῶν στεφάνωμα καὶ ἑδραίωμα· μοναστῶν σχῆμα γάρ, τὸ σεπτὸν καὶ μέγα, ἐν τῷ Ἄθωνι ἐφόρεσας, Χριστοῦ γενόμενος, θεία προσφορὰ καὶ εὐπρόσδεκτος, εἰς πλάνην ὀλισθήσας τε, πάλιν ἐν εὐθύτητι ἔφθασας, θείας Βασιλείας, ἣν πόνοις μαρτυρίου σου σεπτοῦ, καὶ τῶν αἱμάτων τοῖς ῥείθροις σου, ἀξίως ἐκέρδισας.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σελασφόροις ἀκτῖσι, τῶν ἐνθέων ἀγώνων σου, ὦ Προκόπιε, ἐφώτισας τὴν Σμύρνην, εἰς ἣν ὁμολογίαν, τὴν τῆς πίστεως ἔδωκας, καθωραΐσας λαμπρῶς, Χριστοῦ τὴν Ἐκκλησίαν.
Ἑκουσίᾳ σου γνώμῃ, πρὸς τὰ σκάμματα ἦλθες, τῆς θείας πίστεως, Προκόπιε Κυρίου, ἀνδρεῖε στρατιῶτα, καὶ ἀλύγιστος ἔμεινεν, ἡ καρτερία ἡ σή, πικραῖς ἐν ἀλγηδόσιν.
Βιαιότητα πᾶσαν, τῶν ἀθέων τυράννων, ἀπεσκοράκισας, στεῤῥὲ Ὁσιομάρτυς, καὶ νίκαις εὐπροσδέκτοις, ἀδειλάνδρως ἐδίδαξας, τῆς ἀληθείας Χριστοῦ, Προκόπιε τὸ σθένος.
Θεοτοκίον.
Ὡς ὑπέρτατος θρόνος, τοῦ Δεσπότου τῶν ὅλων, Θεοχαρίτωτε, Πανύμνητε Μαρία, ἐβάστασας χερσί Σου, τὸν Θεὸν τῶν Δυνάμεων· Ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν Σὲ τιμώντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδέαις πάσαις, τῶν ἀλγεινῶν ὁμιλήσας, θεοφόρε Προκόπιε μάρτυς, εὗρες εὐφροσύνης, τὸ κέρδος εἰς αἰῶνας.
Στρατολογίᾳ, τῇ ἱερᾷ ἠριθμήθης, ἐν τιμῇ τε καὶ δόξῃ πρεπούσῃ, δοῦλε τοῦ Κυρίου, Προκόπιε θεόφρον.
Ἱλαρωτάτῳ, καὶ φωτεινῷ σου προσώπῳ, ὦ Προκόπιε λύεις τὸ σκότος, καὶ καθωραΐζεις, τὰ πέρατα τοῦ κόσμου.
Θεοτοκίον.
Δικαίων τάξεις, καὶ Προφητῶν αἱ χορεῖαι, ἐπὶ Σοὶ Παναγία σκιρτῶσι, καὶ χαροπαρόχου, πληροῦνται εὐφροσύνης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς ὄρθρος ὡς ἡμέρα, θείας εὐλογίας, ἡ ἱερά σου ἐπέστη, ἡμῖν ἑορτή, Ὁσιομάρτυς Κυρίου, μάκαρ Προκόπιε.
Ῥιζόθεν τὰς ἀκάνθας, ἔτεμες τῆς πλάνης, μετὰ σπουδῆς φιλοτίμου, τὴν πίστιν Χριστοῦ, καλῶς Προκόπιε μάρτυς, φιλεργασάμενος.
Ἀνδρείᾳ σου φρονήσει, ἔφερες βασάνων, τῶν πολυπλόκων τὰ ἄλγη, Σταυρὸν τοῦ Χριστοῦ, ὡς κραταιότατον ὅπλον, ἔχων Προκόπιε.
Θεοτοκίον.
Σοὶ πρέπει ἐξαιρέτως, δόξα Θεοτόκε, καὶ Σοὶ ἁρμόζουσιν ὕμνοι, καὶ θεῖαι ᾠδαί· τὸν ὑπερύμνητον Λόγον, Σὺ γὰρ ἐκύησας.
Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις γενναιότατε Ἀθλητά, κλέος τῶν Ὁσίων, τῶν Μαρτύρων ἡ καλλονή· χαίροις ἀληθείας, ἰσχὺς κραταιοτάτη, τῆς πίστεως ὁ πύργος, θεῖε Προκόπιε.
Ἄγε δὴ φιλέορτοι ἐν χαρᾷ, ἄθλους Προκοπίου, Χριστομάρτυρος ἱεροῦ, στέψωμεν ἐν ὕμνοις, αὐτοῦ τε κατ’ ἀξίαν, τὸν ζῆλον εὐσεβείας, ἐπιζηλώσωμεν.
Ἴνδαλμα εἰδώλων τὸ ἀσταθές, πέπτωκεν εἰς χάος ἀπωλείας καὶ συντριβῆς, σοῦ ταῖς ἀριστείαις, Προκόπιε γενναῖε, καὶ πίστεως ὑψώθη, κέρας τὸ τίμιον.
Ῥείθροις τῶν αἱμάτων σου τῶν σεπτῶν, πόλις ἡ τῆς Σμύρνης, ἡγιάσθη θεοπρεπῶς, καὶ ἐν εὐφροσύνῃ, Προκόπιε σκιρτῶσα, τῆς νίκης σοι προσφέρει, τὰ βραβευτήρια.
Ἕνα ἐν προσώποις τρισὶ Θεόν, σέβω καὶ λατρεύω, συνδοξάζω καὶ προσκυνῶ, ἄναρχον Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Προκόπιε τυράννοις, ἔμπροσθεν ἔκραζες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, στρατιῶτα τοῦ Χριστοῦ, πίστεως ἁγίας τὸ σθένος, τῆς εὐψυχίας κανών, λύχνε ἱλαρώτατε, τῆς καρτερίας τε, τῆς ἀθλήσεως στάθμη τε, τῆς θείας ἀγάπης, πύργος ὑψηλότατος, καὶ ἀκαθαίρετος· χαίροις τῶν Ὁσίων τὸ σέβας, δόξα εὐκλεὴς τῶν Μαρτύρων, ἀξιομακάριστε Προκόπιε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.