Παρακλητικός Κανών εις τον Όσιον Σάββαν τον Νέο ο εν Καλύμνω
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 18 Απριλίου
Με βάση το Πάσχα
Εορτάζεται 14 ημέρες πριν το Άγιο Πάσχα.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος δ΄. Ὃ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κοινωνὸς τῶν ἀπ’ αἰῶνος Ὁσίων, καὶ τοῦ Σωτῆρος ϑεοφόρος ϑεράπων, καὶ Καλιμνίων μέγα καταφύγιον, δίδου τὰ αἰτήματα, τοῖς πιστῶς προσιοῦσι, Σάββα Πάτερ Ὅσιε, τῷ σεπτῷ σου λειψάνῳ, καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν, παρὰ Κυρίου, ἐξαίτει ἑκάστοτε.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.
Δίδου ὦ Σάββα ἡμῖν σὴν χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τοῦ Πνεύματος ἱερόν, Σάββα ϑεοφόρε, τὰς δεήσεις τῶν εὐσεβῶν, δέχου πατρικῇ σου συμπαϑείᾳ, καὶ πᾶσι δίδου τὴν χάριν σου Ὄσιε.
Ἰδού σοι προσήλϑομεν εὐλαβῶς, καὶ τῶν σῶν λειψάνων προσπτυσσόμεϑα τὴν σορόν, ὡς ἂν κομισώμεϑα ἐκ ταύτης, ἁγιασμὸν καὶ παϑῶν ἀπολύτρωσιν.
Δυνάμεις ϑαυμάτων ὡς ἐνεργῶν, ϑαυμάστωσον Πάτερ, τὴν σὴν χάριν καὶ ἐν ἐμοί, καὶ παῦσον ψυχῆς μου τὴν ὀδύνην, ὡς τοῦ Χριστοῦ μιμητὴς Σάββα Ὅσσιε.
Θεοτοκίον.
Ὄλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Ἀειπάρϑενε Μαριάμ, φωτὶ τῆς ϑερμῆς σου προστασίας, τὰ τῶν παϑῶν ἡμῶν νέφη διάλυσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπὸ πλήϑους πταισμάτων, καταθληϑεὶς γέγονα, δοῦλος τῶν παϑῶν ϑεοφόρε, νοῖ ἀγνώμονι, ἀλλ᾽ ἣ πρεσβείᾳ σου, ἐξαγαγέτω με Πάτερ, τῆς Παρούσης ϑλίψεως, καϑικετεύω σε.
Ὠς ϑερμόν σε προστάτην, καὶ βοηϑὸν ἕτοιμον, ἔχει σε προνοίᾳ Κυρίου, ἡ νῆσος Κάλυμνος, διὸ καὶ κράζει σοί, ἐκ πειρασμῶν καὶ κινδύνων, ἀσινῆ με φύλαττε, Σάββα μακάριε.
Στηριγμὸς κλονουμένων, ὡς ἀληϑῶς πέφηνας, Πάτερ ἐν ἐσχάτοις τοῖς χρόνοις, ἐν ϑείῳ Πνεύματι· διὸ κλονούμενον, κἀμὲ ἐχϑροῦ ἐπηρείαις, ἐν τῷ φόβῳ στήριξον, Σάββα τοῦ Κτίσαντος.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα, τὸν τοῦ παντὸς αἴτιον, καὶ μετὰ τὸν τόκον Παρϑένος ἄφϑορος μείνασα, Θεοχαρίτωτε, φϑοροποιῶν νοημάτων, τὴν ψυχήν μου λύτρῶσαι, τῇ σῇ χρηστότητι.
Διάσωσον, τοὺς προσιόντας τῇ ϑήκῃ τοῦ σοῦ λειψάνου, πάσης βλάβης καὶ συμφορᾶς Σάββα Ὅσιε, ὡς δεδεγμένος τὴν χάριν παρὰ Κυρίου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ϑερμός, καὶ ἀντιλήπτωρ μέγιστος, καὶ σκέπη στεῤῥά, τῶν Καλυμνίων πέφηνας· διὸ τὴν σὴν βοήϑειαν, καϑ᾽ ἑκάστην αἰτοῦμεν βοῶντές σοι. Μὴ παύσῃ διέπειν καὶ φρουρεῖν, ὦ Σάββα ἡμᾶς τοὺς σὲ γεραίροντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Βοηϑὸς ἐν τοῖς ϑλίψεσι, καὶ ἐν τοῖς κινδύνοις ῥύστῆς ὀξύτατος, Πάτερ Σάββα ἔσο πάντοτε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Βρύει χάριν ἀέναον, ἡ τοῦ σοῦ λειψάνου ϑήκη μυρίπνοος, καὶ ἰᾶται Σάββα Ὅσιε, τὰ δυσώδη πάϑη ϑείῳ Πνεύματι.
Ἀσϑενοῦσι τὴν ἴασιν, δίδου Πάτερ Σάββα ὡς συμπαϑέστατος, καὶ κυβέρνα ἀσφαλέστατα, τοὺς ναυτιλλομένους τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, τὴν ἐσκοτισμένην ψυχήν μου πάϑεσι, τῇ πρεσβείᾳ σου καταύγασον, καὶ τῷ ϑείῳ φόθῳ με συνέτισον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, Καλυμνίων ὥφϑης Ἄγιε· διὰ τοῦτο ἀποδίωκε ἀεί, ἀφ᾽ ἡμῶν τὰ τοῦ ἐχϑροῦ πικρὰ σκάνδαλα.
Ἴασαι δεινάς, ἀσϑενείας Σάββα Ὅσιε, τῶν σπευδόντων τῇ ἁγίᾳ σου σορῷ, καὶ αἰτούντων τὴν ταχεῖάν σου ἀντίληψιν.
Νόσων χαλεπῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος, καὶ παντοίων ϑλιθερῶν ἐπιφορῶν, Πάτερ Σάββα ἀβλαθεῖς ἡμᾶς διάσωζε.
Θεοτοκίον.
Σκέπη ἀσφαλής, τῶν ἀνθρώπων καὶ διάσωσμα, τῶν ποικίλων τοῦ ἐχϑροῦ ἐπιβουλῶν, σκέπασόν με Θεοτόκε τὸν ἱκέτην σου.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἡγίασεν, ἐν ἐσχάτοις σε χρόνοις, ὃν ἐδόξασας Θεὸν τῷ σῷ βίῳ, Σάββα ϑεόφρον· διὸ ἁγιάζεις, ἁγιασμῷ τοῦ ἁγίου λειψάνου σου, τοὺς τρυχομένους χαλεπῶς, ἐναγέσι παϑήμασιν Ἄγιε.
Ναμάτων, πεπληρωμένος αὕλων, ϑεοδόξαστε πατὴρ ἡμῶν Σάββα, καϑάπερ ὕδωρ ζωῆς ἀναβλύζεις, τὸν γλυκασμὸν τῆς δοϑείσης σοι χάριτος, καὶ τὴν πικρίαν τῶν δεινῶν, ἐξ ἡμῶν ἀπελαύνεις ἑκάστοτε.
Χειρί σου, τῇ πατρικῇ ϑεοφόρε, ἀσφαλῶς τοὺς ἔν ϑαλάσσῃ κυβέρνα, καὶ δίδου εὔπλοιαν τούτοις παμμάκαρ, τρικυμιῶν καὶ κινδύνων ῥυόμενος, καὶ ἔσο Σάββα νοερῶς, κυβερνήτης αὐτοῖς ἀσφαλέστατος.
Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητὴν τετοκυῖα, ἐκλυτρούμενον ἡμᾶς τῆς κατάρας, εὐλογημένη Θεόνυμφε κόρη, ἁμαρτανόντων ϑερμὸν ἱλαστήριον, ἁμαρτιῶν μου τῶν πολλῶν, ἱλασμὸν καὶ τὴν ἄφεσιν αἴτησαι.
Διάσωσον, τοὺς προσιόντας τῇ ϑήκῃ τοῦ σοῦ λειψάνου, πάσης βλάβης καὶ συμφορᾶς Σάββα Ὅσιε, ὡς δεδεγμένος τὴν χάριν παρὰ Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Καλυμνίων ϑερμῶς προϊστάμενος, ὡς δοξασϑεὶς τῇ τοῦ Πνεύματος χάριτι, παρέχεις τοῖς χρήζουσι πάντοτε, τὴν σὴν ταχεῖαν ἐν πᾶσι βοήϑειαν· διὸ σε ὑμνοῦμεν Σάββα Ὅσιε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ὁ ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματϑαῖον.
Εἴπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαϑηταῖς· Πάντα μοι παρεδόϑη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Ὑἱὸν εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ Υἱὸς καὶ ὦ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι. κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐξ ὑμᾶς καὶ μάϑετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὄσίου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄστρον ὡς νεόφωτον, τῇ τοῦ Χριστοῦ Ἔκκλησίᾳ, ἐν ἐσχάτοις ἔτεσι, βίου καϑαρότητι Πάτερ ἔλαμψας, καὶ φωτὶ Ὅσιε, τῶν σῶν ϑαυμασίων, ἀπελαύνεις τὴν σκοτόμαιναν, παϑῶν καὶ ϑλίψεων, τῶν προσπελαζόντων τῇ σκέπῃ σου, καὶ νέμεις τοῖς αἰτοῦσί σε, χάριν καὶ ὑγείαν καὶ ἔλεος· διό σοι βοῶμεν. Μὴ παύσῃ ἵκετεύων τὸν Χριστόν, Σάββα ϑεόφρον μακάριε, ὑπὲρ τῶν τιμώντων σε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ρέει ἄφϑονος χάρις, ἐκ τοῦ ϑείου λειψάνου σου Σάββα Ὅσιε, καὶ παύει τὰς ὀδύνας, καὶ λύει ἀῤῥωστίας, καὶ παρέχει ἑκάστοτε, τοῖς προσιοῦσι πιστῶς, χαρὰν καὶ εὐφροσύνην.
Ἰατρεύσας τὴν χεῖρα, τὴν ξηρὰν τοῦ γυναίου τοῦ προσελϑόντος σοί, ἰάτρευσον παμμάκαρ, κἀμοῦ τοῦ σοῦ ἱκέτου, τῆς ψυχῆς τὰ συντρίμματα, καὶ καχεξίας δεινάς, πικρῶς με τυραννούσας.
Νοσημάτων παντοίων, ϑεραπεύεις τοὺς πίστεί σοι καταφεύγοντας, καὶ λύεις Πάτερ Σάββα, δεινὴν δυσηκοΐαν, καὶ ψυχῶν τὴν κατήφειαν, τῶν ἐκβώντων ϑερμῶς, τὸ ϑεῖον ὄνομά σου.
Θεοτοκίον.
Γνώρισόν μοι τὴν τρίβον, τὴν σωτήριον Κόρη ἐν ἧ πορεύσομαι· δεινῶς γὰρ ἐπλανήϑην, τῶν ϑείων ἐνταλμάτων, ἀλλά συ μὲ ἀνϑέλκυσον, καὶ πρὸς ὁδὸν ἀσφαλῇ, ἴϑυνον τὴν ζωήν μου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔκ πάσης νήσου, τοὺς καταφεύγοντας Πάτερ, τῷ λειψάνῳ σου εὐλόγει οὐρανόϑεν, καὶ χορήγει τούτοις, ὦ Σάββα τὰς αἰτήσεις.
Ῥῶσιν εὑρίσκει, πᾶς προσιὼν τῇ σῇ ϑήκῃ, Σάββα Ὅσιε καὶ οἴκοι ἐπιστρέφει, πλήρης εὐφροσύνης, κηρύττων σοὶ τὴν χάριν.
Ἄνωϑεν σκέπε, τὴν σὴν Μονὴν ϑεοφόρε, καὶ τὴν Κάλυμνον σύμπασαν τὴν σὴν νῆσον, ἣν παρὰ Κυρίου, ὡς σχοίνισμα ἐκτήσω.
Θεοτοκίον.
Σαρκὶ τεκοῦσα, τὸν Ὑπερούσιον Λόγον, ἀειπάρϑενε Μαρία Θεοτόκε, τοῦτον ἐκδησῶπει, εἰρήνην δοῦναι κόσμῳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺς ἡ προϊοῦσα, ἐκ τοῦ σοῦ λειψάνου, τὰς ἀσϑενείας ἰᾶται ἑκάστοτε, τῶν προσιόντών σοι Σάββα θερμῆς ἐκ πίστεως.
Μὴ παύσῃ προστατεύων, ταύτης σου τῆς νήσου, τῆς πλουτησάσης τὸ ϑεῖόν σου λείψανον, καὶ κεκτημένης σὲ Σάββα μέγα προσφύγιον.
Ὁ μέγας τῆς Καλύμνου, ῥύστης καὶ προστάτης, τοὺς Καλυμνίους τὰ τέκνα σου Ὅσιε, οἷα πατὴρ πάσῃ ὥρᾳ σκέπε φιλόστοργος.
Θεοτοκίον.
Ὕπέραγνε Μαρία. Κεχαριτωμένη, τοῦ Ποιητοῦ καὶ κτισμάτων μεϑόριον, τῆς αἰωνίου με δόξης μέτοχον ποίησον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἐκκλησίας νέος ἀστήρ, τῆς Θράκης ὁ γόνος, καὶ Καλύμνου ἡ καλλονή, Σάββα ϑεοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ πάντων τῶν Ἀγίων, ὁ ἰσοστάσιος.
Ὅλῃ τῇ καρδίᾳ καὶ τῇ ψυχῇ, Χριστὸν ἀγαπήσας, ὥφϑης ἔνϑους τῇ ἀρετῇ, καὶ σαὐτὸν καϑάρας, προσύλου προσπαϑείας, τοῦ Πνεύματος ἐγένου, σκεῦος πολύτιμον.
Βρύει τῶν λειψάνων σου ἡ σορός, χάριν ἰαμάτῶν, χορηγίᾳ τῇ ϑεϊκῇ, ὅϑεν Πάτερ Σάββα, οἱ ταύτῃ προσιόντες, κομίζονται ὑγείαν, ψυχῆς καὶ σώματος.
Χαίροις τῆς Καλύμνου ϑεῖος πυρσός, καὶ Δωδεκανήσου, ἐγκαλλώπισμα ἱερόν, καὶ τῆς ἐν τῷ Ἄϑῳ, Σκήτης Ἄγίας Ἄννης, βλαστὸς ὁ ϑεοφόρος, Σάββα πανόσιε.
Χαίρει ἡ Μονή σου ἣ ἱερά, ἔχουσα ἐν κόλποις, τοῦ λειψάνου σου τὴν σορόν, Σάββα ϑεοφόρε, καὶ εὐλαβῶς βοᾷ σοι· ὁδήγει καὶ νῦν Πάτερ, ἡμᾶς πρὸς Κύριον.
Τοὺς ναυτιλλομένους καὶ ἐν μακρᾷ, πλέοντας ϑαλάσσῃ, διαφύλαττε ἀβλαβεῖς, καὶ τοῖς ϑλιθομένοις, καὶ πάσχουσι ποικίλως, δίδου ὦ Πάτερ Σάββα, τὴν σὴν βοήϑειαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, Πάτερ τῷ σεπτῷ σου λειψάνῳ, σκέπε καὶ φύλαττε, πάσης περιστάσεως, καὶ πειρασμῶν χαλεπῶν, τοῖς ἐν βίῳ δὲ κάμνουσι, καὶ πάσχουσι μάκαρ, δίδου τὴν ἐκλύτρωσιν, ὡς συμπαϑέστατος, πάντας δὲ τοὺς πλέοντας σκέπε, τῶν ἐν τῇ ϑαλάσσῃ κινδύνων, ϑεοφόρε Σάββα τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν
Δίστιχον·
Δέξαι καὶ τήνδε παράκλησιν ὦ Σάββα
Ἣν εὐλαβῶς σοι Γεράσιμος προσάγει.