Παρακλητικός Κανών εις τον Όσιο Σιλουανό τον Αθωνίτη

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται 24 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ νοῦν κρατήσας εἰς κατώτατα ᾄδου, καὶ ἀνελθὼν τῇ ταπεινώσει εἰς ὕψος, θεωριῶν τῇ Χάριτι σεπτὲ Σιλουανέ, δέχου τοὺς προστρέχοντας, πατρικαῖς σου πρεσβείαις, δίδου πεῖραν Πνεύματος, λογισμὸν μετανοίας, ὅπως τῇ γνώσει Πάτερ τοῦ Θεοῦ, ἀξιωθῶμεν, τῆς ἄνω συστάσεως.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Διψητικῶς ἀξίωσον, ζητεῖν Θεόν, ὦ Πάτερ. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Διψῶντες τὴν Χάριν τοῦ Ἰησοῦ, προστρέχομεν πίστει, σοὶ ὦ Πάτερ Σιλουανέ, πρεσβείαις ἁγίαις οὖν χορήγει, τὰς δωρεὰς καὶ ἡμῖν θείου Πνεύματος.

Ἱλέωσαι Πάτερ τὸν ἀγαθόν, Δεσπότην καὶ δίδου, τῆς εἰρήνης ἐγκαινισμόν, καρδίαις ζητούσαις τὴν γαλήνην, ἥνπερ παρέχει τὸ Πνεῦμα τὸ Ἅγιον.

Ψυχὰς ἀποκάθαρον τῶν παθῶν, τρισόλβιε Πάτερ, καὶ οἰκίας φωτολαμπεῖς, ἀνάδειξον ταύτας Παρακλήτου, ὡς τὴν ψυχήν σου τελείως ἐκάθηρας.

Θεοτοκίον.
Ἣν ἔσχες ταπείνωσιν ἀληθῆ, Παρθένε παράσχου, σοῖς οἰκέταις ἐγκατοικεῖν, γενέσθαι δὲ πάντας κατὰ χάριν, τοῦ γλυκυτάτου Υἱοῦ σου σκηνώματα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὴν σφοδράν σου ἀγάπην, πρὸς τὸν Θεὸν ἔδειξας, διὰ μετανοίας ἀρίστης, μακαριώτατε, ὅρον σου θέμενος, μὴ προσβαλεῖν Τούτῳ ἔτι, ἑκουσίῳ πταίσματι ἢ παραπτώματι.

Ἰησοῦ ἐπικλήσει, τῇ ζωηρᾷ σέσωσαι, ὅτε ὁ λυττώτων σοι κύων, Πάτερ προσήγγισε· διό με λύτρωσαι, ἐκ τοῦ κυνὸς διαβόλου, προσευχὴν διδάσκων μοι, τὴν ἀδιάλειπτον.

Κεκμηκότα με Πάτερ, ἐκ πονηρῶν πράξεων, στῆσον καὶ ἀνόρθωσον πάλιν, τῇ μεσιτείᾳ σου· σὺ γὰρ φιλάνθρωπα, ἐκ δωρεᾶς ἔχεις σπλάγχνα, ἅπερ μοι ἐπίδειξαι, ἵνα δοξάζω σε.

Θεοτοκίον.
Ὡς τὸν ὄφιν Παρθένε, τὸν πονηρὸν ἤλασας, ἀπὸ Συμεὼν ἐνυπνίῳ, πάντοτε δίωκε, ἀπὸ καρδίας μου, τὰς ἀκαθάρτους ἐννοίας, σκεῦος καθαρώτατον, ἀποδεικνῦσά με.

Διάσωσον, Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ φύλαττε αὐτούς, ἐν τῇ χάριτι Κυρίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείας τὰς σὰς, πλουτοῦντες παμμακάριστε, κινδύνων ἀεί, λυτρούμεθα οἱ δοῦλοί σου, καὶ Θεὸν γνωρίζοντες, διὰ χάριτος ὁσιώτατε, Σιλουανὲ ἐκ ψυχῆς, τὸν ὕμνον σοι ἀναπέμπομεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σταθερὰν ὡς ἐπέδειξας, ἔφεσίν σου Πάτερ ἀφιερώσεως, οὕτω πάντοτε τὸν δοῦλόν σου, πολιτεύεσθαι Θεῷ ἀξίωσον.

ᾍδου Πάτερ ἐκύκλωσαν, φλόγες τὴν καρδίαν μετανοοῦσάν σου, ὧν με λύτρωσαι τὸν τάλανα, δροσισμὸν παρέχων θείας Χάριτος.

Ξένος γέγονας Ὅσιε, τὸν σταυρὸν ἀράμενος θείου Σχήματος, τὸν Χριστὸν οἰκεῖον ἔχων σοι, ᾦ με παῤῥησίᾳ σου οἰκείωσον.

Θεοτοκίον.
Ἱερὸν ὡς ἀνάθημα, δέδεξαι Παρθένε ἐν θείῳ Ἄθωνι, τὸν σὸν δοῦλον κατασκέπουσα, μητρικῇ σου σκέπῃ, ᾗ με σκέπασον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθη σοι Χριστός, τῷ πολέμῳ ἀτονήσαντι, καὶ ψυχῆς ἠλλοίωσε ἰσχύν, ὃν ἀτονοῦντι, ἀντιλήπτορα παράσχου μοι.

Σῶμα καὶ ψυχή, εἰληφότα θείαν ὅρασιν, ἀνεώθησάν σου Πάτερ εὐθύς, κἀμοῦ κραυγάζω, ἀνανεούσθω ἔσω ἄνθρωπος.

Ὄμμα νοερόν, ὥσπερ Ἄγγελος ἐτήρησας, ἐν ἀγρυπνίαις ἐκτηκόμενος, καὶ νήψει Πάτερ· διό με νήφειν καταξίωσον.

Θεοτοκίον.
Νέωσον τὸν νοῦν, καὶ καρδίαν μου Θεόνυμφε, ἐγκατασπείρουσα τὸ σπέρμα εὐχῆς, ὡς εὐχομένῳ, τῷ Ὁσίῳ ξένως ἔσπειρας.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ζωήν σου, τοὺς ἀδελφοὺς οἰόμενος, δι’ ὧν εὕρισκες Θεὸν τὸν Πατέρα, Σιλουανέ διηκόνεις προθύμως, αὐτοῖς τὴν χάριν λαμβάνων τοῦ Πνεύματος· διὸ κἀμὲ παρακαλῶ, βλέπειν πάντας ὡς σὺ καταξίωσον.

Ἠλόγησας, τῆς φθαρτῆς σου φύσεως, καὶ ἀγῶνας ὑπὲρ μέτρον ἐτέλεις, φόβον ἐν νῷ, ἔχων μήπως ἐκπέσῃς, τῆς Ἰησοῦ ἀγαπήσεως Ὅσιε, ἧς πάντοτε ἐμὴν ψυχήν, ἐξαρτᾶσθαι εὐχαῖς σου μοὶ δώρησαι.

Τηρήσας σου, εἰς τοῦ ᾅδου πέταυρα, λογισμὸν μακαριώτατε Πάτερ, τῆς ἀγαθῆς τοῦ Σωτῆρος ἐλπίδος, μὴ μακρυνθῆναι ἠξίωσαι Ὅσιε· διὸ βοῶ σοι ἐκ ψυχῆς· ἐργασίαν τοιαύτην ἐργάζοιμι.

Θεοτοκίον.
Ἐλέους σου, μητρικοῦ ἀπήλαυσεν, ὁ θεράπων σου παρθένε Κυρία· καὶ γὰρ οὐδείς, μετὰ πόθου προσπίπτων, οὐκ ἂν κενὸς πορευθείη τῆς χάριτος, ἧς δέομαι ὁ ἀμελής, ἀπολαῦσαι ἐν βίῳ μου ἅπαντι.

Διάσωσον, Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ φύλαττε αὐτούς, ἐν τῇ Χάριτι Κυρίου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Διὰ πείρας μαθὼν τὰ θεῖα μυστήρια, τὴν ἀγάπην καλῶς, πρὸς πάντας ἐναπέδειξας, ἣν καὶ νῦν Σιλουανέ, τοῖς χρήζουσι πιστοῖς, καὶ προστρέχουσι τῇ σῇ, μεσιτείᾳ ἐπίδειξαι, πάθη ψυχῶν σωμάτων, πόῤῥω ἀποδιώκων, καὶ τὴν τοῦ Πνεύματος χαράν, παρέχων τὴν ἄμισθον.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνας, δρόμον τῆς ἀσκήσεως, Πάτερ ὁσιώτατε, διεπέρασας, καὶ δραγμοὺς Χάριτος, ἀποδρέψας πόθῳ, νῦν πλουτεῖς παναληθέστατα, τὴν ἑκατόμμοιραν, τοῦ Εὐαγγελίου ὡς εἴρηται· διὸ καὶ τοῖς προστρέχουσι, ῥείθροις τῶν ῥημάτων σου πάρεχε, δροσισμὸν καρδίας, καὶ τρόπους μετανοίας ἀψευδοῦς, Σιλουανὲ θείου Πνεύματος, κτῆτορ καὶ διδάσκαλε.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱερὰν πολιτείαν, τῶν μοναστῶν ᾔνυσας, Πάτερ ἐν πολλῇ κατανύξει, καὶ ἔχων πάντοτε, πρὸ τῶν ὀμμάτων σου, τὴν Παρουσίαν Κυρίου, ὃν κἀμὲ ἐνώπιον, βλέπειν ἀξίωσον.

Νοῦν τετήρηκας ξένον, τῶν κοσμικῶν πράξεων, καὶ θεωριῶν θεοφόρε, διὰ τοῦ Πνεύματος, συγκατερχόμενος, ταλαιπωρίαις τοῦ κόσμου, καὶ εὐχὰς ποιούμενος, ἃς καὶ νῦν ποίησον.

Θρηνωδίας παρῆλθε, τῆς τοῦ Ἀδὰμ Ὅσιε, χρόνος ὅτι νῦν ἀπολαύεις, οὗπερ ἐπόθησας· διὸ ὡς μείζονα, τὴν παῤῥησίαν νῦν ἔχων, τοῦ λαοῦ σου μνήσθητι, φιλοψυχότατε.

Θεοτοκίον.
Ἐν Σταυρῷ ἱσταμένη, ὠκεανὸν θλίψεως, Ἄχραντε ἐξέπιες ὅμως, χαρᾶς πεπλήρωσαι, ὅτε ἑώρακας, τὸν σὸν Υἱὸν ἀναστάντα, ἧς χαρᾶς ἀξίωσον, λαὸν ὑμνοῦντά σε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οὐρανωθέντες, χορὸς ἁπάντων Ἁγίων, ὑπὲρ κόσμου πρεσβεύετε ἀπαύστως, ἅμα συνευχέτῃ, Σιλουανῷ τῷ θείῳ.

Νίκην εὑρίσκει, ὁ ταπεινῶν ἕως τέλους, τὴν ὑψαύχενον διάθεσιν καρδίας, ἣν εὐχαῖς σου Πάτερ, εὕροιμεν ὑμνηταί σου.

Ὢ τῆς ἀφράστου, φιλανθρωπίας Δεσπότου, τοῦ παρέχοντος παράκλησιν τοῖς δούλοις, Χάριν Παρακλήτου, πρεσβείαις τῶν Ἁγίων.

Θεοτοκίον.
Πάλιν Παρθένε, προσπίπτοντά με προσδέχου, ἐξαιτούμενος Σὴν ἄμαχον πρεσβείαν, δι’ ἧς εὐελπίζω, τυχεῖν τῆς σωτηρίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγάπης τὸ ταμεῖον, σὲ καθικετεύων, Σιλουανὲ παμμακάριστε Ὅσιε, διπλῆν μοι ταύτην παράσχου, ταῖς μεσιτείαις σου.

Τὴν φύσιν ὑπερῆρας, Πνεύματι Ἁγίῳ, καὶ ὑπὲρ φύσιν ὡς Ἄγγελος ἔζησας, οὕτω βιοῦν ὑμνητάς σου, Πάτερ ἱκέτευε.

Εὐφραίνομαι τρισμάκαρ, βίον μελετῶν σου, καὶ τοῦ Κυρίου ὁρῶν μέγα ἔλεος, Σιλουανὲ ᾧ σωθῆναι, κἀμὲ ἀξίωσον.

Ῥημάτων ἀπορήσας, μίαν ἀνακράζω, φωνὴν ἱκέτιδα Πάτερ μακά-ριε, τὸν κόσμον ἅπαντα γνῶναι, Πνεύματι Κύριον.

Θεοτοκίον.
Αἰτοῦντί μοι τὸ φῶς σου, τῷ ἐσκοτισμένῳ, Φωτοκυῆτορ ἀκτῖνα κατάπεμψον, καὶ Βασιλείας φωτός με, μέτοχον ποίησον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν τῆς μετανοίας καθηγητήν, καὶ φωτὸς ἀκτίστου, ἀπλανέστατον μυητήν, Πνεύματος Ἁγίου, διδάσκαλον καὶ οἶκον, Σιλουανὸν ἐν ὕμνοις, ἀνευφημήσωμεν.

Ἔσπειρας ἐν δάκρυσι δαψιλῶς, Πάτερ θεοφόρε· ὅθεν δράγματα νῦν κρατῶν, ἀρετῶν τῶν θείων, χορήγει τοῖς αἰτοῦσι, Σιλουανὲ θεόφρον, καρποὺς τῆς Χάριτος.

Πνεῦμα τὸ Πανάγιον σαῖς εὐχαῖς, ἐγκαίνισον Πάτερ, τοῖς τιμῶσί σε εὐλαβῶς, καὶ τὸν κόσμον πάντα, ἀξίωσον πλησθῆναι, τῆς γνώσεως Κυρίου, μακαριώτατε.

Πίστει προσκυνοῦντας Σιλουανέ, λειψάνων σου θήκην, χαρισμά-ων ζωοποιῶν, πλήρωσον καὶ ζέσιν, ὑπάναψον ἀγάπης, ἵνα σε εὐγνωμόνως, πάντες δοξάζομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δός μοι, τὴν τοῦ Πνεύματος χαράν, δός μοι τῆς ἀγάπης ὦ Πάτερ, τὴν τελειότητα, δὸς ἐπιπόθησιν, τοῦ γλυκυτάτου Χριστοῦ, ἀρετῶν τὴν πληρότητα, ταπείνωσιν θείαν, ἵνα πνευματέμφορος, ὅλως δοξάζω σε, Ὄρους τοῦ Ἁγίου ἡ δόξα, καὶ τῆς Ἐκκλησίας τὸ στόμα, ὦ Σιλουανὲ θεομακάριστε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Πηγή