Παρακλητικός Κανών εις τον Όσιο Συμεών ο Μονοχίτων και Ανυπόδητος Ηγούμενος Ιεράς Μονής Φιλοθέου Αγίου Όρους
†Εορτάζεται στις 19 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σὲ τὴν θεόβρυτον πηγὴν τῶν θαυμάτων, καθικετεύομεν οἱ πάθεσι πλείστοις, κατασχεθέντες δοῦλοί σου ἐκ βάθους τῆς ψυχῆς, Ἅγιε βοῶμέν σοι, τῇ θερμῇ σου πρεσβείᾳ, τάχυνον ἐλέησον, κακωθέντας σοὺς δούλους, καὶ εἰρηναίαν αἴτησε ζωήν, ὅπως σωθέντες, σὲ πόθῳ δοξάζομεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς ἐκτηκόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω σωτηρίαν ἐπιζητῶ, ἐπικαλουμένῳ μοι παμμάκαρ, ἐμαῖς ὀδύναις καμφθεὶς ἐπιτάχυνον.
Λύτρωσαι τοὺς δούλους σου τῶν παθῶν, τῶν παρενοχλούντων, καθ’ ἑκάστην καὶ πρὸς βυθόν, δεινὸν ἀπωλείας συνελάσαι, μελλόντων Πάτερ τῇ πρεσβείᾳ σου.
Κτίστην τὸν τῶν ὅλων θαυματουργέ, μὴ ἐλλίπῃς ὅλως, ἱκετεύειν ὑπὲρ ἡμῶν, νόσῳ χαλεπῇ συνεχομένων, ἐξ ἧς ὀλέσθαι κινδυνεύομεν.
Θεοτοκίον.
Ἴασαι νοσοῦντας ἡμᾶς δεινῶς, τῆς θανατηφόρου, ἀσθενείας τῶν σαρκικῶν, ἁγνὴ ψυχικῶν τε παθημάτων, ὅπως πιστῶς Σε ἀεὶ μακαρίζομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰατῆρα παντοίων ἐπηρειῶν Ὅσιε, δόκιμον εἰδότες σε ῥύστην ἐπικαλούμεθα, τὴν σὴν ἀντίληψιν, τοῦ θεραπεῦσαι καὶ σῶσαι, τῇ θερμῇ πρεσβείᾳ σου, δούλους σου κάμνοντας.
Τὰς δεινὰς ἐπινοίας τῶν ὁρατῶν Ὅσιε, καὶ τῶν ἀοράτως προφθάσας ἐχθρῶν ἀπόσβεσον· τῇ μεσιτείᾳ σου, ἐππιστηρίζων τῷ φόβῳ, τοῦ Κυρίου ἔνδοξε, τοὺς ἀνυμνοῦντάς σε.
Τοὺς ἐν πίστει καὶ πόθῳ τὸ ἱερὸν Ὅσιε, λείψανον τιμῶντας τὸ θεῖόν σου καὶ πανίερον, κινδύνων λύτρωσαι, τῶν πειρασμῶν καὶ πανώλους, τὴν ἰσχὺν κατάλυσον, τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία Παρθένε τῶν Ἀθλητῶν καύχημα, καὶ τῶν ἱερῶν Ἀποστόλων τὸ σεμνολόγημα, τοὺς ἐν αἰνέσει Σε, χαρμονικῶς ἀνυμνοῦντας, ῥῦσαι ταῖς πρεσβείαις Σου, πάσης κακώσεως.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, φρουρός τε ἀκαταίσχυντος, ὑπάρχων Πατὴρ τῶν πίστει ἀνυμνούντων σε, ἐκ ψυχῆς βοῶμέν σοι· Συμεὼν μακάριε τάχυνον, καὶ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ περιπτυσσομένους τὴν θείαν κάραν σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πειρασμοῖς συνεχόμενοι, πάθεσι ποικίλοις τε παναοίδιμε, σοῦ δεόμεθα οἱ τλήμονες, ἐξαλεῖψαι τούτους τῇ πρεσβείᾳ σου.
Σοῦ δεόμεθα Ἅγιε, ἵλεων ποιῆσαι Θεὸν ὀργιζόμενον, καθ’ ἡμῶν τῶν παραβάντων αὐτοῦ, καὶ ἀτιμασάντων τὰ προστάγματα.
Ἰατῆρα εἰδότες σε, νόσων ἀλγεινῶν καὶ παθῶν χαλεπῶν, ἱκετεύομέν σε Ἅγιε, θεραπεῦσαι κάμνοντας τοὺς δούλους σου.
Θεοτοκίον.
Τὰς ψυχὰς ἡμῶν αὔγασον, τὰς ἐσκοτισμένας τοῖς πλημμελήμασι, ἡ τὸν Ἥλιον κυήσασα, τῆς δικαιοσύνης ἀειπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι δεινῶς, ἀσθενοῦντας τὴν ψυχὴν ἡμῶν, καὶ τὸ σῶμα τῇ πρεσβείᾳ σου διδοὺς ἡμῖν, ὑγείαν εἰρήνην καὶ ἔλεος.
Λῦσον τὴν ἰσχύν, τῆς δεινοῦ καὶ ὀλεθρίου ὀργῆς, τῆς πανώλους τῇ πρεσβείᾳ σου, διδοὺς ἡμῖν ὑγείαν, εἰρήνην καὶ ἔλεος.
Λύτρωσαι ἡμᾶς, τῆς ἐχθρῶν ἐπιβουλῆς καὶ ὁρμῆς, ἐπιμόνῳ τῇ δεήσει σου, κακονοίας πάσας ἐξαφάνισον.
Θεοτοκίον.
Ὑπὲρ τῶν εἰς Σέ, τὰς ἐλπίδας πάντων Δέσποινα, κεκτημένων Κόρη πρέσβευε, ὅπως λυτρωθῶμεν κατακρίσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ νέφη, τῶν πειρασμῶν καλύψασθαι, τὰς ψυχὰς ἡμῶν δεινῶς ἀπειλοῦσι, καὶ πρὸς βυθόν, ἀνυπόστατον Πάτερ, καταποντίσαι ἡμᾶς ἐπισπεύδουσιν, ἀλλ’ ἐπιτάχυνον βοηθός, τοῖς ἐπικαλουμένοις ἡμῖν ἑτοιμότατος.
Τὰ πλήθη, τῶν ὁρατῶν πανεύφημε, ἀοράτων ἐχθρῶν καταθλίβει, ἀνηλεῶς, καθ’ ἑκάστην καὶ ῥῆξαι, ἐκδειματοῦσιν ὡς κύνες κεχήνασιν, οἰκέτας σου ἀλλὰ αὐτός, τῆς αὐτῶν κακουργίας ἐκλύτρωσαι.
Εἰδόντες σε, ἰατῆρα τῶν νόσων, παντὸς πάθους τε δεινὸν ἐλατῆρα, οἱ χαλεπῇ, συνεχόμενοι νόσῳ, ἐκ βαθέων ψυχῆς σοι κραυγάζομεν· ἀπάλλαξον ἡμᾶς λοιμοῦ, ὦ Πατέρων τὸ θεῖον ἀγλάϊσμα.
Θεοτοκίον.
Συντρίμματα, τῆς ψυχῆς ἡμῶν Κόρη, καὶ τὰ χρόνια ἰάτρευσον πάθη, τὸν ἰατρόν, τῶν ψυχῶν καὶ σωμάτων, ἀνερμηνεύτως Παρθένε κυήσασα, καὶ λύτρωσαι τοὺς ἐπὶ Σέ, ἠλπικότας κολάσεως πάναγνε.
Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν πιστῶν.
Προστασία τῶν πιστῶν ἑτοιμότατος, ἱκεσία πρὸς Χριστὸν τὸν Θεὸν ἀκαταίσχυντος, μὴ ὑπερίδῃς δέησιν τῶν δούλων σου οἰκτράν, ἀλλὰ πρόφθασον ὡς συμπαθής, πρὸς ἐξιλέωσιν Θεοῦ, τοῖς πιστῶς περιπτύσσουσι· κάραν σου τὴν τιμίαν, καὶ λείψανόν σου τὸ θεῖον, σὺ γὰρ προστάτης ἡμῶν, Συμεὼν τῶν τιμώντων σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κέφ. ια΄, 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στῆσόν μου πανάριστε, τὰς τῶν παθῶν διεκχύσεις, καὶ ῥοὰς ἀνάστειλον, τὰς τῆς ἁμαρτίας μου καὶ χειμάῤῥους μου, τῶν παθῶν ξήρανον, ἱκετεύω γάρ σε, καὶ προσπίπτω καὶ κραυγάζω σοι· ἴασαι Ἅγιε, τὴν πεπωρωμένην καρδία μου, πηγάς μοι κατανύξεως, καὶ δακρύων ὄμβρους παρέχων μοι· ἵνα τάς τε χεῖρας, καὶ ὅλον μου τὸ σῶμα ῥυπωθέν, τούτοις ἐκπλύνων τὸ ἔλεος, Θεοῦ ἐπισπάσωμαι.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀχετοὺς τῶν δακρύων μὴ παρίδῃς οὐδ’ ὅλως ἀλλὰ μετάβαλλε, τῶν σὲ ἀνευφημούντων, πρεσβείᾳ σου τῇ θείᾳ, εἰς χαρὰν ὅπως ψάλλωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τὴν ὀργὴν τοῦ Ὑψίστου εἰς γαλήνην παμμάκαρ σὺ μεταποίησον, πρεσβείᾳ σου τῇ θείᾳ, αὐτὸν καθιλαρύνων, ὑπὲρ ἡμῶν τῶν βοώντων αὐτῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τοὺς ἐν πίστει τελοῦντας Πάτερ τὴν μνήμην σου τὴν πανίερον, διάσωσον παντοίων, παθῶν τε καὶ κινδύνων, χαλεπῶν ὅπως μέλψωμεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωτηρίας λιμένα Θεοτόκε Παρθένε Σὲ νῦν κατέχοντες, τοῦ βίου τρικυμίας, ἐκφεύγομεν καὶ ζάλας, τῷ Υἱῷ Σου κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κατεύνασον, τῇ θερμῇ σου πρεσβείᾳ, τρικυμίας τῶν παθῶν καὶ γαλήνην, τοῖς χειμαζομένοις, παράσχου εἰς αἰῶνας.
Ἡμάρτομεν, τῷ Θεῷ ἐκβοῶντες, ἀλλὰ πρέσβυν σε προβάλλομεν ἐκείνῳ, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἀπάλλαξον, λοιμικῆς ἀσθενείας, πάσης βλάβης τε τοὺς πίστει σε καὶ πόθῳ, ἐπικαλουμένους, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Καταύγασον, τὰς ψυχὰς τῶν ὑμνούντων, ἁμαρτίαις ζοφωθείσας Παρθένε, καὶ ὑπερυψούντων, τὸν ἄχραντόν Σου τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκέτευσον παμμάκαρ, Κτίστην τὸν τῶν ὅλων, τοῦ λυτρωθῆναι κινδύνων καὶ θλίψεων, τοὺς ἐπαξίως τὴν μνήμην σου μεγαλύνοντας.
Τὴν λύπην δεομένων, εἰς χαρὰν θεόφρον, ὡς συμπαθὴς μεταποίησον, ὅπως σου διασωθέντες, τὴν μνήμην πανηγυρίζομεν.
Τὴν χάριν τῶν θαυμάτων, ἐκ Θεοῦ πλουτήσας, τοὺς κακωθέντας ἱκέτας περίσωσον, πρὸς σὲ γὰρ πάντες οἰκτρῶς καταφεύγομεν.
Θεοτοκίον.
Ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν προστάτις, χειμαζομένων λιμὴν εὐδιώτατος, Παρθένε ῥῦσαι τὸν δοῦλόν Σου κάμνοντα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Κατακαμπτομένους ἐν πειρασμοῖς, Συμεὼν θεόφρον, τῇ πρεσβείᾳ σου πρὸς Θεόν, ζάλης πολυπλόκου, παθῶν τε καὶ κινδύνων, ῥῦσαι τοὺς σὲ τιμῶντας, ἀξιοθαύμαστε.
Φύλαττε τοὺς δούλους σου τῶν δεινῶν, Συμεὼν παμμάκαρ, τοὺς τιμῶντάς σε εὐσεβῶς, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἄλλης βλάβης, ὅπως διασωθέντες, σὲ μακαρίζομεν.
Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τῶν σῶν δούλων, Ὅσιε Συμεὼν Πατὴρ ἡμῶν, καὶ τοῦτον δυσώπει, πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι τῆς μελλούσης, ὀργῆς καὶ θλίψεως.
Λύσιν τῶν πταισμάτων μου καὶ δεινῶν, αἴτησαι εὑρεῖν με, ὦ Συμεὼν τὸν Χριστόν, καὶ σοὶ παραστῆναι, μετὰ σαρκὸς τὴν λύσιν, κἂν μέγα θεοφόρε πέλει τὸ αἴτημα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου, τὰς δεήσεις εὐμενῶς, τῶν σοὶ προσφευγόντων ἐν πίστει, καὶ δεομένων θερμῶς, Ὅσιε Συμεών, καὶ τὰς αἰτήσεις αὐτῶν· ἐκπληρώσας ἀπάλλαξον, θλίψεων παντοίων, σώζων τοὺς οἰκέτας σου, ταῖς πρὸς Θεόν σου λιταῖς· πόθῳ, τὴν ἁγίαν σου κάραν, κατασπαζομένους ἀφθόνως, τοῖς πιστοῖς πηγάζουσιν ἰάματα.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.