Παρακλητικός Κανών εις τον Όσιο Θεοδόσιο τον Κοινοβιάρχην

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 11 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσπελάζοντας τῇ θείᾳ Μονῇ σου, καὶ τὴν θερμήν σου ἀρωγὴν ἐκζητοῦντας, τρισμάκαρ Θεοδόσιε, θαυμάτων πηγή, ῥῦσαι ἐκ τῆς ὄφεως, ἀνηκέστου μανίας, καὶ χορήγει δύναμιν, ὑγίειαν καὶ ῥῶσιν, ἵνα σὲ πάντες μέλπωσιν ᾠδαῖς, ὡς ἰατρεῖον ἀδάπανον πίστεως.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΘΕΟΔΟΣΙΟΥ ΛΙΤΑΣ ΠΡΟΣ ΘΕΟΝ ΑΙΤΟΥΜΑΙ. Χ(αραλάμπους).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν τὸν εἰρήναρχον καὶ ζωῆς, τὸν δότην ἀπαύστως, καθικέτευε τοῖς πιστῶς, αἰτοῦσι τὴν σὴν θερμὴν πρεσβείαν, ῥῶσιν διδόναι, κλεινὲ Θεοδόσιε.

Ἐρήμου θεόφρον ὑφηγητά, ὑψίκομε φοῖνιξ, καὶ δροσίζουσα ἀερμών, ἀπέλασον νέφη τῆς ψυχῆς μου, καὶ θεϊκὴν δρόσον ταύτῃ ἐπόμβρησον.

Ὁσίων πολύτιμε θησαυρέ, κοινοῦ βίου πρῶτε, Θεοδόσιε ἱερέ, ὁσίως ἀνύσαι με τὸν βίον, ἐν ψυχικῇ ἠρεμίᾳ ἀξίωσον.

Θεοτοκίον.
Δυσώπει, Πανύμνητε ἐκτενῶς, τὸν τῆς ὑφηλίου, Κτίστην μόνον σοφὸν Θεόν, ὡς μήτηρ Αὐτοῦ προσφιλεστάτη, πέμψαι ἡμῖν τὸ Αὐτοῦ θεῖον ἔλεος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁσιώτατε Πάτερ, Μωγαρισσοῦ καύχημα, Βηθλεὲμ τὴν ἔρημον πᾶσαν, ὁ πόνων πλήθεσι, καθαγιάσας Χριστῷ, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν σὴν μνήμην πρέσβευε, ὦ Θεοδόσιε.

Στύλος ὤφθης ἀζύγων, καθηγητὴς πάνσοφος, καὶ ἀκέστωρ τῶν ἱκετῶν σου πάνυ ταχύτατος, διὸ προσπίπτοντές σοι, ἀναβοῶμεν ἐκ πάσης, συμφορᾶς ἀπάλλαξον, Πάτερ σοὺς πρόσφυγας.

Ἱκετεύομεν βέλη, τοῦ μιαροῦ δράκοντος, ἀφ’ ἡμῶν ἀπέλασον τάχος, ἀσκητικώτατε, ὁ τῇ δυνάμει Χριστοῦ, κατατροπώσας τὸν πλάνον, καὶ Αὐτοῦ τῇ χάριτι, δάφνας δρεψάμενος.

Θεοτοκίον.
Οὐρανῶν ὑπερτέρα, ἡ τὸν Χριστὸν Κύριον, ἐν τῇ σῇ νηδύι ἀφράστως, Κόρη, χωρήσασα, τῆς σῳζομένων τυχεῖν, μερίδος ἐν τῇ ἡμέρᾳ, Ἄσπιλε, τῆς κρίσεως πάντας ἀξίωσον.

Διάσωσον, ἐξ ἀῤῥώστιας λοιμώδους καὶ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ κραταιᾷ πρεσβείᾳ σου σπεύδοντας, φανέ, Θεοδόσιε, μονοτρόπων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χαρίτων κρατὴρ καὶ φρέαρ ἀνεξάντλητον, θαυμάτων πολλῶν ἐπώφθης, Θεοδόσιε· διὸ πάντες σπεύδοντες τῇ θερμῇ, σοφέ, ἀντιλήψει σου, ἐκ χαλεπῶν κινδύνων, συμφορῶν καὶ βλάβης ταχέως ἐκλυτρούμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ φύσιν τὴν βρότειον ἠγωνίσω ὄλβιε Θεοδόσιε, τῶν ψυχῶν θεράπον γνήσιε, καὶ τῶν θλιβομένων καταφύγιον.

Ληστρικὰς ἀποδίωξον ἐπιθέσεις Πάτερ ἐκ τῶν τιμώντων σε, καὶ γαλήνην ἐπιβράβευσον, ταῖς ψυχαῖς αὐτῶν, ὦ Θεοδόσιε.

Ἰατρεῖον ἀδάπανον, τὸ σεπτὸν σεμνεῖόν σου ἀναδέδεικται, ἀπελαῦνον ἅπαν νόσημα, ἐκ τῶν ἱκετῶν σου, Θεοδόσιε.

Θεοτοκίον.
Τίς ἀξίως ὑμνήσει σου, ἔνδοξε Παντάνασσα τὰ θαυμάσια, ἐκβοῶμεν οἱ προστρέχοντες, τῇ ἀκαταπαύστῳ μεσιτείᾳ σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄδοντες φαιδρῶς, τὰ σὰ τίμια παλαίσματα, καὶ τοὺς πόνους σου βοῶμεν ἐκ παθῶν, τοὺς σοὺς ἱκέτας συντηρεῖ, κλεινέ, ἀπήμονας.

Στέφος ἐκ Θεοῦ, Θεοδόσιε ἀπείληφας, τῶν σῶν ἀγώνων καὶ νῦν τὸν Λυτρωτήν, καθικετεύεις ὑπὲρ τῶν πιστῶς τιμώντων σε.

Πᾶσαν λοιμικήν, φυγαδεύεις νόσον Ὅσιε, τῇ στεῤῥᾷ σου παῤῥησίᾳ πρὸς Θεόν, τῶν ἐν ἐρήμῳ ἀζύγων ὦ ἀκροθίνιον.

Θεοτοκίον.
Ῥῦσαι Μαριάμ, ἐκ λιμοῦ σεισμοῦ καὶ θλίψεων, τοὺς κραυγάζοντας ἐν πίστει ἀκλινεῖ· χαίροις τοῦ κόσμου, Μητρόθεε, παραμύθιον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Οἱ μώλωπες, τῆς ψυχῆς προσώζεσαν, τῆς δυστήνου μου ἀζύγων, ἀλείπτα, καὶ δυσωδίαν φρικτὴν ἐμποιοῦσιν, ἀλλὰ προστρέχων τῇ θείᾳ δυνάμει σου, ἀναβοῶ σοι εὐλαβώς, τὰς πληγάς μου ταχὺ ἀποξήρανον.

Στενώσεως, λυπηράς, κακώσεων καὶ σκανδάλων ἀπολύτρωσαι τάχος, τοὺς σοὺς ἱκέτας ὡς πένητα πάλαι, ἐκ τοῦ θυμοῦ διασώσας τοῦ λέοντος, φιλάνθρωπε θαυματουργέ, ἀσκητὰ γεραρέ, Θεοδόσιε.

Θεράπευσον, τῆς ψυχῆς μου τραύματα καὶ τοῦ σώματος πολλὰς ἀλγηδόνας, ὁ θεραπεύσας γυνὴν ἁψαμένην τοῦ σοῦ κρασπέδου, σοφὲ Θεοδόσιε, ἐξ ἀνιάτου καὶ δεινῆς ἀσθενείας, δυνάμει τῆς πίστεως.

Θεοτοκίον.
Ἐκύκλωσαν, ὥσπερ τίγρεις ἄγριαι, τὴν ψυχήν μου καὶ ἀκόρεστοι κύνες, ἁγνὴ Παρθένε θεόνυμφε Κόρη, αἱ τοῦ δολίου δυνάμεις καὶ ἕλκουσι, πρὸς ᾄδην ταύτην πλὴν θαῤῥῶν, τῇ σῇ σκέπῃ ταχὺ διασῴζομαι.

Διάσωσον ἐξ ἀῤῥώστιας λοιμώδους καὶ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ κραταιᾷ πρεσβείᾳ σου σπεύδοντας, φανέ, Θεοδόσιε, μονοτρόπων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἡγεμών τῆς κοινῆς βιοτῆς τε καὶ πρώταρχε, ἀρετῶν θεϊκῶν ὅρος ὄντως ὑψίλοφον, μὴ παρίδῃς ἀπεγνωσμένας, Ὅσιε, φωνὰς τῶν προσφύγων σου, ἀλλὰ ταχύ, τῷ Λυτρωτῇ σου ἐκτενῶς, Θεοδόσιε, πρέσβευε, ἵνα ἐξ ἀμετρήτων κινδύνων καὶ ἀλγηδόνων ῥυσθῶμεν ἅπαντες ἡμεῖς οἱ τὴν μνήμην σου γεραίροντες.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κλῆμα ὥσπερ δίκαιος, ἐν τοῦ Κυρίου τῷ οἴκῳ, φυτευθὲν ἐξήνθησας, βότρεις ἐνασκήσεως καὶ πραότητος, ἐξ ὧν καὶ τρέφονται, οἱ σὲ ἀνυμνοῦντες, καὶ προστρέχοντες σῇ χάριτι, ἐν τῷ τεμένει σου, τῷ σεπτῷ καὶ πίστει τὸν Κύριον, τοῦ κόσμου θεῖον ἥλιον καὶ Θεὸν τῶν ὅλων δοξάζουσι· κλέος μονοτρόπων, σοφίας Θεοδόσιε κρουνέ, μὴ μὲ παρίδῃς τὸν ἄθλιον, τὸν παρακαλοῦντά σε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλονύκτοις καμάτοις, προσευχαῖς ἀσιγήτοις, νηστείαις δάκρυσι, καὶ κλίσεσι γονάτων, τοῦ πλάνου ἐτροπόσω τὰς ὀρδάς, Θεοδόσιε, καὶ νῦν ἐν πόλῳ οἴκων ὑπὲρ ἡμῶν πρεσβεύεις.

Γοερῶς ἱκετεύω, σὲ ἐρήμου πολίτα, ὦ Θεοδόσιε, ἀπὸ λοιμώδους νόσου, ἀνάγκης τε καὶ βλάβης ἀσινῆ διαφυλάττε, κἀμὲ τὸν μέλποντά σε, ἀπαύστως εἰς αἰῶνας.

Ἀσωμάτων τοῖς δήμοις καὶ Ὁσίων ταῖς τάξεσι, Θεοδόσιε, ἀριθμηθεὶς πρεσβεύεις ὑπὲρ τῶν σὲ τιμώντων τῷ Δεσπότῃ τῆς κτίσεως, γεώργιον ἀρετῶν καὶ στῦλε ἐγκρατείας.

Θεοτοκίον.
Ἰατρόν σε πλουτοῦμεν, ὑπερύμνητε Κόρη, ἐν γῇ θειότατον, καὶ εὐσεβεῖ τῇ πίστει, δεόμεθά σου τάχος, πᾶσαν νόσον ἀπέλασον, ἐπώδυνον ἀφ᾿ ἡμῶν, τῶν σὲ μεγαλυνόντων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν μοναζόντων, ὑπογραμμὲ καὶ ἐρήμου, πολιοῦχε Θεοδόσιε τρισμάκαρ, μέμνησο τῶν πίστει σὲ ἀνυμνολογούντων.

Ὁσίων πέλεις, πανευκλεὴς ὑφηγήτωρ, Θεοδόσιε, τῶν κοινοβίων πρῶτε, καὶ θερμὸς μεσίτης ἡμῶν πρὸς τὸν Σωτῆρα.

Ὕμνον σοὶ ψάλλει, ἡ τῶν πιστῶν σου χορεία, ἐν μονῇ σου Θεοδόσιε, τῇ θείᾳ, σπεύδουσα ἐν δίναις τῇ σῇ ἐπιστασίᾳ.

Θεοτοκίον.
Μῆτερ ἁγία, πρὸς ἀφθαρσίας λειμῶνας, ὀλισθήσαντας φθορᾷ τῆς ἁμαρτίας, ἴθυνον σοὺς δούλους, τοὺς σὲ δοξολογούντας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀκοίμητος προστάτης τῆς Μονῆς σου πέλεις καὶ ἀντιλήπτωρ ταχὺς τῶν τιμώντων σε, Κοινοβιάρχα θεόφρον, ὦ Θεοδόσιε.

Σῶσαι τὸν Κτίστην ὑπὲρ τῶν τὴν σὴν μνήμην ἐπιτελούντων, σοφὲ Θεοδόσιε, καὶ εὐφημούντων ἀπαύστως τὰ σὰ παλαίσματα.

Χαρίτωσον, ἐρήμου κλέισμα, τοὺς πόθῳ προσπεφευγότας τῇ θείᾳ πρεσβείᾳ σου καὶ εἰρηναῖον τὸν βίον τούτοις σὺ δώρησαι.

Θεοτοκίον.
Ἀνάκτορον τοῦ Κτίστου πάγχρυσον καὶ θρόνε Αὐτοῦ πολύτιμε, κόσμου Παντάνασσα, τῆς Ἐκκλησίας τὰ σκάνδαλα τάχος κόπασον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν κοινὴν ἐδίδαξας βιοτὴν, ἐν ταῖς θείαις μάνδραις, Θεοδόσιε ἱερέ, καὶ ταῖς σῶν δακρύων, ῥοαῖς τὸ τῆς ἐρήμου, κατήρδευσας παμμάκαρ, ἄγονον ἔδαφος.

Ὕψος δυσαντίβλεπτον ἀρετῶν, ἴνδαλμα σοφίας, Θεοδόσιε ἱερέ, τῆς κοινῆς ἐν μάνδραις, βιώσεως ἡγήτωρ, καὶ κλέισμα ἀζύγων ὤφθης θεόσδοτον.

Κοινοβίων πρῶτε καὶ εὐθαλές, ἄνθος τῆς ἐρήμου, Θεοδόσιε τὸν Θεόν, ἐκτενῶς δυσώπει, ὑπὲρ τῶν ἀνυμνούντων, τῶν σῶν στεῤῥῶν ἀγώνων τὰ κατορθώματα.

Ἐκ δεινῶν παντοίων τὴν σὴν Μονήν, ἄτρωτον συντήρει, Θεοδόσιε ἱερέ, καὶ τοὺς σοὺς ἱκέτας, ἐκ τῆς τοῦ παλαμναίου, μανίας ἵνα πάντες σὲ μεγαλύνουσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς· 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πρῶτε κοινοβίων ἱερέ, πρότυπον σεπτὸν μονοτρόπων, θεοειδὲς ἀσκητά, ῥῦσαι τοὺς ἱκέτας σου ἐξ ἐνεστώσης φθορᾶς, δυσμενοῦς τοῦ ἀλάστορος μανίας καὶ βλάβης, ἵνα μεγαλύνωμέν σε εἰς αἰῶνα φαιδρῶς, πάτερ Θεοδόσιε θεῖε, σκέπη κραταιά τε καὶ τεῖχος τῶν προσπελαζόντων τῷ Τεμένει σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.