Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Θεοδόσιο τον Νέο τον Ιαματικόν
Ποίημα Μητροπολίτου Αργολίδος Χρυσοστόμου Β’

†Εορτάζεται στις 7 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῆς Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Θεοδοσίῳ τῷ κλεινῷ νῦν προσδράμωμεν, οἱ ἐν ἀνάγκαις καὶ δεινοῖς θαλαττούμενοι, ἐν στεναγμοῖς δεόμενοι αὐτού· πρόφθασον, βοήθησον ἱερώτατε Πάτερ· ῥῦσαι πειρασμῶν ἡμᾶς καὶ παντοίων κινδύνων· σαῖς γὰρ πρεσβείαις, ταῖς πρὸς τὸν Θεόν, τοὺς πάντας σῴζεις, ἐκ πάσης περιστάσεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σαρκὸς ἀπολαύσεις ὑπεριδὼν πρὸς τὸ ὄρος Μάκαρ, ἀνυψώθης τῶν αρετών, δι’ ὁ ἀπὸ βίου ἠξιώθης, θαυματουργεῖν ὦ κλεινὲ Θεοδόσιε.
Νόμον τοῦ Κυρίου ἠγαπηκώς, πάντα τὰ τοῦ κόσμου ἀπηρνήθης ἀνδροπρεπῶς, θυσία δὲ γέγονας ἐν πᾶσι, τῷ Κυρίῳ ἁγνὴ καὶ εὐπρόσδεκτος.
Ἄσμασι καὶ ὕμνοις νῦν οἱ πιστοί, στέφομεν σὴν μνήμην σου δεόμενοι ευλαβώς· διάσωσον πάντας ἐκ κινδύνων ταῖς σαῖς λιταῖς πρὸς τὸν Κύριον Ὅσιε.
Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρά σου, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύομεν Πάτερ ζωὴν ἡμῶν φύλαξον, ἐκ παντὸς κινδύνου καὶ νόσου καὶ περιστάσεων, σὺ γὰρ πρὸς Κύριον, τῶν ἀγαθῶν τὴν αἰτίαν, πάντοτε δεόμενος σῴζεις τοὺς κάμνοντας.
Προστασίας σου, Μάκαρ, τῆς ἰσχυρὰς δέομαι, λύτρωσαι κινδύνων παντοίων τοὺς σοι προσφεύγοντας, σὺ γὰρ τὸ δύνασθαι παρὰ Κυρίου ἐκτήσω, τοῦ ποιεῖν θαυμάσια τοῖς δεομένοις σου.
Προστασίαν καὶ σκέπην ἡ σῇ Μονῇ κέκτηται, ἐκ δεινῶν παντοίων, κινδύνων καὶ περιστάσεων, πάντα γὰρ δύναται ὡς δυνατὸς ἐν ἰσχύι, τῷ Χριστῷ δεόμενος ἀεὶ Μακάριε.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρὸν Πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον, ἀπὸ κινδύνων σὴν ποίμνην ὁσιε Πάτερ, ὅτι πόθῳ ἁγίῳ εἰς σε καταφεύγομεν, ὡς σπεύδοντα εἰς πιστῶν σωτηρίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλέους πηγῇ καὶ θεῖον καταφύγιον, ὑπάρχεις ἡμῶν παμμάκαρ Θεοδόσιε καὶ πιστῶν ἁπάντων προστάτης καὶ πρόμαχος, διώκων πάντα πειρασμόν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν δεινῶν μου τὴν λύτρωσιν, ταῖς λιταῖς σου δέομαι Θεοδόσιε, καὶ τοὺς πόνους διασκέδασον, καὶ ἁμαρτημάτων τὴν συγχώρησιν.
Εὐσπλαγχνίας τὸ πέλαγος, ἐπικαλουμένῳ τοῦ Παντοκράτορος, βοηθείας ἥν νῦν δέομαι, τύχοιμι λιταῖς σου Θεοδόσιε.
Ἀπολαύοντες Ὅσιε τῶν σῶν δωρημάτων εὐχαριστήρια, ἀναμέλπομεν πρὸς Κύριον, ἰαμάτων χάριν σε πλουτίσαντα.
Θεοτοκίον.
Ἡ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Ἔμπλησον φωτὸς, εὐσεβείας τὴν ζωὴν ἡμῶν, ταῖς πρὸς Θεὸν λιταῖς σου Ὅσιε, ἵνα τὸ σκότος τῆς γεέννης ἀποφύγωμεν.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Θεοδόσιε, ὡς παῤῥησίαν ἔχων πρὸς τὸν Θεόν, καὶ τὴν Μονήν σου διαφύλαττε ἀλώβητον.
Πάντων πρὸς Θεόν, μνημονεύεις Ἱερώτατε τῶν αἰτουμένων τὴν χάριν σου καὶ πάντας προφθάνεις ἐκ δεινῶν παντοίων καὶ θλίψεων.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα καὶ τὴν ὑγίειαν τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐνίσχυσον, τὴν ἀθλίαν ψυχήν μου, τοῦ εὑρεῖν ἐν τῷ προσώπῳ σου Πάτερ, τὸν ὁδηγὸν ἐν πορείᾳ τοῦ βίου, τῶν πειρασμῶν εἰς παγίδας ἑλκόντων με, καὶ πρέσβευε διηνεκῶς, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Προστάτιν σε, τῆς ζωῆς ἐπίσταμαι καὶ φρουρὸν θαλαττευόντων ἐν βίῳ, καὶ ἰατρὸν διαλύοντα νόσους, τὴν θεραπείαν νοσοῦσι παρέχοντα, σὴν χάριν οὖν νῦν ἐκζητῶν, Θεοδόσιε μάκαρ σωθήσομαι.
Παρέχεις, τοῖς νοσοῦσι τὴν χάριν, τοῦ ἰᾶσθαι νοσημάτων παντοίων καὶ πειρασμῶν διαλύεις παγίδας, ταῖς σαῖς λιταῖς Θεοδόσιε ὅσιε, ἀπάλλαξον οὖν καὶ ἡμᾶς, τῶν δεινῶν προσβολῶν τοῦ ἀλάστορος.
Θεοτοκίον.
Ἐν κλίνῃ νῦν, ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον, ἀπὸ κινδύνων σὴν ποίμνην ὅσιε Πάτερ, ὅτι πόθῳ ἁγίῳ εἰς σε καταφεύγομεν, ὡς σπεύδοντα εἰς πιστῶν σωτηρίαν.
Ἄχραντε, ἡ δία λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Προστασίαν ἄμαχον τῶν ἐν ἀνάγκαις, ἰατρὸν γινώσκομεν ἀσθενειῶν θεραπευτήν, ὦ Θεοδόσιε ὅσιε, τοὺς σοὺς ἱκέτας, περίσῳζε τῇ σκέπῃ σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Ματθ. ια΄. 27-30).
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Θαυματουργὲ καὶ ἰαματικὲ Θεοδόσιε, τῶν μοναστῶν ὑπογραμμὸς καὶ τῆς Μονῆς σου κλέος, μὴ διαλείπῃς πρεσβεύειν πρὸς Κύριον ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν ἱερὰν καὶ πανσέβαστον μνήμην σου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἡμῶν προστασίαν ἀνευρόντες ἐν σοι καταφεύγομεν ἅπαντες, νοσοῦσι γὰρ παρέχεις, τὴν ἴασιν σωμάτων, τοῖς κραυγάζουσιν Ὅσιε· βοήθει σκέπε ἡμᾶς, σὴν χάριν αἰτουμένους.
Τὴν βρύσην τῶν θαυμάτων, ἣν κεκτήμεθα Πάτερ ἐν σοι καυχώμεθᾳ, Ναυπλίου τε τὰ τέκνα καὶ πάσης Ἀργολίδος Ἐκκλησίας τὸ ἄθροισμα, νῦν εὐφημοῦντες πιστῶς, ῥῦσαι παντὸς κινδύνου.
Ὑμνοῦμέν σου τρισμάκαρ, τὸν βίον ἐν νηστείαις ὃν διήνυσας, καὶ προσευχαῖς ὁσίαις, ἀσκήσει τε καὶ πόνῳ, ἃς ὁ Κύριος ἔστεψεν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς τε καὶ Δεσπότης.
Θεοτοκίον.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ θεραπεύειν αξίωσον· ἡ τὸν Σωτῆρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα.
ᾨδὴ η΄. Τὸν βασιλέα τῶν Οὐρανῶν.
Τοὺς προσιόντας, καὶ αἰτουμένους σὴν χάριν, μὴ παρίδῃς Θεοδόσιε πάτερ, καὶ ἀνευφημοῦντας, τὸν πάναγνον σου βίον.
Διέλυσας, τοῦ ἐχθροῦ τὰς ἐνέδρας, καθηλώσας ἐν ἐρήμῳ τὸ σῶμᾳ, ὅθεν ἐτιμήθης, παρὰ Θεοῦ ἀξίως.
Ἐν θλίψεσι, καὶ ἀνάγκαις ὑπάρχων, σὴν αἰτοῦμαι συναντίληψιν Πάτερ, καὶ σου μεγαλύνω, τοὺς ἱεροὺς ἀγῶνας.
Θεοτοκίον.
Τῶν πειρασμῶν σὺ, τὰς προσβολὰς ἐκδιώκεις καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ζωὴν τὴν τῶν δακρύων, ἐζήλωσας θεόφρον, καὶ σαὐτὸν τῇ ἀσκήσει ὑπέταξας, τῇ εὐωδίᾳ Χριστοῦ τανῦν εὐωδιάζων.
Ταῖς θλίψεσι τοῦ βίου, τρυχόμενος ὁ τάλας, σὴν αἰτοῦμαι ὀξεῖαν ἀντίληψιν, ἱνα εὐφημῶ σε, σωθεὶς τὸν εὐεργέτην.
Θεοῦ δόσις ὑπάρχεις, Μονής σου ὁ προστάτης, Θεοδόσιε πάτερ τρισένδοξε, τοὺς σὲ εὐφημοῦντας, διάσῳζε λιταῖς σου.
Θεοτοκίον.
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πάντα τὰ θελήματα τῆς σαρκός, ὑπέταξας Πάτερ, ἐν νηστείαις καὶ προσευχαῖς, τῷ ἠγαπημένῳ Χριστῷ τῷ Σταυρωθέντι, συσταυρωθεὶς ἐν βίῳ τῷ σὲ λυτρώσαντι.
Χαίροις Ἀργολίδος ὁ θησαυρὸς καὶ τῶν Ἀθηναίων γόνος τίμιος καὶ φρουρὸς, χαίροις τῆς Ἑλλάδος ὁ μέγας ἀντιλήπτωρ, ὁσίων τε τὸ κλέος, ὦ Θεοδόσιε.
Σῷζε καταφεύγοντας ἐπί σε, τοὺς ὑπὸ πνευμάτων, ὀχλουμένους τῶν πονηρῶν καὶ τοὺς ἐν ἀνάγκαις καὶ θλίψεσι τοῦ βίου, ἐνίσχυε λιταῖς σου, ὦ Θεοδόσιε.
Θεῖε Θεοδόσιε τῶν πιστῶν, ῥύστης καὶ προστάτης, Μοναζόντων ὑπογραμμός, περίσῳζε σκέπε, σὴν ποίμνην ἐκ κινδύνων καὶ τὴν Μονήν σου Μάκαρ φύλαττε ἄτρωτον.
Φρούρει τε καὶ σκέπε τὴν σὴν Μονήν, ἐκ παντὸς κινδύνου προσβολῶν τε τοῦ πονηροῦ, πατὴρ γὰρ ὑπάρχεις, αὐτῆς καὶ ὁ προστάτης καὶ καύχημα καὶ κλέος, ὦ Θεοδόσιε.
Σκέπε καὶ περίσῳζε τὰς ψυχάς, τῶν ἐν τῇ Μονῇ σου ἀσκουμένων Μοναστριῶν, ἐχουσῶν σε Μάκαρ, ὑπογραμμὸν ἐν βίῳ καὶ θείαν προστασίαν ὦ Θεοδόσιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀργολίδος ἐδείχθης δόξα καὶ καύχημα, Ἀθηναίων τὸ κλέος καὶ θεῖον βλάστημα, Θεοδόσιε πατὴρ ἡμῶν ὅσιε, τῶν ὁσίων καλλονή, καὶ ἰαμάτων ἡ πηγή, καὶ Πέτρου τοῦ Ἱεράρχου, συνόμιλος καὶ προστάτης τῶν αἰτουμένων ἱλασμὸν καὶ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῇ κραταιᾷ σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐκ κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν· Μῆτερ τοῦ Θεοῦ τοῦ Υψίστου, ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

