Παρακλητικός Κανών εις τον Όσιο Θωμά ο Δεφουρκινός
Ποίημα Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 10 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Βιθυνίας ἁγιάσας ἐρήμου, θεοφεγγέσι κατανύξεως ῥείθροις, τοῦ Γαλολείκτου Μάνδραν κατεφώτισας, δρόμον τῆς θεώσεως, τοῖς μονάζουσι δείξας· ὅθεν ἱκετεύομεν, Ἀμαλὴκ τὰς ἐνέδρας, διασκεδάσαι θείαις σου λιταῖς, πρὸς τὸν Δεσπότην, Θωμᾶ ἀεισέβαστε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θωμᾶ, φώτισον ψυχῆς μου βαθὺ σκότος. Ἰσιδώρας Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θωμᾶ ὡς θεόῤῥυτος ποταμός, ποτίσας ῥοαῖς σου, Βιθυνίαν θεοπρεπῶς, ἀρδεύεις ψυχήν μου μαρανθεῖσαν, τῆς ἀγνωσίας τῷ χείρωνι καύσωνι.
Ὡράθη θεόφωτος Μωυσῆς, τὸ πέλαγος σχίζων, ἀποῤῥήτοις σοῦ ἱλασμοῖς· διόπερ τὸν κόσμον διασώζεις, ἐκ διφρηλάτου σατὰν τοῦ ἀλάστορος.
Μυρίπνουν ἐπέγνωκας φωτισμόν, σεπτῆς θεωρίας, ἁγνοτάτῳ ἐν ὀδυρμῷ, δωρούμενος καῦσιν μετανοίας, τοῖς ἐκζητοῦσι Θωμᾶ τὰς ἀκτῖνάς σου.
Θεοτοκίον.
Ἀχράντῳ τῆς γνώσεως γλυκασμῷ, πικρίαν διώκεις, Θεονύμφευτε ἡδονῶν, ποιοῦσάν με ἔγχρυσον φορεῖον, τοῦ σαρκωθέντος ἀσπόρως ἐν μήτρᾳ σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φονευτοῦ παλαμναίου τὰς στυγερὰς μάστιγας, σθένει καρτερίας ἐνέγκας, ὄλβον ἐνδέδυσαι τῆς ἀγαθότητος, ἣν δαψιλῶς πρυτανεύεις, πᾶσι τοῖς προστρέχουσι, τῇ μεσιτείᾳ σου.
Ὡς Ἠλίας αἰσχίστους διαβολεῖς ἔσφαξας, Πάτερ ἐν μαχαίρᾳ διστόμῳ, τῆς ταπεινώσεως· διὸ πρεσβείαις σου, ὑψηγορίας ἀνόμου, Πάτερ ἐλευθέρωσον, τοὺς σὲ γεραίροντας.
Τηρηθεὶς τῇ δυνάμει, πυριφλεγοῦς ἔρωτος, Πάτερ τῆς ἐρήμου ἐγνώκεις, τὴν ἀγαλλίασιν, ἀντιδωρούμενος, τοῖς ὑμνηταῖς σου τὴν γνῶσιν, τῆς συγκαταβάσεως, τοῦ πανοικτίρμονος.
Θεοτοκίον.
Ἱλαρῶς διανέμεις, τῆς νηπτικῆς χάριτος, μέθην πανακήρατον Κόρη, τοῖς καταφεύγουσιν, εἰς οἶκον ἄχραντον, εὐωδεστάτου σου οἴνου, ἐκ ληνοῦ κενώσεως, ἀναβλυστάνοντος.
Διάσωσον, ἀπὸ παγίδων δολίων τοῦ ἀρχεκάκου, τοὺς προσπίπτοντας εὐλαβῶς, φωσφόρῳ εἰκόνι σου, Θωμᾶ παρακλῆτορ τῆς Ἐκκλησίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν Πέτρᾳ σεπτῶς στηρίζων τοὺς ἱκέτας σου, Θωμᾶ θεουργέ, διάσωσον πρεσβείαις σου, ἐκ βελῶν τοῦ δράκοντος, τοὺς βοῶντας ζέσει τοῦ Πνεύματος· τῆς Βιθυνίας ἄστρον ὡς λαμπρόν, τὸν ζόφον ἀπέλασον σκοτώσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συρφετὸν πονηρότατον, φάει αἰγλοφόρῳ τῆς ταπεινώσεως, καταῤῥίψας εἰς τὸ βάραθρον, πάντας ἰχνευτῆράς σου ἀνάδειξον.
Ὁλοχρύσῳ ὀχήματι, τέκνα σου ἀνέφερες εἰς πανήγυριν, κοινωνία φωτοδότιδος, ἧσπερ καταξίωσον τοὺς δούλους σου.
Νηπτικῇ σου χρηστότητι, ποίμνην Γαλολείκτου Θωμᾶ ἠγλάισας· ἀφανείας τὴν εὐπρέπειαν, ὅθεν ὑμνῳδοῖς σου ἀντιδώρησαι.
Θεοτοκίον.
Ψαλμικῶς ἀναδέδειξαι, δένδρον εὐφραινόμενον ἐν τοῖς ῥεύμασι, μυροχεύμονος κενώσεως, Μῆτερ τῇ σκιᾷ σοῦ με φυλάττουσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσας Θωμᾶ, τὴν θυσίαν τοῦ Κυρίου σου, διανύσας μαρτυρίου τὴν ὁδὸν καὶ παρέχων εὐψυχίαν τοῖς τεκνίοις σου.
Χεῖράς σου σεπτάς, ἀνυψῶν πρὸς τὸν Οἰκτίρμονα, ἐπομβρίζεις δωρεὰς πανευκλεεῖς, τῇ πατρίδι τῶν ἐν πίστει δεομένων σου.
Ἥδυνον σοφέ, μοναζόντων τὴν διάνοιαν, ἐμφυτεύων φωτισμοὺς ἱλαστικούς, ἐν τῇ κέδρῳ κυπαρίσσῳ καὶ τῇ πεύκῃ τε.
Θεοτοκίον.
Σώτειρα βροτῶν, ἀνεδείχθης Μητροπάρθενε, ἐκ καμίνου λυτρουμένη τῶν παθῶν, τοὺς πιστῶς ὁμολογοῦντας Θεοτόκον σε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μετέσχηκας, θεουργοῖς ἐλλάμψεσι, τριφαοῦς καὶ Παντουργοῦ θεαρχίας, σεραφικῶς, πυρπολούμενος Πάτερ, ἐν τῷ πυρὶ καυστικῆς ἀγαπήσεως· καὶ νῦν Θωμᾶ θαυματουργέ, τῆς ψυχῆς σου τὴν φλόγα μετάδος μοι.
Οὐράνιον, χαρμονὴν δεξάμενος, τῇ τελείᾳ σεαυτοῦ ἀπαρνήσει, Πάτερ Θωμᾶ ἰοβόλων δηγμάτων, καὶ φθονερῶν αἰκισμῶν ἐλευθέρωσον, πάντας τοὺς σπεύδοντας πιστῶς, ταῖς θερμαῖς ἱκεσίαις σου Ὅσιε.
Ὑπήνεγκας, εὐσθενεῖ πραότητι, τῶν κωνώπων ἰταμὰς ἐπιθέσεις, καὶ τῶν μυιῶν, καὶ μυρμήκων ἐφόδους, τῇ παντευχίᾳ τῆς πίστεως Ὅσιε, ἡμᾶς εὐχαῖς σου δυναμῶν, ἐναντίον δεινῆς ἀπογνώσεως.
Θεοτοκίον.
Στρατεύματα, τῶν ἀύλων πάναγνε, ὑπερβαίνουσα ἀχράντῳ ἐν δόξῃ, δυναστικήν, καταργεῖς ἐξουσίαν, καὶ ἀδικούντων τυράννων ἀπόνοιαν· τεκοῦσα γὰρ τὸν Λυτρωτήν, σὺ ὑπάρχεις τοῦ κόσμου Παντάνασσα.
Διάσωσον, ἀπὸ παγίδων δολίων τοῦ ἀρχεκάκου, τοὺς προσπίπτοντας εὐλαβῶς, φωσφόρῳ εἰκόνι σου, Θωμᾶ παρακλῆτορ τῆς Ἐκκλησίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁ συναρμόσας ἐρήμου ἐνοίκησιν, τῇ πολυφρόντιδι δράσει ποιμάντορος, θεόφρον Θωμᾶ τοῦ ἀλάστορος, καταποντίζεις τοὺς δίφρους ῥυόμενος, ἡμᾶς δυσωνύμου ἐπάρσεως.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶ.
( Κέφ. στ΄, 17-23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔρημον κατώκησας, καταδιώκων τὸν Λόγον, ἔρωτι φλεγόμενος, τριφαοῦς μεθέξεως ἱερώτατε· σταυρικοὺς μώλωπας, πόθῳ γὰρ ζηλώσας, κατεφρόνησας ὡς σκύβαλα, πλοῦτον εὐγένειαν, δόξης τε προσκαίρου τὴν εὔκλειαν· διόπερ τὴν καχέσπερον, λύμην πτερνιστοῦ καὶ ἀναίδειαν, θείᾳ ἐν δυνάμει, ἐξήλειψας Θωμᾶ Δεφουρκινέ, τοῖς ὑμνηταῖς σου δωρούμενος, Κτίστου τὴν κατάληψιν.
Σῶσον, Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαιοφόνων δαιμόνων, καταργήσας τὰς ἄρκυς, Θωμᾶ θεσπέσιε, φωτὶ μακροθυμίας, καὶ χάριτος ἐλπίδι, ἐνισχύεις τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀποῤῥήτως λατρεύσας, τῇ Τριάδι ὀθνείᾳ, ἐν καθαρότητι, διώκεις τὴν ὀδύνην, στυγνῆς ἡδυπαθείας, δαδουχῶν τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεαυγεῖ σου κενώσει, ἠριθμήθης ἐν τάξει, Ἀγγέλων ἔνδοξε, Θωμᾶ κατακαλύπτων, πτερύγων σου τῇ σκέπῃ, τοὺς βοῶντας ἐν Πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπερχέεις τὸ φῶς σου, τὸν φαιδρύνουσι Πόλιν τὴν ὑπερκόσμιον, βηρύλλῳ τῆς ἁγνείας, σμαραγδῷ ἀκακίας, χρυσολίθῳ τε πίστεως, καὶ ὑακίνθῳ ἁγνή, εὐώδους παρθενίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κρήνη ὡράθης, τοῦ Παραδείσου παμμάκαρ, ἐν τοῖς ῥείθροις καρτερίας θεοδώρου, ἄρουραν πιαίνων, ψυχῆς μου ξηρανθείσης.
Ὄμβρους ἐκχέεις, θεουργικῶν ἰαμάτων, τοῖς νοσοῦσι δεινοτάτου ἐκ καρκίνου, θείας παρακλήσεως, Θωμᾶ ἐπιβραβεύων.
Τῇ εὐαγεῖ σου, καὶ ταχεινῇ ἀντιλήψει, τὰς δεινὰς αἰχμαλωσίας διαλύεις, παύων ἀνυποίστους, δεσμίων ἀλγηδόνας.
Θεοτοκίον.
Ὄλβον παρέχεις, παραμυθίας ἀῤῥήτου, τοῖς ἐν σκότει ἀπογνώσεως θρηνοῦσιν, ὥσπερ παρακλήτωρ, τοῦ κόσμου Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀκηράτῳ, ξένης εὐγενείας, τοὺς ὑμνητάς σου κοσμήσας συντήρησον, ἐν λειμῶνι ἀνθήμονος κατανύξεως.
Ἱλέῳ συμπαθείᾳ, ῥῦσαι θεοφόρε, ἐκ συμφορῶν ἀλγεινῶν καὶ κακώσεων, τοὺς καταφεύγοντας πίστει τῇ μεσιτείᾳ σου.
Σοφίας τῇ νεφέλῃ, χάριτι εἰσδύσας, τοῖς μονασταῖς διαχέεις ἀπέραντον, θεογνωσία τὴν δίψαν ἀειμακάριστε.
Θεοτοκίον.
Ἰλὺν ἀλαζονείας, Κόρη σελασφόρε, ἐκ τοῦ νοός μου ἀφάνισον δέομαι, αὐτομεμψίας τὴν δρόσον μου ὑετίζουσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις νηπτικῇ σου διαγωγῇ, Πάτερ ἀναβλύζων, ταπεινώσεως ὡς πηγή, ῥεῖθρα ἀπαθείας, σβεννύοντα τὴν φλόγα, παθῶν τῆς ἀτιμίας, καὶ τῆς οἰήσεως.
Χαίροις ὁ συνάξει λειτουργικῇ, ἅπαντας εὐφραίνων, θεοῤῥύτῳ ἐν χαρμονῇ, θεῖος ὡς προΐστωρ, Μονῆς τοῦ Γαλολείκτου, καὶ Λόγου Προανάρχου, ἔσοπτρον τίμιον.
Δρόμον ἀθλοφόρων ἰχνηλατῶν, Πάτερ φαεσφόρε, καὶ τὴν πίστιν σου βεβαιῶν, φρόνημα ἀνδρείας, εὐφρόνως ἐνισχύεις, τῶν πόθῳ εὐφημούντων, σὰ κατορθώματα.
Πάγας τοῦ βελίαρ καταπατῶν, ἐδείχθης ἐν ἄθλοις, τροπαιοῦχος θεουργικῶς· διὸ ἡ Ἐκκλησία, τιμᾷ σε ἐγκωμίοις, Θωμᾶ ἀρυομένη, χάριν τοῦ Πνεύματος.
Ἴσχυσαν οὐδόλως τὰ βδελυρά, βέλη τῶν δαιμόνων, καταπλῆξαί σου τὴν ψυχήν· ξένην γὰρ τοξείαν, μεθέξεως ἐνθέου, ἐτρώθης διανέμων, θείαν παράκλησιν.
Λύχνον εἰρηνόδωρον θεϊκόν, ἀνάψας ἐλέους, εἰς καρδίαν μου μυστικῶς, Θωμᾶ με καταυγάζοις, τῇ φαύσει μετανοίας, καὶ ἔρωτι τοῦ Κτίστου, ἵνα δοξάζω σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ὑμνῳδίαις ἱεραῖς, ᾄσωμεν Θωμᾶν αἰγληφόρον, καὶ θεοφάντορα· λύει γὰρ ἀνύποιστον, τῆς πονηρίας κλοιόν, σταυροτύπως ἰώμενος, ψυχῶν καὶ σωμάτων, πάνδεινα νοσήματα, ὡς τοῦ Χριστοῦ θεωρός· ὅνπερ, ἱκετεύει ἀπαύστως, λύσιν τῶν πταισμάτων παρέχειν, πᾶσι καὶ ἀγάπης τὴν λαμπρότητα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

