Δύο Παρακλητικοί Κανόνες εις τον Όσιο Τιμόθεο Επίσκοπο Ευρίπου
Παρακλητικός Κανών εις τον Όσιο Τιμόθεο Επίσκοπο Ευρίπου ο εκ Καλάμου Κτίτορας της Ιεράς Μονής Πεντέλης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 16 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἱεράρχης ἀληθὴς τοῦ Σωτῆρος, καὶ οἰκονόμος τῶν ψυχῶν θεοφόρος, καὶ πρεσβευτὴς ὑπὲρ ἡμῶν πρὸς Κύριον, Ἅγιε Τιμόθεε, ἐκδυσώπει ἀπαύστως, πάσης βλάβης ῥύεσθαι, καὶ παθῶν καὶ κινδύνων, καὶ νοσημάτων Πάτερ χαλεπῶν, τοὺς προσιόντας, τῇ θείᾳ πρεσβείᾳ σου.
Δόξα.
Τοὺς καταφεύγοντας τῇ θείᾳ σου κάρᾳ, καὶ τὴν θερμήν σου ἀρωγὴν ἐκζητοῦντας, θαυυματουργὲ Τιμόθεε Πατὴρ ἡμῶν, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, λύσιν τῶν ἐν βίῳ δέ, συμφορῶν πᾶσι δίδου, καὶ εἰρηναίαν Ἅγιε ζωήν, τῇ σῇ δεήσει, παμμάκαρ πρὸς Κύριον.
Καὶ νῦν.
Θεοτοκίον.
Τῇ μητρικῇ Σου κεχρημένη πρεσβείᾳ, ὑπὲρ ἡμῶν Γλυκοφιλοῦσα Παρθένε, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα ὑπὲρ ἔννοιαν, τοῦτον καθικέτευε, ἐκτενῶς Θεοτόκε, δοῦναι ἡμῖν ἄφεσιν, τῶν ἐν βίῳ πταισμάτων, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, καταξιῶσαι, τοὺς Σὲ μεγαλύνοντας.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὲ ἀρωγὸν κεκτήμεθα Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Συνεχομένους πειρασμοῖς καὶ θλίψεσι, μὴ ὑπερίδῃς ἡμᾶς, τοὺς τῇ σῇ πρεσβείᾳ, Πάτερ καταφεύγοντας, Τιμόθεε μακάριε, ἀλλὰ τούτων τὴν λύσιν, δίδου ταῖς σαῖς παρακλήσεσι, τοῖς εἰλικρινῶς σὲ γεραίρουσι.
Ἐν τοῖς κινδύνοις βοηθόν σε ἕτοιμον, καὶ ῥύστην ἐν πειρασμοῖς, καὶ ἐν ἀσθενείαις, ἰατρὸν ἔχοντες, Τιμόθεε μακάριε, τῇ θερμῇ σου πρεσβείᾳ, διὰ παντὸς καταφεύγομεν, καὶ πάσης λυτρούμεθα θλίψεως.
Ἀγγελικαῖς συναγελάζων τάξεσι, Πάτερ Τιμόθεε, σὺν αὐταῖς δυσώπει, τὸν τῶν ὅλων Κύριον, πταισμάτων δοῦναι ἄφεσιν, καὶ παθῶν θεραπείαν, τοῖς μετὰ πίστεως σπεύδουσι, τῇ ἁγίᾳ κάρᾳ σου Ὅσιε.
Θεοτοκίον.
Ῥῶσιν παράσχου καὶ ὑγείαν ἄχραντε, ψυχῆς καὶ σώματος, καὶ τῶν ἐν τῷ βίῳ, δυσχερῶν τὴν λύτρωσιν, τοῖς πόθῳ καταφεύγουσι, τῇ Σῇ σκέπῃ Παρθένε, Γλυκοφιλοῦσα πανύμνητε, καὶ Σὲ Θεοτόκον δοξάζουσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς καλόν σε ποιμένα καὶ ὁδηγὸν ἔχουσα, αὕτη σου ἡ Μάνδρα θεόφρον, πιστῶς προστρέχει σοι, καὶ ἐκβοᾷ σοι θερμῶς· ἐπὶ τὰς τρίβους Κυρίου, ἀσφαλῶς ὁδήγει με, Πάτερ Τιμόθεε.
Γνώμην ἔμφρονα δίδου καὶ λογισμὸν σώφρονα, καὶ προσεκτικὸν νοῦν ἐν πᾶσιν, ἡμῖν τοῖς τέκνοις σου, τοῖς προσανέχουσιν, ὅλῃ ψυχῇ καὶ καρδίᾳ, τῇ ἐπιστασίᾳ σου, Πάτερ Τιμόθεε.
Ὀδυνῶν πολυτρόπων καὶ συμφορῶν λύτρωσαι, καὶ ἀλλεπαλλήλων κινδύνων, καὶ περιστάσεων, Πάτερ Τιμόθεε, τοὺς τῇ ἁγίᾳ σου κάρᾳ, εὐλαβῶς προστρέχοντας, καὶ σὲ γεραίροντας.
Θεοτοκίον.
Νόμων δίχα τεκοῦσα τῶν φυσικῶν ἄχραντε, τὸν Θεὸν τῶν ὅλων καὶ Κτίστην, παρθένος ἔμεινας, μετὰ τὴν κύησιν· ὅθεν, κἀμὲ Θεοτόκε, νόμων τῶν τοῦ χείρονος, ῥῦσαι καὶ σῶσόν με.
Διάσωσον, τῇ δεδομένῃ σοι χάριτι Ἱεράρχα, πάσης βλάβης καὶ πειρασμῶν καὶ κακώσεων, τοὺς προσιόντας Τιμόθεε τῇ σῇ σκέπῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ θεῖον ἀντιλήπτορα, καὶ σκέπην στεῤῥάν, καὶ πρέσβυν πρὸς τὸν Κύριον, πλουτοῦσά σε ἡ Μάνδρα σου, ἐκ βαθέων βοᾷ σοι Τιμόθεε· μὴ διαλίπῃς πρεσβεύειν Θεῷ, ἐκ πάσης λυτροῦσθαί με στενώσεως.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Καταφυγήν, καὶ ἀσφαλείας προπύργιον, Ἱεράρχα, Ὅσιε Τιμόθεε, τὴν ἀρωγήν σου τὴν θαυμαστήν, ἔχοντες ἐν πᾶσι, πᾶσαν δαιμόνων ἐπίθεσιν, καὶ ἔφοδον καὶ βλάβην, ἐκκρουόμεθα Πάτερ, καὶ πολλῆς εὐφροσύνης πληρούμεθα.
Ἔχει ἡ σή, Μονή σε Πάτερ Τιμόθεε, ποιμενάρχην, ὡς θεῖον δομήτορα, καὶ παιδευτὴν πάσης ἀρετῆς· ὅθεν ταύτην ῥύου, τῶν ἐν τῷ βίῳ συμπτώσεων, καὶ πάσης δυσχερείας, καὶ τῆς σῆς εὐλογίας, δαψιλῶς ταύτῃ δίδου τὰς χάριτας.
Κάραν τὴν σήν, τὴν δοξασθεῖσαν τῇ χάριτι, τοῦ Ἁγίου, θεοφόρε Πνεύματος, περικυκλοῦντες πανευλαβῶς, ἐξ αὐτῆς ἰάσεις, παντοδαπὰς κομιζόμεθα, εἰς νόσων θεραπείαν, καὶ ψυχῶν σωτηρίαν, ἀνυμνοῦντές σε Πάτερ Τιμόθεε.
Θεοτοκίον.
Τὴν τῶν ψυχῶν, ἐκ Σοῦ ὑγείαν λαμβάνοντες, καὶ σωμάτων, ἅμα τὴν ἀνάῤῥωσιν, Γλυκοφιλοῦσα Κόρη ἁγνή, τὰς εὐεργεσίας, τὰς πολλαπλᾶς σου κηρύττομεν, δι’ ὧν ἡμᾶς διέπεις, καὶ ἐκτρέφεις καὶ σώζεις, οἷα μήτηρ φιλόστοργος Δέσποινα.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἡ θερμή σου πρεσβεία, τοὺς πιστῶς καλοῦντάς σε Πάτερ προφθάνουσα, σώζει ἐκ κινδύνων, καὶ λοιμὸν ἀφανίζει πανώλεθρον· ὅθεν τοὺς ἐν πόνοις, καὶ ἐν στενώσεσι τοῦ βίου, θλιβομένους προφθάσας διάσωσον.
Μέγας ὤφθης προστάτης, Ἅγιε Τιμόθεε τῶν προσιόντων σοι· ὅθεν σοι προστρέχει, ἐν καιρῷ συμφορῶν τε καὶ θλίψεων, Ἀθηνῶν ἡ πόλις, καὶ Ἀττικὴ σύμπασα Πάτερ, καὶ τῆς σῆς ἀπολαύουσι χάριτος.
Εὐπραγίαν ἐν πᾶσι, καὶ εἰρηνικὴν ζωὴν δίδου Ἅγιε, καὶ πταισμάτων λύσιν, καὶ χαρὰν τὴν κατ’ ἄμφω Τιμόθεε, τῇ σῇ ἀντιλήψει, καὶ πατρικῇ σου συμπαθείᾳ, τοῖς προστρέχουσι πόθῳ τῇ σκέπῃ σου.
Θεοτοκίον.
Θαυμαστῶς ὡραιώθη, ὦ Γλυκοφιλοῦσα Μορφή Σου ἡ ἄχραντος, καὶ ὑπὲρ ἡλίου, τὰς αὐγὰς ἀπαστράπτει τὴν χάριν Σου, καὶ διασκεδάζει, παθῶν ὁμίχλην ὀλεθρίων, καὶ εὐφραίνει τοὺς Σὲ μεγαλύνοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκοίμητος, βοηθὸς ἴσθι Πάτερ, τῆς ἁγίας σου Μονῆς ἱεράρχα, τῆς προσκειμένης τῇ σῇ προστασίᾳ, καὶ καυχωμένης τοῖς θείοις σου θαύμασι, Τιμόθεε θαυματουργέ, κατευθύνων αὐτὴν πρὸς τὰ κρείττονα.
Παντοίων, πειρατηρίων καὶ πόνων, καὶ δεινῶν ἀσθενειῶν καὶ κινδύνων, καὶ πάσης ἄλλης ἀνάγκης τοῦ βίου, καὶ ἐπηρεία ἐχθροῦ τοῦ ἀλάστορος, φύλαττε Πάτερ ἀσινεῖς, τοὺς πιστῶς σε τιμῶντας Τιμόθεε.
Ἀστράπτει, τῶν ἰαμάτων τὴν αἴγλην, ὡς φωτὸς κατοικητήριον Πάτερ, ἡ παναγία σου κάρα τῷ κόσμῳ, καὶ τῶν παθῶν διαλύει τὴν ζόφωσιν· ᾗ προσιόντες εὐλαβῶς, εὐφροσύνης ἐνθέου πληρούμεθα.
Θεοτοκίον.
Τὴν Μάνδραν, ἣν πλείστοις ἵδρυσε πόνοις, καὶ ἀνέθετο τῇ Σῇ προστασίᾳ, ὁ θεοφόρος Τιμόθεος Κόρη, ἐκ πάσης σκέπε κακίας τοῦ χείρονος, Γλυκοφιλοῦσα Μαριάμ, τὴν εἰρήνην Σου ταύτῃ παρέχουσα.
Διάσωσον, τῇ δεδομένῃ σοι χάριτι Ἱεράρχα, πάσης βλάβης καὶ πειρασμῶν καὶ κακώσεων, τοὺς προσιόντας Τιμόθεε τῇ σῇ σκέπῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ τῇ σῇ καταφεύγουσα, ἡ τῆς Πεντέλης Μονὴ Πάτερ Ὅσιε, λυτροῦται δεινῶν περιστάσεων, καὶ τῆς εὐνοίας σου δρέπει τὰς χάριτας· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Προκείμενον.
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουιᾶν
(Κεφ. ιβ΄, 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαϑηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Αἴγλῃ θείου Πνεύματος, καταυγασθεὶς τὴν καρδίαν, Ἱεράρχης Ὅσιος, ἀληθῶς Τιμόθεε ἐχρημάτισας, καὶ φωτὶ Ἅγιε, τῶν ἐν σοὶ χαρίτων, καὶ θαυμάτων ταῖς λαμπρότησι, πυρσεύεις ἅπασαν, Πάτερ Ἀττικὴν τὴν τιμῶσάν σε, καὶ Κάλαμον καὶ Εὔβοιαν, Αἴγιναν καὶ Κέαν ἑκάστοτε· ὅθεν σου τῇ κάρᾳ, προστρέχοντες ἐν πίστει ἀληθῆ, ἁγιασμόν τε καὶ ἔλεος, ἐξ αὐτῆς λαμβάνομεν.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἔργοις τοῦ σκότους ἐδουλώθην, καὶ ἐτάζομαι παθήμασι καὶ νόσοις· ἀλλὰ Πάτερ τῇ σῇ, προστρέχω ἀντιλήψει, ἵνα ῥυσθῶ Τιμόθεε, τῆς εὑρούσης με ὀδύνης.
Ῥεῖθρον ἰάσεων βλυστάνει, Πάτερ Ὅσιε ἡ θεία κεφαλή σου, καὶ λοιμὸν χαλεπόν, εἰς τέλος κατακλύζει, καὶ ῥῶσιν νέμει ἅπασι, καὶ χαρὰν καὶ εὐφροσύνην.
Γῆ ἡ πατρώα σου καυχᾶται, τοὶς σπαργάνοις σου Τιμόθεε παμμάκαρ· ἀλλ’ ἡ χάρις ἡ σή, τοῖς ἅπασιν ἐκλάμπει, καὶ διαλύει Ὅσιε, τῶν παθῶν νύκτα βαθεῖαν.
Θεοτοκίον.
Ἔλλαμψιν δίδου σωτηρίας, τῇ καρδίᾳ μου ἁγνὴ Γλυκοφιλοῦσα, καὶ πρὸς φῶς νοητόν, τῶν θείων προσταγμάτων, ὁδήγει με πανάμωμε, μητρικῇ Σου συμπαθείᾳ.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥῦσαι πάσης ἀνάγκης καὶ μανίας, καὶ βουλῆς πονηρᾶς, ἐχθροῦ τοῦ βροτοκτόνου, τοὺς ἐπιγραφομένους σε Τιμόθεε, ῥύστην καὶ προστάτην, καὶ πρὸς τὴν σὴν σκέπην, ἀπαύστως ἀφορῶντας.
Ἀττική σου τὰ θαύματα κηρύττει· Ἀθηναίων γὰρ τὴν πόλιν ἐλυτρώσω, βροτολοιγοῦ λοιμοῦ Πάτερ Τιμόθεε· ὅθεν καὶ μελλόντων, ἡμᾶς λοιμῶν καὶ πόνων, ἀπάλλαξον ταχέως.
Σωτηρίαν ἡ Αἴγινα ἐφεῦρεν, ἐπισκέψει σοφέ, τῆς θαυμαστῆς σου κάρας, ἐξ ἀσθενείας ὀλεθρίου Ὅσιε· ἀλλὰ καὶ παντοίας, βλάβης καὶ ἀῤῥωστίας, ἀτρώτους ἡμᾶς σῶζε.
Θεοτοκίον.
Ἰσχυράν Σε παράκλησιν ἐν πόνοις, καὶ χαρὰν ἀληθῆ, ἐν θλιβεροῖς τοῦ βίου, πεπλουτηκὼς δι’ ἄκραν ἀγαθότητα, ὦ Γλυκοφιλοῦσα, κηρύττω Σου τὴν χάριν, τὴν πρὸς ἐμὲ πλουσίαν.
ᾨδὴ θ΄. Ἐξέστῃ ἐπὶ τούτῳ.
Μεγίστων χαρισμάτων ἀξιωθείς, Ἱεράρχα Τιμόθεε Ὅσιε, ὡς τὸν Θεόν, βίῳ μεγαλύνας θεοειδεῖ, μεγάλων πόνων πάντοτε, καὶ πειρατηρίων ὀδυνηρῶν, καὶ νόσων καὶ κινδύνων, λύτρωσαι τοὺς ἐν πίστει, εἰλικρινεῖ σε μακαρίζοντας.
Οἱ νόσοις συνεχόμενοι χαλεποῖς, τῇ Μονῇ τῆς Πεντέλης προσέλθετε, καὶ τῇ σεπτῇ, κάρᾳ Τιμοθέου τοῦ ἱεροῦ, προσπέσατε ἐκ πίστες, ἵνα θεραπείαν τὴν ποθητήν, κομίσησθε ταχέως· πηγάζει γὰρ ἀπαύστως, τοῖς προσιοῦσι τὰ ἰάματα.
Ὑπάρχων Πάτερ πλήρης θείου φωτός, ὡς φωτὸς κληρονόμος καὶ μέτοχος, σκότος παθῶν, τῶν περικυκλούντων με χαλεπῶς, διάλυσον Τιμόθεε, καὶ φωτί με γνώσεως ἀληθοῦς, καταύγασον θεόφρον, ὡς ἂν φωτὸς τὰ ἔργα, καὶ ἐργασθῶ καὶ πράξω Ὅσιε.
Θεοτοκίον.
Ὑπέρλαμπρε λυχνία χρυσοφαής, Θεοτόκε Παρθένε πανύμνητε, Μῆτερ Θεοῦ, λάμπρυνον ψυχήν μου τὴν ζοφεράν, καὶ τὴν ἐν ἐμοὶ νέκρωσον, Κόρη ἁμαρτίαν τὴν χαλεπήν, καὶ πάσης συνηθείας, ῥῦσαί με ὀλεθρία,ς καὶ μετὰ τέλος ἁγνὴ σῶσόν με.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Κάλαμος σε ἤνεγκεν ἀληθῶς, ὡς εὔκαρπον δένδρον, εὐκαρπίας πνευματικῆς· ὅθεν τῶν καρπῶν σου, Χριστοῦ ἡ Ἐκκλησία, Τιμόθεε τρυφῶσα, ὕμνοις γεραίρει σε.
Βίον ἐκ νεότητος ἱερόν, βιώσας Ὁσίων, Ἱεράρχης θεοειδής, ἐν ὑστέροις χρόνοις, Τιμόθεε ἐδείχθης, καὶ τῶν Ἁγίων πάντων, Πάτερ ἰσότιμος.
Χαίροις ὁ Πεντέλης θεῖος πυρσός, Εὐρίπου τὸ κλέος, καὶ Εὐβοίας πάσης φωστήρ, Καλάμου ἡ δόξα, καὶ τῶν πιστῶν προστάτης, Τιμόθεε παμμάκαρ, Μονῆς σου ἔφορε.
Κάραν σου τὴν θείαν καὶ θαυμαστήν, ἔχει ἡ Μονή σου, ὡς θησαύρισμα νοητόν· ὅθεν ταύτῃ πᾶσα, ἡ Ἀτικὴ προστρέχει, καὶ ἐξ αὐτῆς λαμβάνει, χάριν σωτήριον.
Ὡς ἐῤῥύσω πάλαι δεινοῦ λοιμοῦ, Ἀθηνῶν τὴν πόλιν, καὶ τὴν Αἴγιναν θαυμαστῶς, οὕτως ἡμᾶς ῥύου, Τιμόθεε τρισμάκαρ, πάσης ἐπερχομένης, ὀργῆς καὶ θλίψεως.
Φύλαττε καὶ σκέπε τὴν σὴν Μονήν, Τιμόθεε Πάτερ, τὴν τιμῶσαν πανευλαβῶς, τὴν σεπτήν σου κάραν, καὶ τὴν λαμπράν σου μνήμην, λαμπροφανῶς τελοῦσα, καὶ σὲ γεραίρουσαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ ἀρωγῇ καὶ πρεσβείᾳ, Πάτερ Τιμόθεε, πάσης περιστάσεως καὶ νοσημάτων δεινῶν, καὶ κινδύνων ἑκάστοτε, ἐπισυμβαινόντων, λύτρωσαι δεόμεθα, καὶ πάσης ἄλλης πληγῆς· σοῦ γὰρ τὴν μυρίπνοον κάραν, ὥσπερ θησαυρὸν κεκτημένοι, τὴν σὴν χάριν πάντοτε καρπούμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Τιμόθεον Επίσκοπο Ευρίπου του και εν Βραυρώνι της Μεσογαίας Ασκήσαντα
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Καλάμου γόνον, ἱεράρχην Εὐρίπου, Πεντέλης μάνδρας τὸν δομήτορα, ὕμνοις, Βραυρῶνος τὸν οἰκήτορα καὶ ἁγιασμὸν Κέας, εὐφημήσωμεν ὡς ἀνεξικακίας καὶ ἀγάπης σκήνωμα καθηκόντως βοῶντες· ἡμᾶς ἀγάπης δεῖξον ἀκραιφνοῦς φανούς σε πόθῳ τιμῶντας, Τιμόθεε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Τιμῆς οὐρανίου, Τιμόθεε, ἀξίωσόν με. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τιμόθεε ἄγαλμα προσευχῆς, φανὲ ἡσυχίας, συμπαθείας ὑπογραμμὲ, καὶ κλέϊσμα ἀνεξικακίας, πιστοὺς ὑψόθεν ἀπαύστως ἐπόπτευε.
Ἰσχύος Τιμόθεε θεϊκῆς,ἱκέτας σου πλῆσον, τῇ δυνάμει σῶν πρεσβειῶν, πρὸς Κύριον βέλεμνα συντρίψαι, τὰ ἰοβόλα ἐχθροῦ τοῦ ἀλάστορος.
Μὴ παύσῃ Τιμόθεε δυσωπῶν, Χριστὸν ἐπομβρίσαι, τοῖς ἱκέταις σου ὑετὸν, ἀγάπης, συνέσεως, εἰρήνης, μακροθυμίας, χαρᾶς καὶ χρηστότητος.
Θεοτοκίον.
Ἡ μόνη τοῦ κόσμου καταφυγὴ, ἐν βίου ταῖς ζάλαις, ὑπερύμνητε Μαριάμ, διάνοιξον κόλπους μητρικούς σου, ἐμπεριστάτων χοροὺς ὑποδέξασθαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σεμνολόγημα θεῖον τῆς τοῦ Χριστοῦ πίστεως, Ὠρεῶν ποιμὴν καὶ Εὐρίπου, θρόνου διάκοσμε, ὁ εἰς Κυρίου τεθεὶς, τύπον καὶ τόπον εὐλόγει, πρόσφυγας σῆς χάριτος πάντας, Τιμόθεε.
Ὁ βλαστὸς τοῦ Καλάμου ὁ ἱερός εὔοσμα, ῥόδα ἐξανθήσας ἁγνείας, μάκαρ Τιμόθεε, διαγωγῆς ἀκραιφνοῦς, καὶ ἀπαθείας ὀδμαῖς σου, πρεσβειῶν διάλυσον πάθη δυσώδη μου.
Ὑμνηπόλων σου δέξαι τὰ ἱερὰ ᾄσματα, τῶν μεγαλυνόντων σε πόθῳ, μάκαρ Τιμόθεε, ἡσυχαστὴν ὡς σεπτὸν, καὶ ἀνεξίκακον πᾶσιν, ἄφεσιν δωρήσαντα σὲ ἀδικήσαντι.
Θεοτοκίον.
Ῥυπτικαῖς σου πρεσβείαις, Μῆτερ Θεοῦ κάθαρον, ῥύπον τῶν πολλῶν μου πταισμάτων, ἄχραντε Δέσποινα, καὶ πλῦνον ἀνομιῶν, φιλαμαρτήμονος βίου, βόρβορον τὸ πέλαγος ῥείθροις σῆς χάριτος.
Ἀνάδειξον, σεπτὲ Τιμόθεε σκεύη μακροθυμίας, συμπαθείας καὶ ἀκραιφνοῦς ἀγάπης σοὺς πρόσφυγας, τιμῶντάς σε πόθῳ, Ἱεροφάντορ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Βραυρῶνος σεπτὲ οἰκῆτορ θείας Σκήτεως, καὶ ἡσυχαστῶν Τιμόθεε ὡράϊσμα, ὁ προκρίνας ἄριστα τὴν φυγήν, ἀσκητά, τὴν ἑκούσιον παραμονῆς ἐν τόπῳ φθονερῶν κατοίκων, συγχώρησον κακίαν μοι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀπαθείας Τιμόθεε, μέλαθρον τὰ πάθη μου τὰ χαμαίζηλα, καταπράϋνον πρεσβείαις σου, πρὸς τὸν ἀναμάρτητον Θεάνθρωπον.
Νῦν Βραυρὼν μεγαλύνει σε, σπηλαιῶτα πάτερ σοφὲ Τιμόθεε, ἐκβοῶσα· Χαῖρε, χάριτος, Παρακλήτου Πνεύματος θησαύρισμα.
Ἱεράρχα Τιμόθεε, λέμβον κατακαύσαντας ἁλιείας σου, συγχωρήσας ἐκ καρδίας σου, δίδαξον φυγήν με τὴν σωτήριον.
Θεοτοκίον.
Οὐ παυόμεθα Δέσποινα, ἀνυμνεῖν σου ἄφατον ἀγαθότητα, καὶ συμπάθειαν Θεόνυμφε, πρὸς τοὺς τρυχομένους καὶ τοὺς στένοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνοις σε φαιδροῖς, μεγαλύνοντες Τιμόθεε, ὡς σπηλαίου ὑπογείου οἰκιστήν, ἐκδεχόμεθα, πρεσβείας τὰς ἀόκνους σου.
Τόμε ἀρετῆς, πολυτίμητε Τιμόθεε, γράψον πάντας ἐν τῇ βίβλῳ τῆς ζωῆς, σαῖς πρεσβείαις, πρὸς Χριστὸν τοὺς ἀνυμνοῦντάς σε.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὴν ἀσθένειαν, τῶν τιμώντων σε Τιμόθεε λαμπρῶς, σπηλαιώτην, ἀσκητὴν ὡς χαριτόβρυτον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Τιμοθέου ταῖς ἐντεύξεσιν, ἐκ θανάτου αἰωνίου τῆς φθορᾶς, ἀπολύτρωσαι, ἡμᾶς σε μεγαλύνοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οὐράνωσον, ἱκετῶν σου φρόνημα, ἀσκητῶν οὐρανοδρόμον πορείαν, ὁ καὶ ἐν Σκήτῃ Βραυρῶνος ἀνύσας, ἡσυχαστὰ ἱεράρχα Τιμόθεε, καὶ καθαγίασον ἡμῶν, τὴν ζωὴν σῶν δεήσεων νάμασι.
Θαυμάζοντες, ἀνεξικακίαν σου, καὶ πολλὴν μακροθυμίαν θεόφρον, θαυματουργὲ τῆς Βραυρῶνος οἰκῆτορ, πρὸς τοὺς πικράναντας σὴν ὁσιότητα, βοῶμεν· πταίσματα ἡμῖν, πρὸς Χριστὸν σαῖς πρεσβείαις συγχώρησον.
Εὐΐλατον, Ἰησοῦν Τιμόθεε, καθιλέωσαι ἡμῖν σε τιμῶσιν, ὡς ἀσκητὴν θαυμαστόν ἡσυχίαν, τὸν ἀγαπῶντα καὶ πόνοις συντόνοις σου, ἐν ἐρημίαις τὸν σὸν νοῦν, οὐρανῶν πρὸς ἐπάλξεις πτερώσαντα.
Θεοτοκίον.
Ἐπάκουσον, νῦν τῶν δεομένων σου, καὶ εἰρήνευσον ζωήν Θεοτόκε, πολεμουμένων δεινῶς οὐρανόθεν, γαλήνην σοῦ τοῦ Υἱοῦ καταπέμπουσα, τοῦ εἰρηνάρχου Ἰησοῦ, Τιμοθέου ὁσίου ἐντεύξεσιν.
Ἀνάδειξον, ἡμᾶς Τιμόθεε σκεύη, μακροθυμίας συμπαθείας καὶ ἀκραιφνοῦς ἀγάπης, Τιμόθεε, τιμῶντάς σε πόθῳ, ἱεροφάντορ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν εὐλογοῦντα αὐτὸν τοὺς διώκοντας καὶ μηδενὶ ἀποδοῦντα κακότητα, ἡσυχαστὴν τῆς Βραυρῶνος, Τιμόθεον, ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν τιμήσωμεν, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Κύριον.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 -16). (Ζήτει τῇ ΙΓ΄ Νοεμβρίου).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης• κἀκεῖνα με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κέρας ταπεινώσεως, μακροθυμίας πυξίον, πάτερ ἀνεξίκακε, θεαυγὲς Τιμόθεε, στῦλε πίστεως, ὁ φυγὼν τάχιστα ἄντρου ἐκ Βραυρῶνος, Μαρτινιανοῦ ἑπόμενε τρόποις, προκρίναντος τὴν φυγὴν σκανδάλου καὶ πτώσεως, ἐνίσχυσον, Τιμόθεε, σὲ τοὺς εὐλαβῶς μακαρίζοντας ἔνεδρα ἐχθίστου πατῆσαι καὶ φυγεῖν αὐτοῦ ταχὺ μανίαν ἄγαν ψυχόλεθρον, βλάβην καὶ κακότητα.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀρχιθῦτα Εὐρίπου, παῤῥησίᾳ ἐλέγξας ἐχθροὺς τῆς πίστεως, ἐκίνησας τὴν μῆνιν, αὐτῶν καὶ ἠναγκάσθης, καταλίπειν τὴν ποίμνην σου, ὑπὲρ αὐτῆς ὁ Χριστῷ, Τιμόθεε πρεσβεύων.
Ξένων ὤφθης θαυμάτων, ποταμός ἱεράρχα Χριστοῦ πολύῤῥυτος, Τιμόθεε Βραυρῶνος, οἰκῆτορ θεοφόρε, καὶ πιστῶν ὁμηγύρεως, τῆς Μεσογαίας φρουρὲ, καὶ φύλαξ καὶ ἀκέστορ.
Ἱκανοὺς σοὺς ἱκέτας, θριαμβεῦσαι τὸν πλάνον ἐχθρὸν ἀνάδειξον, Τιμόθεε ἀγάπῃ, ὁ καὶ μακροθυμίᾳ, θριαμβεύσας τὸν ἄρχοντα, κακίας τὸν μιαρόν, ἀεὶ πτερνίζοντά σε.
Θεοτοκίον.
Ὡς εὐσπλάγχνου Κυρίου, σὲ τιμῶντες μητέρα, ἁγνή φιλόστοργον, καθικετεύομέν σε· κατάπεμψον ἀφθόνως, τοῖς ὑμνοῦσί σε δύναμιν, ἄμφω ἐνθέρμοις λιταῖς, ὁσίου Τιμοθέου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σὲ δυσωποῦμεν· σκέπε καὶ φρούρει Βραυρῶνά, σε τιμῶσαν Τιμόθεε πάτερ, ὡς αὐτῆς προστάτην, καὶ ἐκ κινδύνων ῥύστην.
Ὀ θωμανίδος, παῖδα Τιμόθεε σώσας, πειρατῶν ἐκ χειρῶν τῶν ἀδίκων, ῥῦσαι τῶν παγίδων, ἡμᾶς τοῦ μισοκάλου.
Νεκρώσας πάθη, σαρκός Τιμόθεε πόνοις, νυχθημέροις ζωῆς κληρονόμος, ὤφθης τῆς ἀγήρω, ἡμῶν θερμὲ μεσῖτα.
Θεοτοκίον.
Μονῆς Πεντέλης, Γλυκοφιλοῦσα Παρθένε, σὺν τῷ κτίτορι ταύτης τῷ θείῳ, τοῖς προσφεύγουσί σοι, βοήθει εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εὐλόγει σοὺς ἱκέτας, καὶ σωτηριώδεις αἰτήσεις πλήρου ἡμῶν, εὐσυμπάθητε, ἡσυχαστὰ τῆς Βραυρῶνος, σεπτὲ Τιμόθεε.
Χαρᾶς καὶ εὐθυμίας, πλῆσον τὰς καρδίας, τῶν δυσθυμούντων προσφύγων σῆς χάριτος, ἀγάπης θείας, Τιμόθεε μάκαρ, σκήνωμα.
Μὴ παύσῃ οὐρανόθεν, πάντας ἐποπτεύων, τοὺς εὐλαβῶς ἀνυμνοῦντας Τιμόθεε, τὴν παῤῥησίαν, ἣν ἔχεις πρὸς τὸν Θεάνθρωπον.
Θεοτοκίον.
Μετὰ τοῦ ἱεράρχου, θείου Τιμοθέου, ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν Τόκον σου, καὶ πανευΐλατον Κτίστην, Θεογεννήτρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, τοῦ Εὐρίπου σεπτὸς ποιμήν, ὁ ἐν τῇ Βραυρῶνι, ἐνασκήσας θεοπρεπῶς, καὶ θαυματουργήσας ὡς Παρακλήτου σκεῦος, καὶ ἀρετῶν δοχεῖον, μάκαρ Τιμόθεε.
Χαίροις, ἱεράρχα ἡσυχαστά, ἀνεξικακίας, ὁ διάκοσμος ἀληθῶς, χαίροις, τῆς Βραυρῶνος τῆς Σκήτεως οἰκῆτορ, Τιμόθεε χαρίτων Πνεύματος ἔμπλεως.
Ἔχων παῤῥησίαν πρὸς τὸν Θεὸν, ὡς ἱεροφάντωρ, καὶ φωσφόρος ἡσυχαστής, ὁ ἐν τῷ σπηλαίῳ, Βραυρῶνος ἐνασκήσας, Αὐτὸν ἡμῖν δυσώπει, πέμψαι ὑγίειαν.
Λέμβον σὸν τριβώνιον εὐτελὲς, θαυμαστῶς ποιήσας, καὶ τῇ χάριτι ἐπιβὰς, τούτου τοῦ Κυρίου διέβης τῆς θαλάσσης, Τιμόθεε τὸ μῆκος ὥσπερ ἀσώματος.
Χαίροις, κοσμιότης ἱεραρχῶν, χαίροις, ὁ δομήτωρ ἐν Πεντέλῃ σεπτῆς Μονῆς, χαίροις, θεοφόρων, Τιμόθεε πατέρων, διάκοσμος καὶ στῦλος, πίστεως ἄσειστος.
Συγχωρητικότητος κορυφή, ἀνεξικακίας, καὶ ἀγάπης ὑπογραμμέ, ὡς σποδὸν καὶ κόνιν ἀπέλασον κακίαν, ἡμᾶς τὴν τυραννοῦσαν, μάκαρ Τιμόθεε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀσκητὴν ἱεράρχην Εὐρίπου σώσαντα, εὐχαῖς αὐτοῦ διαθέρμοις, ἐξ ἁρπαγῆς πειρατῶν, γαιοκτήμονος Βραυρῶνος παῖδα μέλψωμεν, ὡς Μεσογαίας ἀσκητὴν, θεοείκελον λαμπρῶς, Τιμόθεον ἐκβοῶντες· ἐξ ἕρκους πλάνου ὀδόντων, τοὺς ὑμνηπόλους σου ἐξάρπασον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντων σε τιμώντων εὐλαβῶς, φίλε τοῦ Θεοῦ τοῦ Ὑψίστου, μακροθυμίας εἰκών, ἔσοπτρον χρηστότητος, ἀγάπης σκήνωμα, ταπεινώσεως ἔσοπτρον, ἀνεξικακίας πρόβολε, Τιμόθεε, ἡμᾶς ἀπάλλαξον βλάβης ψυχικῆς καὶ ἀνάγκης, ἵνα καθαρᾷ διανοίᾳ μνήμην ἐκτελῶμεν τὴ ἁγίαν σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Τετράστιχον·
Νικόλαον φρούρει, Τιμόθεε μάκαρ,
Μεσογαίας ποιμένα σὺν ξυνωρίδι
σεμνῇ, Ἀθανασίου καὶ Σπυρίδωνος,
ὁλοθέρμως δέεταί σου Χαραλάμπης.
Ἔκδοσις Ἱεροῦ Ναοῦ Ἁγίου Νικολάου Μαρκοπούλου Μεσογαίας