Παρακλητικός Κανών εις τον Όσιο Τύχωνα τον Αγιορείτη τον εκ Ρωσίας

Ποίημα Ἀθανασίου Δ. Κυπραίου, φιλολόγου

† Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΚΓ΄ Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ θαλερὸν καὶ εὐωδέστατον ἄνθος, ὃ ἀνεβλάστησε λειμῶνι Μαρίας, ἱκετηρίοις μέλεσιν ὑμνοῦμεν θερμῶς· εὔφρανον τῇ παῤῥησίᾳ σου, τοὺς ἐν θλίψει καλοῦντάς σε, πότισον σοῖς δάκρυσι, ψυχὰς τὰς ξηρανθείσας, ἐκ ῥαθυμίας τῆς φθοροποιοῦ, Τύχων μυρίπνου, οὐράνιον βλάστημα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς·
Ἱκεσίας ὕμνον Τύχωνι Ἀθανάσιος ὑμνεῖ.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἱκέτης ὑπάρχων Τύχων γλυκύ, πρὸς σὲ ἀνακράζω, τὴν πρεσβείαν σου ἐκζητῶν· ὦ πάτερ πανύμνητε ταχέως, τῆς σωτηρίας τὸν πόθον ἐνίσχυσον.

Καλὸν ἔδειξέ σε Τύχων σοφέ, ὁ κάλλει ὡραῖος, παρὰ πάντας τοὺς ἐπὶ γῆς· διὸ σαῖς πρεσβείαις εἰς τὸ κάλλος, πρὸς σὲ βοῶ τὸ ἀρχαῖόν με ἴθυνον.

Εὐχαῖς σου ὑφάρπασον καὶ ἐμέ, ἐκ τοῦ διαβόλου, τῶν ὀνύχων τῶν πορνικῶν, ὡς διεφυλάχθης καὶ σὺ πάλαι, καὶ Ἰωσὴφ ὡμοιώθης ἁγνότατε.

Θεοτοκίον.
Τοὺς δούλους ὦ Μῆτερ Θεοῦ Ἁγνή, καὶ τροφὲ Κυρίου, τοῦ παρέχοντος τὴν ζωήν, χόρτασον πλουσίαις δωρεαῖς σου, ὥσπερ τὸν Τύχωνα ἄρτῳ ἐξέθρεψας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱεραῖς προσευχαῖς σου, ἀσκητικὲ ὅσιε, δίδου μοι τὸ ἔργον τῶν ἔργων, ὃ ἡ εὐχή ἐστι, ἐν τῷ καιρῷ πειρασμοῦ, καὶ ῥαθυμίας τὴν φλόγα, τῷ θερμῶς ὑμνοῦντί σε, Τύχων ἀπόσβεσον.

Ἀρετὴν τῆς ἁγνείας, ἀπὸ παιδὸς ἔδειξας, καὶ τῇ καθαρότητι βίου, Τύχων ἐνέμεινας· διὸ ἱκέτευε νῦν, ἁμαρτιῶν ἐξ ἀγνοίας, μὴ μνησθῇ ὁ Κύριος, καὶ ἐκ νεότητος.

Συνοικῶν τοῖς ἀγγέλοις, θαυματουργὲ ἅγιε, πάσας τὰς μερίμνας τοῦ βίου, τούτοις ἀνέθηκας· ἐν τῇ πρεσβείᾳ τῇ σῇ, νῦν ἀνατίθημι Τύχων, τὰς τοῦ βίου θλίψεις μου, πάτερ πανόλβιε.

Θεοτοκίον.
Ὑμνῳδίας ἀπαύστους, πανσθενουργὲ Δέσποινα, σοὶ ἀναβοῶμεν ἐνθέρμως, καὶ ἀνακράζομεν· ὥσπερ κατῴκεις Ἁγνή, σὺν τοῖς ἁγίοις ἀγγέλοις, τῇ καλύβῃ Τύχωνος, πάντας ἐπίσκεψαι.

Ἀπάλλαξον, ἐκ πονηρῶν δαιμονίων τοὺς σὲ ὑμνοῦντας, παῤῥησίαν πρὸς τὸν Θεὸν ὡς ἔχων ἀκράδαντον, ὦ Τύχων πανύμνητε θεοφόρε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Χριστοῦ Γολγοθᾶς, ἡ πύλη Παραδείσου τε, καὶ μόνη ὁδός, τοῖς θέλουσι τὴν λύτρωσιν· δι᾿ αὐτοῦ συνόμιλος, τῶν ἀγγέλων γέγονας ὅσιε, καὶ φιλεῖς τοὺς πόδας Χριστοῦ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μιμητήν με ἀνάδειξον, τῆς μακροθυμίας σου Πάτερ ὅσιε· ὡς ἐν ὅλῃ τῇ καρδίᾳ σου, τῷ ληστῇ σου Τύχων συνεχώρησας.

Νηστευτὰ ἀκριβέστατε, καίπερ ὀψαρίων ἐγκρατευόμενος, ἐσαγήνευσας τὰ τέκνα σου, Παραδείσου γεῦσιν παρεχόμενος.

Ὁ τῷ πλήθει τῶν θλίψεων, νῦν κατακαμπτόμενος ἀνακράζω σοι· ὥσπερ ἄλλος Κυρηναῖος σύ, τὸν σταυρόν μου βάστασον μακάριε.

Θεοτοκίον.
Νοερῶς ἀνακράζω σοι· χαῖρε σὺ τὸ ὄρος τὸ ἀλατόμητον, ἡ ἐκκόπτουσα τὸ θέλημα, τῶν θερμῶς ποθούντων τὴν ταπείνωσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τύχων λειτουργέ, ἀξιώτατε ἱκέτευε, τὸν ἐσφαγμένον ἄρνα ἡμῶν Χριστόν, ἐν οὐρανίᾳ, θυσίᾳ ἐμὲ προσδέξασθαι.

Ὕμνον τῷ Θεῷ, δίδαξόν με Πάτερ ἅγιε, δοξολογίας ψάλλειν πανευλαβῶς, ἵνα κερδήσω, μισθὸν οὐρανίου χάριτος.

Χαίροις ὁ φωστήρ, ὁ δεήσεσί σου ἅγιε, καὶ τῇ δοξολογίᾳ σου πρὸς Θεόν, ἡμῖν προσφέρων, καρπὸν τοῦ Ἁγίου Πνεύματος.

Θεοτοκίον.
Ὦ Μῆτερ Ἁγνή, σὺ ἡ κλῖμαξ ἡ οὐράνιος, δι’ ἧς κατέβη Κύριος ὁ Θεός, ἁμαρτημάτων, ἡμᾶς ἐκ βυθοῦ ἀνάγαγε.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Νῦν δέησιν, ἐκχεῶ σοι Τύχωνι, καὶ πρὸς σὲ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι πιστῶν, τὰς καρδίας στηρίζεις, ὡς βακτηρία καὶ ῥάβδος ἀκλόνητος, καὶ δαίμονας τοὺς βδελυρούς, καταῤῥίπτεις εἰς βάραθρον ὅσιε.

Ἰάτρευσον, ἐκ παθῶν με Ὅσιε, καὶ παράσχου ἐν ταῖς νόσοις ἀνδρείαν, ὥσπερ καὶ σύ, ἀπαθείας ἐπλήσθης, καὶ τὸ σὸν αἷμα ἐδίδους τοῖς κώνωψι, καὶ ψύλλοις δὲ τοῖς ὀχληροῖς, ὡς ποθήσας οὐράνια δώματα.

Ἀστέρων σύ, φαεινῶν λαμπρότερος, ἀνεφάνης καὶ ὡδήγεις σὰ τέκνα, πρὸς τὴν ὁδόν, μετανοίας ἀπαύστως· ἐπιτραχήλιον ἥπλωσας ἅπασι, τοῖς λέγουσιν ὡς Ἰωνᾶς· ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Θεοτοκίον.
Θυμίαμα, τὸ εὐῶδες Δέσποινα, ὃ πιστῶν ἀναβιβάζει αἰτήσεις, πρὸς τὸν Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, ἀποκαλοῦμέν σε πάντες οἱ δοῦλοί σου, καὶ κράζομέν σοι νοερῶς· τῶν παθῶν δυσωδίαν διάλυσον.

Ἀπάλλαξον, ἐκ πονηρῶν δαιμονίων τοὺς σὲ ὑμνοῦντας, παῤῥησίαν πρὸς τὸν Θεὸν ὡς ἔχων ἀκράδαντον, ὦ Τύχων πανύμνητε θεοφόρε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐκ τῶν λογισμῶν πονηρίας μέν, ἀγαθοὺς δὲ καὶ καθαρωτάτους σὺ πάρεχε, πρὸς ἀπόκρουσιν τῶν δεινῶν ἐφόδων τοῦ ἐχθροῦ, νοὸς κάθαρσιν καὶ τῶν γραφῶν, τὴν ἀποκάλυψιν ἡμῖν, τοῖς πιστῶς σοι κραυγάζουσι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ὁ τηρησάμενος τὸν νοῦν, ἐκ τῆς κόσμου ματαιότητος.

Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δὶς)
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν·
(Κεφ. στ΄ 17-23).
Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τύχων εἶ μακάριος, ὅτι καλῶς ἠγωνίσω, καὶ πλουτῶν ἐκέρδησας, θησαυρὸν ἀσύλητον τὸν τοῦ Πνεύματος· καὶ πεινῶν ἔδωκας, τοῖς πεινῶσιν ἄρτον, τὸν οὐράνιον γλυκύτατε, δακρύων ἔχεας, τοῖς ἐν περιστάσει τὸν χείμαῤῥον, νοσοῦντας ἐθεράπευσας, καὶ τοὺς μισουμένους ἠγάπησας. Μάκαρ σαῖς πρεσβείαις, ἱκέτευσον ἀκοῦσαι καὶ ἡμᾶς, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, τὸν μακαρισμὸν ἡμῶν.

Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
Εὐθὺς δὲ μετὰ τὴν ἐκφώνησιν· Ἐλέει καὶ οἰκτιρμοῖς… αἱ λοιπαὶ ᾠδαὶ τοῦ
Κανόνος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνακράζω σοι Τύχων· ὀκνηρίας τὸν ζόφον τὸν ὀλετῆρα ἡμῶν, μετάβαλε εὐχαῖς σου, εἰς δρόσον μετανοίας, τοῖς παισὶν ἵνα ψάλλωμεν· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοερῶς εἰκονίζων, τοὺς ἀγγέλους ἀνίπτασο εἰς οὐράνια, δοξάζων τὴν Τριάδα, ἐν ὥρᾳ Λειτουργίας, ἀλλ’ ἡμῖν νῦν κατάβηθι, ἵνα διδάξῃς σοφέ, ταπείνωσιν σοῖς τέκνοις.

Ἀναστάσεως πόθος, σὲ κατέλαβε Τύχων ἀσκητικώτατε, διό σου καὶ τὰ πάθη, ἐσταύρωσας προθύμως, ὑπομένων στερρότατα· ὑπομονὴν οὖν ἡμῖν, παράσχου ταῖς εὐχαῖς σου.

Θεοτοκίον.
Σὲ ὑμνοῦμεν Παρθένε, τὴν ἀσπόρως τεκοῦσαν τὸ φῶς τὸ ἄρρητον, ἣ ἄφθορος ἐδείχθης, ὡς παῖδες ἐν καμίνῳ· διὸ πάντες σοι ψάλλομεν· ἐκ τῶν παθῶν καὶ ἡμᾶς, διάσωσον λιταῖς σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱκετηρίοις, παρακαλοῦμέν σε ὕμνοις· τοῖς πιστῶς σε ὑμνοῦσι παράσχου, τὴν ὁμολογίαν, ἐν χρόνοις τοῖς ἐσχάτοις.

Ὀρθοδοξίαν, διαφυλάττεις εὐχαῖς σου, καὶ ποιμνίῳ διάκρισιν δίδως, ἵν’ ἀκολουθῶσι, φωνῇ τῇ τοῦ Ποιμένος.

Σταυροειδῶς σύ, ὁ μοναστὰς εὐλογήσας, κυνηγῶν δὲ αὐτοὺς διασώσας, τοὺς σὲ ἀνυμνοῦντας, διάσωσον δαιμόνων.

Θεοτοκίον.
Ὑβριζομένων, ἀδικουμένων καὶ πάντων, τῶν ἐν θλίψει καὶ πόνῳ Παρθένε, σὲ ὑπερυψοῦμεν, ὡς τεῖχος προστασίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μισθὸν τοῖς σὲ τιμῶσι, καὶ ὁμολογοῦσιν, ὅτι ἰσάγγελος γέγονας Τύχων ἁγνέ, χρυσῶν στεφάνων προσαίτει, πρὸς τὸν Παντάνακτα.

Νοσοῦσιν αἰχμαλώτοις, τοῖς διωκομένοις, καὶ τοῖς ἐν πάσῃ ἀνάγκῃ ὦ Τύχων σεπτέ, σαῖς ἱκεσίαις εἰρήνην, πᾶσι χορήγησον.

Εὐλόγησον εὐχαῖς σου, τοὺς χειμαζομένους, ἀλλ’ ἀνυμνοῦντας σὴν μνήμην ὦ Τύχων γλυκύ, ὥσπερ Παΐσιον πάλαι, τὸν σοῦ διάδοχον.

Θεοτοκίον.
Ἱκέτης σου ὑπάρχων, σοὶ Παρθενομῆτορ, ἐν τῷ καιρῷ τῆς ἐξόδου βοῶ καὶ ζητῶ, ὡς παραστάτις βεβαία, στῆθι καὶ σῶσόν με.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ ἀλείπτης τῶν μοναστῶν, πιστῶν παραστάτης, ἐν ἀγῶσι πνευματικοῖς, χαίροις ὁ ἀσκήσας, ἐν Ὄρει τῷ Ἁγίῳ, καὶ τῆς Ῥωσίας πάσης, μέγιστον καύχημα.

  Χαίροις Τύχων Ἄθωνος ἀσκητά, ὁ πάνυ ποθήσας, τὸν Παράδεισον τὸν γλυκύν· νῦν γὰρ ἀναμέλπεις, ἰσάγγελε ἀγγέλοις, καὶ πᾶσι τοῖς ἁγίοις, ὕμνους πρὸς Κύριον. 

Τύχων σὺ δοχεῖον τὸ καθαρόν, χάριν ἐνσταλάξαν, Παϊσίῳ τῷ μοναχῷ, ὃς νῦν ἀναθάλλει, ὡς ἄνθος Παραδείσου, καὶ σὺν αὐτῷ ἀγάλλῃ, πάτερ πανόλβιε.

Σεραφεὶμ ὦ Ῥῶσε θαυματουργέ, ὦ Σέργιε πάτερ, κτίτορ μέγιστε Ῥαντονέζ, σὺν τῇ Θεοτόκῳ, καὶ Τύχωνι ὁσίῳ, ὑπὲρ τῆς σωτηρίας, πάντων πρεσβεύετε.

Τύχων ὁ ἀνάστασιν προσδοκῶν, καὶ τῆς χαρμολύπης, ὁ ἐρῶν τῆς καθαρτικῆς, Πνεύματος Ἁγίου, παλάτιον ὑπάρχεις, δακρύῤῥοε ἱκέτα, πᾶσι τοῖς τέκνοις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Τύχων ὅσιε, Ῥωσίας κλέος, φίλε Νόων τε, καὶ Θεοτόκου, προσανέβης Γολγοθᾷ τῷ τοῦ Ἄθωνος, καὶ τὸν γλυκὺν νῦν ἐκτήσω Παράδεισον· ὅθεν πρὸς σὲ ἀνυμνοῦντες αἰτούμεθα· Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα… Καὶ νῦν…
Τὸ Ἀπολυτίκιον τῆς προλαβούσης ἑορτῆς·
Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Ἀποδοθείσης δὲ τῆς ἑορτῆς ψάλλομεν τὸ κάτωθι Θεοτοκίον·
Ἦχος γ΄.
Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τέλος ὑμνῳδίας ἐκτελῶν, σοὶ ἀναβοῶ καὶ προσπίπτω· σῇ παῤῥησίᾳ σοφέ, πόθον σωτηρίας μου θερμῶς ἐνίσχυσον, καὶ ἀρχὴν μετανοίας μου, βαλεῖν δίδαξόν με, πάτερ τὸν κατάκριτον, καὶ ὀκνηρότατον, Τύχων ἀσκητὰ καὶ ἱκέτα, πάντων τῶν πιστῶς ἐκβοώντων, τὴν δοξολογίαν πρὸς τὸν Κύριον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΔΟΞΑ

Εὐχαριστῶ θερμὰ τὸν ἐν Χριστῷ Ἀδελφὸν Ἀθανάσιο
δια τὴν σύνταξη καὶ παραχώρησιν τῆς Παρακλήσεως.