Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Βαραδάτο
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 22 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ παρὸν τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς θεοφόρος τοῦ Σωτῆρος θεράπων, μὴ διαλίπῃς ἐκτενῶς ἱκετεύων, ὑπὲρ ἡμῶν δεόμεθα μακάριε, πάσης ἡμᾶς θλίψεως, καὶ ἀνάγκης καὶ βλάβης, Βαραδᾶτε ὅσιε, καὶ παντοίων κινδύνων, ῤύεσθαι Πάτερ τοὺς πανευλαβῶς, τῇ ἱερᾷ σου πρεσβείᾳ προστρέχοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἡ τοῦ Βαραδάτου σκέπε μὲ χάρις. Γερασίμου.
Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα και νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος Πάτερ, τῶν παθῶν μου τὸν σκοτασμόν, λῦσον Βαραδᾶτε θεοφόρε, ταῖς φωτοφόροις πρεσβείαις σου δέομαι.
Βιώσας ὡς Ἄγγελος ἐπὶ γῆς, Ἀγγέλων τῆς δόξης, ἠξιώθης ἐν οὐρανοῖς, μεθ᾽ ὧν ἐκδυσώπει θεοφόρε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.
Ἀμέτροις βαλλόμενοι πειρασμοῖς, πρὸς σὲ θεοφόρε, καταφεύγομεν ἐκ ψυχῆς, ἵνα τῇ θερμῇ σου προστασίᾳ, τῆς ἐπελθούσης ῥυσθείημεν θλίψεως.
Θεοτοκίον.
Ῥοαῖς τῶν ἀμέτρων σου οἰκτιρμῶν, κάθαρον Παρθένε, τῆς ψυχῆς μου τὸν μολυσμόν, καὶ τῆς πονηρᾶς με συνηθείας, λύτρωσαι Κόρη καὶ σῶσόν με δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπὸ πάσης ἀνάγκης καὶ πειρασμῶν Ὅσιε, καὶ ἐπηρειῶν ψυχοφθόρων, τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλαξον, τοὺς ἀδιστάκτῳ καρδίᾳ, τῷ ναῷ σου σπεύδοντας, καὶ σὲ γεραίροντας.
Δεδεγμένος τὴν χάριν παρὰ Θεοῦ Ὅσιε, λύειν συνοχὴν ἐπωδύνων, καὶ πάσης θλίψεως, παῦσον δεόμεθα, τὴν καθ᾽ ἡμῶν πικρὰν ζάλην, Βαραδᾶτε ἅγιε, τῶν περιστάσεων.
Ἀνωτέρους ἐκ πάσης ἐπιφορᾶς φύλαττε, πάτερ Βαραδᾶτε τοὺς πίστει, σὲ μακαρίζοντας καὶ δίδου ἅπασι, ταῖς πρὸς Θεόν σου πρεσβείαις, φωτισμὸν καὶ ἴασιν, καὶ θεῖον ἔλεος.
Θεοτοκίον.
Τὸν Θεὸν καὶ Σωτῆρα, σωματικῶς τέξασα, τῶν σωματικῶν παθημάτων, Παρθένε ῤῦσαί με, καὶ τὴν καρδίαν μου, ἐκ λογισμῶν ἀκαθάρτων, θᾶττον ἀποκάθαρον, τῇ σῇ χρηστότητι.
Διάσωσον, ἡμᾶς ἐκ πάσης ἀνάγκης ταῖς σαῖς πρεσβείαις, Βαραδᾶτε τοὺς εὐλαβῶς προσιόντας σοι, ὡς ἀντιλήπτωρ καὶ θεῖος ἡμῶν προστάτης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύων Χριστῷ, τῷ μόνῳ πανοικτίρμονι, μὴ παύσῃ ἀεί, ὑπὲρ τῶν εὐφημούντων σε, Βαραδᾶτε ἅγιε, λυτρωθῆναι κινδύνων καὶ θλίψεων, καὶ τῶν πταισμάτων διδόναι ἡμῖν, οἰκείᾳ χρηστότητι συγχώρησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οἱ προστρέχοντες Ἅγιε, τῇ σῇ προστασίᾳ πληροῦνται χάριτος, Βαραδᾶτε χαριστήριον, ὕμνον εὐχαρίστως σοὶ προσάγοντες.
Ὑπαχθεὶς τῷ ἀλάστορι, πάσης ἀφροσύνης τὸν νοῦν πεπλήρωμαι, ἀλλὰ σύ με ἀπολύτρωσαι, θεοφόρε τούτου τῆς κακώσεως.
Σωτηρίαν ἐξαίτησαι, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Βαραδᾶτε παναοίδιμε, τῇ πρὸς τὸν Σωτῆρα ἱκεσίᾳ σου.
Θεοτοκίον.
Κυριώνυμε Δέσποινα, τὸν κυριευθέντα ὑπὸ τοῦ ὄφεως, ἀπολύτρωσαι καὶ δίδου μοι, μετανοίας φῶς καθικετεύω σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἒχων πρὸς Χριστόν, παῤῥησίαν Πάτερ ὅσιε, καθικέτευε ἀεὶ ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει παρεστώτων τῇ Εἰκόνι σου.
Πάσης προσβολῆς, καὶ μανίας τοῦ ἀλάστορος, καὶ δεινῶν δυσχερειῶν ῥῦσαι ἡμᾶς, Βαραδᾶτε τῇ ταχείᾳ ἀντιλήψει σου.
Ἒπιδε ἡμῖν, οὐρανόθεν Πάτερ ὅσιε, προσδεχόμενος τὴν δέησιν ἡμῶν, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τὴν ῥυπῶσάν μου ἐκκάθαρον ψυχήν, καὶ φωτὶ τῆς μετανοίας με καταύγασον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐκ πάσης, ἐπιφορᾶς καὶ ὀδύνης, ἀνωτέρους ἡμᾶς φύλαττε Πάτερ, καὶ χαλεπῆς τρικυμίας τοῦ βίου, τοὺς τῷ Ἁγίῳ ναῷ σου προστρέχοντας, ὡς ἐν λιμένι γαληνῷ, Βαραδᾶτε Ὁσίων ὡράισμα.
Χαρίτων, ἀξιωθεὶς οὐρανίων, ἐπιγείων ἀναγκῶν καὶ κινδύνων, καὶ νοσημάτων καὶ πόνων παντοίων, ῥύου ἡμᾶς Βαραδᾶτε μακάριε, τοὺς προσιόντας εὐλαβῶς, τῇ θερμῇ σου πρεσβείᾳ καὶ χάριτι.
Ἀφ᾽ ὕψους, βλέψον ἡμῖν θεοφόρε, τοῖς τῇ θείᾳ καὶ σεπτῇ σου Εἰκόνι, πανευλαβῶς Βαραδᾶτε ἑστῶσι, καὶ τὴν θερμήν σου αἰτοῦσι βοήθειαν, καὶ πλήρου τούτων συμπαθῶς, τὰ αἰτήματα Πάτερ δεόμεθα.
Θεοτοκίον.
Ῥημάτων, τῶν ταπεινῶν τῆς ψυχῆς μου, Θεοτόκε τὰς φωνὰς δεχομένῃ, ἃς ἐν πολλῆ κατανύξει προσάγω, τῆς χαλεπῆς δυναστείας με λύτρωσαι, τοῦ παναλάστορος ἐχθροῦ, καὶ πικρᾶς συνηθείας Πανάχραντε.
Διάσωσον, ἡμᾶς ἐκ πάσης ἀνάγκης ταῖς σαῖς πρεσβείαις, Βαραδᾶτε τοὺς εὐλαβῶς προσιόντας σοι, ὡς ἀντιλήπτωρ καὶ θεῖος ἡμῶν προστάτης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἒχουσα μητρικήν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου Πάτερ προστρέχοντες, δυσπραγιῶν πολυτρόπων λυτρούμεθα, καὶ πάσης πληρούμεθα χάριτος, καὶ ἀθυμίας τὸ ἄχθος ἐκκρούομεν· διὸ Βαραδᾶτε ὑμνοῦμέν σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὀσίου αὐτοῦ.
Στίχος. Μακάριος ἁνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον ἐνθεώτατον, ἐν ἐγκρατείᾳ ἁπάσῃ, Βαραδᾶτε ὅσιε, καὶ πόνοις ἀσκήσεως πεπολίτευσαι, καὶ ζωῆς κρείττονος, ἤδη ἠξιώθης· διὰ τοῦτο σου δεόμεθα· ἡμῶν ἑκάστοτε, δέχου τὰ αἰτήματα Ἅγιε, καὶ πρέσβευε πρὸς Κύριον, ῤύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ ἐν ὁμονοίᾳ καὶ πάσῃ εὐπραγίᾳ καὶ χαρᾷ, ἡμᾶς ἀνύειν ἐνίσχυσον, τὴν ζωὴν δεόμεθα.
Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰατρεύων τὰς νόσους, τῶν ψυχῶν καὶ σωμάτων μὴ παύσῃ Ἅγιε, ἡμῶν τῶν προσιόντων, πιστῶς σοι Βαραδᾶτε, καὶ βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Συνοχῆς ψυχοφθόρου, καὶ παθῶν ἀκαθάρτων ἡμᾶς ἀπάλλαξον, καὶ πάσης δυσχερείας, θεόφρον Βαραδᾶτε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γαληνότατον ὅρμον, τὸν ναὸν σου πλουτοῦντες τούτῳ προστρέχομεν, καὶ πάσης τρικυμίας, καὶ ζάλης τῆς ἐν βίῳ, ἐκλυτρούμεθα Ἅγιε, καὶ εὐχαρίστῳ φωνῇ, ὑμνοῦμέν σου τὴν χάριν.
Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων, ὁ Ὑπέρθεος Λόγος σάρκα ὡς ἕλαβε, διπλοῦς ὥφθη τῷ κόσμῳ, μιᾷ ἐν ὑποστάσει, διασώζων τοὺς ψάλλοντας· χαῖρε Παρθένε ἁγνή, τοῦ κόσμου σωτηρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥύου ἀπαύστως, ἐπερχομένων κινδύνων, καὶ ἀπάλλατε ἡμᾶς δεινῶν σκανδάλων, πάτερ Βαραδᾶτε, τοὺς σὲ ἀνευφημοῦντας.
Ἄνωθεν δίδου, τὴν εὐλογίαν σου Πάτερ, τοῖς τὴν μνήμην σου τὴν θείαν ἐκτελοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σκέδασον πᾶσαν, ἐπιφορὰν τοῦ βελίαρ, καὶ συγχώρησιν πταισμάτων ἡμῖν αἴτει, πάτερ Βαραδᾶτε, τοῖς σὲ ὑμνολογοῦσι.
Θεοτοκίον.
Ἲασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ ἀπόκρουσον τὴν κατ᾽ ἐμοῦ μανίαν, τοῦ ἀνθρωποκτόνου, καὶ σῶσόν με Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ θεοφόρε, ἡμῶν προστατεύειν, τῶν ἐκτελούντων τὴν πάνσεπτον μνήμην σου, ὦ ἱερὲ Βαραδᾶτε καὶ εὐφημούντων σε.
Ὁ θεῖος Βαραδᾶτος, ἡμῶν ὁ προστάτης, πλήρου ἡμῶν τὰ αἰτήματα πάντοτε, καὶ ἐν εἰρήνῃ βαθείᾳ ἡμᾶς συντήρησον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Βαραδᾶτε, χαμαιπετοὺς ἐπινοίας τοῦ ὄφεως, καὶ τοῦ ἐν σοὶ θείου φέγγους τοῦτον ἀξίωσον.
Θεοτοκίον.
Ὑψίστου χαῖρε θρόνε, Κεχαριτωμένη, χαῖρε τοῦ κόσμου ταχείᾳ βοήθεια, καὶ χαρμονὴ τῆς ψυχῆς μου καὶ ἀγαλλίαμα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρων ἠκολούθησας τῷ Χριστῷ, πάτερ Βαραδᾶτε, δι’ ἀσκήσεως ἱερᾶς, καὶ τὸν νοῦν καθάρας, τῆς τῶν παθῶν ἀχλύος, ἐπλήσθης θεοφόρε, θείας ἐλλάμψεως.
Πάση ἐγκρατείᾳ καὶ προσευχῇ, καὶ νηστείᾳ Πάτερ, ἀνεπτέρωσας σεαυτόν, πρὸς τελειοτάτην, ἀγάπην τοῦ Σωτῆρος, καὶ θείας Βαραδᾶτε, χάριτος ἔτυχες.
Πᾶσαν τὴν ἀπάτην τῶν δυσμενῶν, πάτερ Βαραδᾶτε, τῇ ἀσκήσει σου τῇ στεῤῥᾷ, εἰς τέλος καθεῖλες, ἐξ ὧν καὶ ἡμᾶς ῤῦσαι, τῆς χαλεπῆς μανίας, τῇ ἀντιλήψει σου.
Χαίροις εὐσεβούντων ὁ βοηθός, πάτερ Βαραδᾶτε, καὶ προστάτης καὶ ἀρωγός, χαίροις ὁ πταισμάτων αἰτούμενος τὴν λύσιν, τοῖς πίστει προσιοῦσι, τῇ προστασίᾳ σου.
Τοὺς μετ᾽ εὐλαβείας τῷ σῷ Ναῷ, Πάτερ προσιόντας, πάσης λύτρωσαι συμφορᾶς, καὶ ποικίλων νόσων, συντήρει ἀνωτέρους, παμμάκαρ Βαραδᾶτε, ὡς συμπαθέστατος.
Πἰστει τῇ Εἰκόνι σου τῇ σεπτῇ, Πάτερ παρεστῶτες, ἐκβοῶμέν σοι ἐκ ψυχῆς, δίδου Βαραδᾶτε, βοήθειαν ταχεῖαν, καὶ θείαν εὐλογίαν, ἡμῖν ἑκάστοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Χριστόν, πάτερ Βαραδᾶτε θεόφρον, οἷα θεράπων αὐτοῦ, πρέσβευε δεόμεθα πάσης ὀργῆς καὶ φθορᾶς, καὶ δεινῶν περιστάσεων, καὶ πάσης ἀνάγκης, ῥύεσθαι τοὺς σπεύδοντας, τῇ ἀντιλήψει σου, ἤρεμον δὲ βίον ἀνύειν, ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Βαραδάτῳ δέησιν τήνδε προσάγει
Γεράσιμος τούτου ἐξαιτῶν τὴν χάριν.

