Παρακλητικός Κανών εις τον Όσιο Βάρβαρο ο Πενταπολίτης

Ποίημα Αποστόλου Παπαχρήστου

†Εορτάζεται στις 23 Ιουνίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν ἀσκήσει τὸν Δεσπότην δοξάσαντα, καὶ τῇ ἀθλήσει τὸν Βελίαρ βυθίσαντα, τὸν θεοφόρον Βάρβαρον τιμήσωμεν πιστοί, κράζοντες καὶ λέγοντες• ἐκ δεινῶν καὶ κινδύνων, λύτρωσαι τοὺς δούλους σου καὶ ἐκ νόσων ποικίλων, καὶ ἐκ δαιμόνων βλάβης καὶ φθορᾶς, σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

Δόξα. Τό αὑτό.Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους. Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου˙ σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὲ Βάρβαρε σέβω, σῶσόν με τάχει. Ἀποστόλου.

ᾨδῇ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῇ Τριάδι τῷ Παντουργῷ, ὡς Ὅσιος ἅμα καὶ ὡς Μάρτυς δυσωπῶ• ὦ Βάρβαρε μάκαρ σαῖς πρεσβείαις, ἐκ τῶν παθῶν καὶ δεινῶν με διάσωσον.

Ἐλθὼν ἐν τῷ τόπῳ τῷδε σοφέ, ἀλλόθρησκος πέλων Πάτερ Βάρβαρε καὶ λῃστής, ἡ χάρις ἠλλοίωσέ σε μάκαρ, ἡ τοῦ Θεοῦ ἥν μοι δίδου πρεσβείαις σου.

Βαβαὶ τῶν θαυμάτων Σου Ἰησοῦ, τοῦ πρώην βλασφήμου τὴν διάνοιαν καὶ τὸν νοῦν, φωτί σου ἡγίασας διό με, ἐσκοτισμένον τοῖς πάθεσι φώτισον.

Θεοτοκίον.
Ἀνύμφευτε Πάναγνε Μαριάμ, Θεὸν τῶν ἁπάντων ἡ τεκοῦσα ὑπερφυῶς, Αὐτὸν ἐκδυσώπει κληρονόμον, τῆς αἰωνίου ζωῆς ἀναδεῖξαί με.

ᾨδῇ γ΄. Οὐρανίας ἀψίδος.
Ῥωμαλέῳ φρονήματι εἰς Χριστὸν Ὅσιε, σπεύδειν βαπτισθῆναι θρησκείαν ἀποβαλλόμενος, Ἀγαρηνῶν βδελυράν, Θεὸν κἀμὲ ἀγαπῆσαι, ἐκ καρδίας φώτισον τοῦτον μακάριε.

Βοηθὸς καὶ προστάτης πέλεις σοφὲ Βάρβαρε, ἐκ θανατηφόρων παθῶν με ἀεὶ λυτρούμενος, καὶ ψυχοφθόρων τε, ὅθεν ᾠδαῖς καὶ ψαλμοίς τε, σὲ ὑμνῶ γηθόμενος καὶ μακαρίζω σε.

Ἀπὸ πάσης ἀνάγκης καὶ συμφορᾶς ἔνδοξε, Βάρβαρε θεόφρον καὶ θλίψεως καὶ κακώσεως, καὶ ἐξ ἀνθρώπων τε, συκοφαντούντων με ῥῦσαι, καὶ ἐξολοθρεῦσαί με ζητούντων Ὅσιε.

Θεοτοκίον.
Ῥητορεύειν Σε γλῶσσα, οὐκ εὐπορεῖ Δέσποινα, Σοῦ τὰ μεγαλεῖα Παρθένε καὶ τὰ θαυμάσια, ὁ γὰρ ἀχώρητος, ἐν Σοὶ χωρεῖται καὶ σώζει, ὅλον με τον ἄνθρωπον, ὁ ὤν φιλάνθρωπος.

Διάσωσον, ἐκ συμφορῶν Πάτερ Βάρβαρε τοὺς σοὺς δούλους, καὶ δαιμόνων ἐκ χαλεπῶν καὶ πάσης κακώσεως, ὡς κέκτησαι πρὸς Θεὸν παῤῥησίαν.

Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ἐν Νύσσῃ καὶ ἐν Τρύφῳ τε, καὶ πάσῃ σοφὲ Ἀκαρνανίᾳ πέφηνας, ἐκ κινδύνων πάντων τε καὶ ἐκ παθῶν χαλεπῶν παμμάκαρ λυτρούμενος, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, ὦ Βάρβαρε θεόφρον ταῖς πρεσβείαις σου.

ᾨδῇ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ τῆς πλάνης με λύτρωσαι, τοῦ ἐχθροῦ καὶ φῶς μοι κατάπεμψον, τοῦ Χριστοῦ παμμάκαρ Βάρβαρε, ὁ διὰ Χριστὸν πάντα ἀφέμενος.

Σοὺς τιμῶ πόνους ἔνδοξε, τῆς σεπτῆς ἀθλήσεως καὶ παλαίσματα, κατ’ ἐχθρῶν θεόφρον Βάρβαρε, ὅθεν σοι βοῶ ἐκ τούτων ῥῦσαί με.

Εἰ καὶ Βάρβαρος κέκλησαι, ἀλλὰ εὐγενὴς ὑπὲρ πάντας πέφηνας, ὅθεν ῥῦσαι ἐπιθέσεως, τῆς βαρβαρικῆς παθῶν με ἔνδοξε.

Θεοτοκίον.
Βουληθεὶς ὁ Φιλάνθρωπος, σῶσαι τὸν πεσόντα Παρθένε ἄνθρωπον, ἐκ Σοῦ ἄνθρωπος ἐγένετο, καὶ εἰς οὐρανοὺς τοῦτον ἀνήγαγεν.

ᾨδῇ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ ἀετός, ὑψιπέτης Πάτερ Βάρβαρε, εἰς οὐρανοὺς ἀναγαγών σου τὸν νοῦν, τῆς κοσμικῆς ἀπάτης, σώζεις τοὺς ἱκέτας σου.

Σὲ ἐκδυσωπῶ, ἐκ δαιμόνων με διάσωσον, τῶν ἐκ μαγείας Πάτερ Βάρβαρε, ὁ ἀποπνίξας τούτους, ῥείθροις τῶν δακρύων σου.

Ὤ! Τῆς σῆς θερμῆς, ἀγαπήσεως πρὸς Κύριον, ζῶν ἐκ λαχάνων Τοῦτον ηὔφρανας, ὅθεν νηστείας, ἐραστήν με δεῖξον Βάρβαρε.

Θεοτοκίον.
Σὲ ἐκδυσωπῶ, Θεοτοκε πολυΰμνητε, ἐξ ἀφορήτων πόνων ῥῦσαί με, τῶν ἐκ τῶν νόσων ἀνιάτων, τυραννούντων με.

ᾨδῇ στ΄. Τὴν δέησιν.
Ὁ Κύριος, προειδώς σου Βάρβαρε, τὴν ψυχὴν ἐκ τῶν βροτῶν σε ἐκλέγει, καὶ ἐκ νεκρᾶς τῶν Ἀράβων θρησκείας, θεὸν ποιῆσαι ἐν χάριτι ἔνδοξε, ᾧ πρέσβευε διηνεκῶς, καὶ ἡμεῖς σὴν χαρὰν ἀπολαύσωμεν.

Νενίκηκας, τὸν ἐχθρὸν πανεύφημε, σῇ ἀσκήσει καὶ βυθῷ ἀπωλείας, τῇ σῇ σφαγῇ παραδέδωκας ὅθεν, διπλοῖς στεφάνοις Χριστός σε ἐκόσμησε, καὶ δέδωκέ σοι τὴν ἰσχύν, τὰ ἡμῶν θεραπεύειν νοσήματα.

Μηδεὶς ποτέ, ἐνδοιαζέτω ἄνθρωπος, καὶ μηδεὶς ἀμφιβαλλέτω οὐδόλως, ὅτι ἡμῖν, ἰατρός τε καὶ ῥύστης, ἐδόθη πᾶσιν ὁ ἔνδοξος Βάρβαρος, τὰς νόσους τε τὰς χαλεπάς, ἐκ ψυχῶν καὶ σωμάτων ἰώμενος.

Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου Δέσποινα, τρικυμίαι με καὶ ζάλαι καὶ θλίψεις, καὶ σὺν αὐτοῖς, τῆς πενίας τὸ βάρος, ἀσθενειῶν τε Ἁγνὴ τὸ ἀνίατον, καὶ δέομαί Σου Ἀγαθή, ἐκ τοῦ σάλου με τούτων διάσωσον.

Διάσωσον, ἐκ συμφορῶν Πάτερ Βάρβαρε τοὺς σοὺς δούλους, καὶ δαιμόνων ἐκ χαλεπῶν καὶ πάσης κακώσεως, ὡς κέκτησαι πρὸς Θεὸν παῤῥησίαν.

Ἄχραντε ἡ δία λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν σε Χριστιανοῖς καὶ ἀσφάλειαν, Πάτερ Βάρβαρε καὶ ἀρωγόν σε κεκτήμεθα, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ ῥῦσαι ἐξ ἐχθρῶν ἡμᾶς, καὶ ἀνομβρίας τῶν κακῶν καὶ ὀλεθρίων πολέμων τε, δώρησαι τὴν εἰρήνην, ἴασαι τοὺς νοσοῦντας, σὺ γὰ εἶ ἡμῶν Πατήρ, πρὸς οὖν τίνα πορευσώμεθα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον, Ἐκ του κατά Ματθαίου (Κεφ. θ’,36-38, η’, 1-8).
Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ ᾿Ιησοῦς τοὺς ὄχλους, καὶ ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς Μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα Ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος, καὶ ᾿Ανδρέας ὁ ἀδελφὸς αὐτοῦ· ᾿Ιάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ· Φίλιππος καὶ Βαρθολομαῖος· Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης· ᾿Ιάκωβος ὁ τοῦ ᾿Αλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος· Σίμων ὁ Κανανίτης, καὶ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς Ὅσιε, σῶν ἱκετῶν ἰκεσίας, ἀλλ’ εὐσπλάγχνῳ ὄμματι, πάντας ἡμᾶς οἴκτιρον, Πάτερ Βάρβαρε, τοὺς ἐν ἀσθενείαις τε κατατρυχομένους, ἀνιάτοις καὶ ἐν θλίψεσι, δεινοῖς πολέμοις τε λιμῷ τε καὶ λοιμῷ καὶ ἐν καύσωνι, μαγείαις ὀχλουμένους τε καὶ δαιμόνων ἔχθραν μὴ φέροντας, φρενῶν ἐκ τῆς βλάβης, ψυχῆς ἀσθενειῶν τε καὶ παθῶν, ἵνα χαρὰν πάντες ἔχοντες, σὲ ἀεὶ γεραίρωμεν.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν κλεινὸν φρουρὸν Τρύφου Νύσσης ὄρους τὴν δόξαν τε καὶ τὸ καύχημα, τὸν Βάρβαρον τὸν θεῖον τιμῶντες Κτίστῃ τοῦτον τῷ ἡμῖν δόντι ψάλλομεν• ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀπὸ βλάβης παντοίας Πάτερ Βάρβαρε ῥῦσαι τοὺς κινουμένους ἀεί, ἐν γῇ ἤ ἐν θαλάσσῃ, ἐρήμῳ ἤ ἀέρι καὶ βοᾶν σὺν σοὶ πάντοτε, τῷ ζωοδότῃ Χριστῷ Σωτήρ, εὐλογητὸς εἶ.

Χαίρων ἔφερες Πάτερ σοῦ τὴν τρίπηχυν ἄλυσιν προσκυνῶν τε ἀεί, Τριάδα τὴν ἁγίαν, τὴν σώσασάν σε πλάνης, καὶ γηθόμενος ἔψαλλες• ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ὑπερτέρα Ἀγγέλων ἀνωτέρα τε κτίσεως πάσης ὤφθης Σεμνή, Θεὸν σαρκὶ τεκοῦσα, διπλοῦν τῇ φύσει ὄντα καὶ Παρθένος διέμεινας, εὐλογημένη Ἁγνή, ἡμῶν ἡ σωτηρία.

ᾨδῇ η΄ Τὸν Βασιλέα.
Ἀπὸ κακίας, τοῦ ἀρχεκάκου Βελίαρ, Πάτερ Βάρβαρε ῥῦσαι τὴν ψυχήν μου, ἵνα σε γεραίρω, τὸν μέγαν μου προστάτην.

Παρηγορία, τῶν αἰχμαλώτων παμμάκαρ, καὶ τῶν ὄντων ἐν φυλακαῖς ὑπάρχεις, ὅθε σε ὑμνοῦμεν, ὦ Βάρβαρε θεόφρον.

Ὁ ἀντιλήπτωρ, ὁ ἰατρὸς ὁ προστάτης, ὁ ποιμὴν ὁ Πατὴρ ἡμῶν ὑμνείσθω, Βάρβαρος ὁ θεῖος, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Σὲ δυσωπῶ, τὴν Παναγίαν Παρθένον, ἐκ θανάτου ῥῦσαι τὴν ψυχήν μου, ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδῇ θ΄. Κυρίως Θεοτόκον.
Τὸν ὄντα μετ’ Ἀγγέλων, καὶ σὺν τῷ Δεσπότῃ, ἀεὶ τιμώμενον ἔνδοξε Βάρβαρον, τῆς καταδίκης ῥυσθῶμεν νῦν δυσωπήσωμεν.

Ὁλόφωτος ὑπάρχων, καὶ ὑπὲρ ἡλίου, ἀκτῖνας λάμπων μακάριε Βάρβαρε, τοὺς προσιόντας σοι πίστει οἴκτειρον δούλους σου.

Λαὸς τοῦ Τρύφου, ὕμνοις καὶ Ἀκαρνανίας, καὶ τῆς Ἑλλάδος τιμῶντές σε Ὅσιε, Ὀρθοδοξίᾳ αἰτοῦμεν στήριξον ἅπαντας.

Οὐδεὶς ἐν τῷ ναῷ σου, τῶν προσερχομένων, κατησχυμμένος θεόφρον οὐκ ἐκπορεύεται, ἀλλὰ λαμβάνει τὸ δῶρον χαίρων ὦ Βάρβαρε.

Θεοτοκίον.
Ὑμνοῦμέν Σε Μαρία, Κεχαριτωμένη, οἱ γηγενεῖς τὴν τὸν Κτίστην κυήσασαν, σὺν Ἀσωμάτων χορείαις Σὲ μεγαλύνοντες.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις αἰχμαλώτων ὁ λυτρωτής, χαίροις ἀσθενούντων ὁ ταχύπορος ἰατρός, χαίροις ὀ στεφάνοις, ἀθλητικοῖς παμμάκαρ, στεφθεὶς παρὰ Κυρίου Ὅσιε Βάρβαρε.

Ὥσπερ ἐθεράπευσας σὺ ποτέ, τὴν τοῦ Κωνσταντίνου θυγατέρα ἐκ τῆς δεινῆς, νόσου ἀνιάτου, ὦ Βάρβαρε θεόφρον, κἀμοὶ δὸς τὴν ὑγείαν, ὅπως γεραίρω σε.

Χαῖρε Τρύφου πόλις ἠ εὐκλεής, ὄρος Νύσσα χαῖρε καὶ εὐφραίνου πᾶσα ἡ γῆ, τῆς Ἀκαρνανίας, προστάτην κεκτημένη, τὸν Βάρβαρον τὸν θεῖον δόξα καὶ καύχημα.

Ἐκ κινδύνων ῥῦσαι Πάτερ ἡμᾶς, τὸν τῆς γῆς θαλάσσης καὶ ἀέρος καὶ ποταμῶν, ἐκ φρικτῶν πολέμων, καὶ πονηρῶν ἀνθρώπων, κακίας τε δαιμόνων Ὅσιε Βάρβαρε.

Τίς οὐ θεραπεύεται προσπεσών, Βάρβαρε παμμάκαρ τῇ εἰκόνι σου τῇ σεπτῇ, τυφλὸς χωλὸς κωφός τε, παράλυτος μαγείαν, ὁ ἔχων καὶ οἱ πάντες σὲ μακαρίζοντες.

Χαίροις μοναζόντων θεία κρηπίς, δόξα τῶν Μαρτύρων ὁ στεφάνοις διπλοῖς στεφθείς, καὶ συμβασιλεύων, Χριστῷ εἰς τοὺς αἰῶνας, ὦ Βάρβαρε θεόφρον, σκέπε τοὺς δούλους σου.

Ὥσπερ ζωοδόχος Πάτερ πηγή, ὥσπερ Ἰορδάνης ἐκ τοῦ τάφου σου τοῦ σεπτοῦ, ὕδωρ ἀναβλύζει, τὰς νόσους θεραπεῦον, παντοίας τῶν ἀνθρώπων Ὅσιε Βάρβαρε.

Σὺν τῇ Θεοτόκῳ Πάτερ σοφέ, τῷ σεπτῷ Προδρόμῳ Ἀποστόλοις τοῖς ἱεροῖς, Βάρβαρε Ἀγγέλοις, καὶ πᾶσι τοῖς Ἁγίοις, Χριστὸν ἀεὶ δυσώπει σώζεσθαι ἅπαντας.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὄρους Νύσσης τὴν δόξαν καὶ τοῦ Τρύφου τὸν ἔφορον, καὶ Ἀκαρνανίας τὸ κλέος, τὸν πανεύφημον Βάρβαρον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, τοῖς γὰρ πᾶσιν ἰάσεις βρύει ὡς συμπαθεῖς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι• δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πίστει, τοὺς προστρέχοντας τῇ σῇ, σκέπῃ πανσεβάσμιε Πάτερ, ἔνδοξε Βάρβαρε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, ἐκ παθῶν ψυχοφθόρων τε, πταισμάτων ἀμέτρων, τοὺ ἐνοχλουμένους τε ὑπὸ δαιμόνων δεινῶν, ἅμα, ἀφορήτου μαγείας, ὅπως εὐγνωμόνως τοῖς ὕμνοις, πάντες σε γεραίρομεν θεσπέσιε.

Πάντας, θεραπεύειν ὦ σοφέ, τούς τε ἀνιάτοις ἐν νόσοις καὶ ἐκ τῆς βλάβης φρενῶν, Βάρβαρε θεσπέσιε, καὶ συνοδεύεις ἀεί, τοὺς ἐν γῇ καὶ θαλάσσῃ τε, κρημνῷ καὶ ἀέρι, σκέπη, ὀρφανῶν ἀδικουμένων σὺ εἶ, ὅθεν σὲ αἰτοῦμεν δυσώπει, καὶ ἐν τῇ ἡμέρᾳ τῆς δίκης, ἅπαντες ῥυσθῶμεν τῆς κολάσεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.